80
βαρβάροις, καὶ πᾶσιν ἁπλῶς τοῖς τὴν γῆν οἰκοῦσι χρήσιμον, βιβλίον πολὺ μεῖζον τοῦ πλήθους τῶν διδασκομένων ὄν. Πολλὰ καὶ περὶ νυκτὸς καὶ ἡμέρας, καὶ τῆς τούτων εὐταξίας, καὶ τοῦ ῥυθμοῦ τοῦ μετὰ ἀκριβείας ὑπ' αὐτῶν φυλαττομένου διελέχθημεν· πολλὰ καὶ περὶ τοῦ χοροῦ τῶν ὡρῶν τοῦ ἔτους, καὶ τῆς τούτων ἰσότητος. Καθάπερ γὰρ ἡ ἡμέρα τῆς νυκτὸς οὐδὲ ἡμιώριον πλεονεκτεῖ κατὰ πάντα τὸν ἐνιαυτόν· οὕτω καὶ αὗται πρὸς ἀλλήλας ἐξ ἴσης τὰς ἡμέρας διενείμαντο πάσας. Ἀλλ' ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, ὅτι οὐ τὸ μέγεθος καὶ τὸ κάλλος τῆς κτίσεως δείκνυσι τὸν ∆ημιουργὸν μόνον, ἀλλὰ καὶ ὁ τρόπος αὐτὸς τῆς συμπήξεως, καὶ τὸ ὑπὲρ φύσεως ἀκολουθίαν εἶναι τῆς δημιουργίας τὸν τρόπον. Φύσεως μὲν γὰρ ἀκολουθία ἦν, τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι· νῦν δὲ τοὐναντίον ὁρῶμεν, τὴν γῆν ὑπὸ τῶν ὑδάτων βασταζομένην. Φύσεως ἦν ἀκολουθία, τὸ πῦρ ἄνω τρέχειν· νῦν δὲ τὸ ἐναντίον βλέπομεν κάτω πρὸς τὴν γῆν τετραμμένας τοῦ ἡλίου τὰς ἀκτῖνας, καὶ τὰ ὕδατα ὑπεράνω τῶν οὐρανῶν ὄντα, καὶ οὐ διολισθαίνοντα, καὶ τὸν ἥλιον κάτωθεν τρέχοντα, καὶ οὐδὲ σβεννύμενον ὑπὸ τῶν ὑδάτων, οὕτε ἀφανίζοντα τὴν νοτίδα ἐκείνην. Πρὸς τούτοις εἰρήκαμεν, ὅτι ἐκ τεττάρων στοιχείων τόδε τὸ πᾶν συνέστηκεν ἐναντίων ἀλλήλοις καὶ μαχομένων, καὶ θάτερον τὸ ἕτερον οὐ κατηνάλωσε. 49.113 καίτοιγε ἀλλήλων ὄντα ἀναλωτικά. Ὅθεν δῆλον, ὅτι δήναμίς τις ἀόρατος αὐτὰ χαλινοῖ, καὶ δεσμὸς γίνεται ἡ τοῦ Θεοῦ βούλησις. Τούτῳ πλέον ἐνδιατρίψαι σήμερον βούλομαι τῷ λόγῳ· ἀλλὰ διανάστητε, καὶ προσέχετε μετ' ἀκριβείας ἡμῖν. Ὥστε δὲ σαφέστερον γενέσθαι τὸ θαῦμα, ἀπὸ τοῦ σώματος τοῦ ἡμετέρου τὴν διδασκαλίαν τὴν περὶ τούτων ποιήσομαι. Καὶ γὰρ τὸ σῶμα τὸ ἡμέτερον τὸ βραχὺ τοῦτο καὶ μικρὸν ἐκ τεττάρων συνέστηκε στοιχείων, θερμοῦ μὲν τοῦ αἵματος, ξηροῦ δὲ τῆς χολῆς τῆς ξανθῆς· καὶ ὑγροῦ μὲν τοῦ φλέγματος, ψυχροῦ δὲ τῆς μελαίνης χολῆς. Καὶ μή τις ἀλλότριον ἡμῶν εἶναι νομιζέτω τοῦτον τὸν λόγον· Ὁ γὰρ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀναπρίνεται. Οὕτω καὶ Παῦλος γεωργικῶν ἥψατο θεωρημάτων, περὶ ἀναστάσεως ἡμῖν διαλεγόμενος, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Εἰ δὲ ὁ μακάριος ἐκεῖνος τοὺς τῆς γεωργίας ἐκίνει λόγους, οὐδὲ ἡμῖν μέμψοιτό τις ἰατρικῶν ἁπτομένοις νοημάτων· περὶ γὰρ δημιουργίας Θεοῦ νῦν ἡμῖν ὁ λόγος· καὶ ἀναγκαία γένοιτ' ἂν ἡμῖν αὕτη τῶν νοημάτων ἡ ὑπόθεσις. Ὅπερ οὖν ἔφθην εἰπὼν, ἐκ τεττάρων ἡμῖν στοιχείων τοῦτο τὸ σῶμα συνέστηκε, κἂν τὸ ἕτερον στασιάσῃ μέχρι παντὸς, θάνατος ἀπὸ τῆς στάσεως γίνεται ταύτης· οἷον τῆς χολῆς πλεοναζούσης, τίκτεται πυρετὸς, κἂν ἐπικρατήσῃ πέρα τοῦ μέτρου, ταχίστην ἐπάγει τὴν τελευτήν· πάλιν τοῦ ψυχροῦ πλεονάζοντος, παρέσεις καὶ τρόμοι καὶ ἀποπληξίαι καὶ μυρία ἕτερα νοσήματα τίκτεται· καὶ ὅλως ἑκάστη νοσημάτων ἰδέα ἀπὸ τῆς πλεονεξίας τῶν στοιχείων γίνεται τούτων, ὅταν τὸ ἕτερον τοὺς οἰκείους ὑπερβὰν ὄρους κατὰ τῶν λοιπῶν τυραννῇ, καὶ τὴν συμμετρίαν λυμήνηται πᾶσαν. 49.113 Ἐρώτησον τοίνυν τὸν λέγοντα αὐτόματα εἶναι τὰ πάντα, καὶ ἀφ' ἑαυτῶν συνεστάναι. Εἰ τὸ βραχὺ τοῦτο σῶμα καὶ μικρὸν, καὶ φαρμάκων ἀπολαῦον καὶ ἰατρικῆς ἐπιστήμης, καὶ τῆς διοικούσης αὐτὸ ψυχῆς ἔνδον, καὶ φιλοσοφίας πολλῆς, καὶ μυρίων ἑτέρων βοηθημάτων, οὐκ ἰσχύει διαπαντὸς ἐν εὐταξίᾳ μένειν, ἀλλ' ἀπόλλυται καὶ διαφθείρεται πολλάκις, ἐν αὐτῷ ταραχῆς γενομένης· πῶς ἂν ὁ τοσοῦτος κόσμος τοσούτους ὄγκους σωμάτων ἔχων, καὶ ἐκ τῶν αὐτῶν συγκείμενος στοιχείων, εἰ μὴ πολλῆς ἀπήλαυσε προνοίας, ἔμεινεν ἂν ἐπὶ τοσοῦτον χρόνον ἀτάραχος; Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸ μὲν προνοίας ἀπολαῦον ἡμῶν σῶμα καὶ τῆς ἔξωθεν καὶ τῆς ἔνδοθεν, μόλις διαρκεῖν πρὸς τὴν ἑαυτοῦ σύστασιν· τὸν δὲ τοσοῦτον κόσμον, μηδεμιᾶς ἀπολαύοντα προνοίας, ἐπὶ τοσαῦτα ἔτη μηδὲν τοιοῦτον παθεῖν, οἷον τὸ σῶμα τὸ ἡμέτερον. Πῶς γὰρ οὐδὲ ἓν τῶν στοιχείων τούτων, εἰπέ μοι, τοὺς οἰκείους ὑπερέβη ὅρους, καὶ τὰ λοιπὰ κατηνάλωσεν ἅπαντα; τίς δὲ αὐτὰ συνήγαγεν ἀπ' ἀρχῆς; τίς