1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

78

πιστὸν κατεσταλμένον, σωφρονοῦντα, κόσμιον ὄντα, ἐκπλαγήσεται καὶ ἐρεῖ· Ἀληθῶς μέγας ὁ τῶν Χριστιανῶν Θεὸς, οἵους κατέστησεν ἀνθρώπους, οἵους ἐξ οἵων ἐποίησεν, ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων εἰργάσατο. Ἂν ὑβρίσῃ τις, οὐ λοιδοροῦνται· ἂν τυπτήσῃ τις, οὐκ ἀγανακτοῦσιν· ἂν ἀδικήσῃ τις, ὑπερεύχονται τοῦ λελυπηκότος· ἐχθρὸν οὐκ ἔχουσι, μνησικακεῖν οὐκ ἐπίστανται, φλυαρεῖν οὐκ ἴσασιν, οὐκ ἔμαθον ψεύδεσθαι, ἐπιορκεῖν οὐκ ἀνέχονται, μᾶλλον δὲ οὐδὲ ὀμνύειν· ἀλλὰ τὴν γλῶτταν ἐκτμηθῆναι ἂν ἕλοιντο πρότερον, ἢ ὅρκον τινὰ ἀπὸ τοῦ στόματος προέσθαι. Ταῦτα δῶμεν αὐτοῖς περὶ ἡμῶν λέγειν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν ἀπελάσωμεν, καὶ τοσαύτην δῶμεν τῷ Θεῷ τιμὴν, ὅσην τοῖς ἱματίοις ἡμῶν τοῖς πολυτελεστέροις. Πῶς γὰρ οὐκ ἄτοπον ἱμάτιον μὲν ἔχοντας τῶν λοιπῶν βέλτιον μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχε; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ οὕτω καταφρονῶμεν ἡμῶν τῆς σωτηρίας ἀλλὰ τὴν σπουδὴν ἣν ἐξ ἀρχῆς ἐποιησάμεθα περὶ τὴν ἐντολὴν ταύτην, εἰς τέλος ἀγάγωμεν. Καὶ γὰρ ἐγὼ διὰ τοῦτο συνεχῆ ποιοῦμαι τὴν παράκλησιν τὴν περὶ τῶν ὅρκων, οὐκ ἐπειδὴ κατέγνων ὑμῶν ῥᾳθυμίαν, ἀλλ' ἐπειδὴ τὸ πλέον κατορθωθὲν ὑμῖν εἶδον, καὶ σπεύδω καὶ ἐπείγομαι τὸ πᾶν ἀπαρτισθῆναι καὶ τέλος λαβεῖν. Οὕτω καὶ οἱ θεαταὶ ποιοῦσι, τοὺς ἐγγὺς ὄντας τῶν βραβείων διεγείρουσι μᾶλλον. Μὴ τοίνυν ἀποκάμωμεν μηδὲ ἡμεῖς, καὶ γὰρ ἐγγὺς ἑστήκαμεν τοῦ παντὸς κατορθώματος, καὶ ἡ δυσκολία παρὰ τὴν ἀρχὴν ἦν. Ὅτε δὲ τὸ πλέον τῆς συνηθείας ὑπετμήθη νῦν, καὶ μικρὸν ὑπολέλειπται λοιπὸν, οὐδὲ πόνου χρεία τινὸς, ἀλλὰ μικρᾶς παρατηρήσεως, καὶ βραχείας τινὸς ἀκριβείας δεόμεθα, ἵνα αὐτοὶ κατορθώσαντες καὶ ἑτέροις γενώμεθα διδάσκαλοι, καὶ μετὰ παῤῥησίας τὸ ἱερὸν ἴδωμεν Πάσχα, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς διπλασίονα καὶ τριπλασίονα τῆς εἰωθυίας καρπωσώμεθα τὴν εὐφροσύνην. Οὐ γὰρ οὕτω τὸ τῶν πόνων ἡμᾶς ἀπαλλαγῆναι καὶ τῶν ἱδρώτων τῆς νηστείας εὐφραίνει, ὡς τὸ μετὰ κατορθώματος καὶ στεφάνου λαμπροῦ εἰς τὴν ἱερὰν ἐκείνην ἑορτὴν ἀπαντῆσαι, στεφάνου μηδέποτε μαραινομένου. Ὥστε δὲ ταχυτέραν γενέσθαι τὴν διόρθωσιν, τοῦτο ποίησον ὃ λέγω· Γράψον ἐπὶ τὸν τοῖχον τῆς οἰκίας σου, καὶ ἐπὶ τὸν τοῖχον τῆς καρδίας σου τὴν δρεπάνην τὴν πετομένην ἐκείνην, καὶ ταύτην ἐπὶ τῆς ἀρᾶς πέτεσθαι νόμιζε, καὶ συνεχῶς αὐτὴν ἀναλογίζου· κἂν ἕτερον ὀμνύοντα ἴδῃς, ἐπίσχες, κώλυσον, καὶ τῶν οἰκετῶν ἐπιμελήθητι τῶν σῶν. Ἂν γὰρ τοῦτο σκοπήσωμεν, ὅπως μὴ μόνον αὐτοὶ κατορθώσαιμεν, ἀλλὰ καὶ ἑτέρους εἰς τοῦτο ἐναγάγοιμεν, ταχέως αὐτοὶ πρὸς τὸ πέρας ἥξομεν. Οἱ γὰρ ἑτέρους παιδεύειν καταδεξάμενοι, ἐρυθριάσομεν καὶ αἰσχυνούμεθα, ἃ τοῖς ἄλλοις ἐπιτάττομεν, ταῦτα ἐλλιμπάνοντες αὐτοὶ φανῆναι. Οὐδὲ χρεία πλειόνων λόγων· πολλὰ γὰρ καὶ τὰ πρώην εἰρημένα, καὶ ταῦτα δὲ ὑπομνήσεως χάριν μόνης εἴρηται. Ὁ δὲ Θεὸς, ὁ μᾶλλον ἡμῶν τῶν ἡμετέρων φειδόμενος ψυχῶν, καὶ ἐν τούτῳ καὶ ἐν παντὶ καταρτίσειεν ἡμᾶς ἀγαθῷ, ἵνα πληρώσαντες πάντα καρπὸν δικαιοσύνης, 49.111 καταξιωθῶμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ 49.112 καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

49.111 Ἔπαινος τῶν μετὰ τὴν ἑστίασιν ἀπηντηκότων εἰς τὴν

ἀκρόασιν· καὶ φυσιολογία κόσμου· καὶ κατὰ τῶν θεοποιούντων τὴν κτίσιν· καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ιʹ.

αʹ. Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν, ὅτι τὴν παραίνεσιν ἡμῶν, ἣν ὑπὲρ τῶν μὴ

νηστευόντων καὶ διὰ τοῦτο ἀπολιμπανομένων ἐποιησάμεθα πρώην, εἰς ἔργον ὑμεῖς ἐξηνέγκατε. Καὶ γὰρ πολλοὺς οἶμαι τῶν ἠριστηκότων παρεῖναι τήμερον, καὶ τὸν