1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

81

ἔδησε, τίς ἐχαλίνωσε, τίς ἐπὶ τοσοῦτον διακρατεῖ χρόνον; Καὶ γὰρ εἰ μὲν ἁπλοῦν καὶ μονοειδὲς ἦν τοῦ κόσμου τὸ σῶμα, οὐχ οὕτως ἀδύνατον ἦν τὸ λεγόμενον· ὅταν δὲ μάχη τοσαύτη τῶν στοιχείων ἐξ ἀρχῆς ᾖ, τίς οὕτως ἀνόητος ὡς ἐννοῆσαι, ὅτι χωρὶς τοῦ συνάγοντος συνῆλθε ταῦτα αὐτόματα, καὶ συνελθόντα ἔμεινεν; Εἰ γὰρ ἡμεῖς οὐχὶ φύσει, ἀλλὰ προαιρέσει πρὸς ἀλλήλους ἐχθρωδῶς ἔχοντες οὐκ ἂν αὐτόματοι συμβαίημεν, ἕως ἂν ἐχθροὶ μένωμεν καὶ πρὸς ἀλλήλους ἔχωμεν ἀηδῶς, ἀλλ' ἑτέρου δεόμεθα τοῦ συνάγοντος ἡμᾶς, καὶ μετὰ τὸ συναγαγεῖν ἐπισφίγγοντος, καὶ πείθοντος μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ μὴ πά 49.114 λιν ἀποπηδᾷν· πῶς ἂν τὰ μήτε λογισμοῦ μήτε αἰσθήσεώς τινος μετέχοντα στοιχεῖα, καὶ φύσει πολέμια ἀλλήλοις ὄντα καὶ ἐχθρὰ συνῆλθε καὶ συνέβη, καὶ μετ' ἀλλήλων ἔμεινεν, εἰ μὴ δύναμίς τις ἦν ἄῤῥητος, ἡ καὶ συνάγουσα, καὶ μετὰ τὸ συναγαγεῖν διαπαντὸς μετὰ τοῦ δεσμοῦ τούτου κατέχουσα;

γʹ. Οὐχ ὁρᾷς πῶς τοῦτο τὸ σῶμα τῆς ψυχῆς ἀποστάσης διαῤῥεῖ, καὶ μαραίνεται, καὶ ἀπόλλυται, καὶ πρὸς τὴν οἰκείαν ἕκαστον τῶν στοιχείων ἐπανέρχεται λῆξιν; Τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τοῦδε ἐγένετο ἂν τοῦ κόσμου, εἰ κατέλιπεν αὐτὸν ἔρημον τῆς οἰκείας προνοίας ἡ διαπαντὸς αὐτὸν κοβερνῶσα δύναμις. Εἰ γὰρ πλοῖον ἄνευ κυβερνήτου οὐ συνίσταται, ἀλλὰ καταποντίζεται εὐκόλως, ὁ κόσμος πῶς ἂν συνέστη ἐπὶ τοσοῦτον χρόνον μηδενὸς αὐτὸν κυβερνῶντος; Καὶ ἵνα μηδὲν εἴπω πλέον, νόμισον εἶναι πλοῖον τὸν κόσμον, τρόπιν ὑποκεῖσθαι τὴν γῆν, ἱστία τὸν οὐρανὸν, ἐπιβάτας τοὺς ἀνθρώπους, πέλαγος τὴν ὑποκειμένην ἄβυσσον· πῶς οὖν ἐπὶ τοσούτου χρόνου ναυάγιον οὐκ ἐγένετο; ἔασον γοῦν πλοῖον μίαν ἡμέραν χωρὶς κυβερνήτου καὶ ναυτῶν, καὶ ὄψει καταποντιζόμενον εὐθέως· ἀλλ' ὁ κόσμος οὐδὲν τοιοῦτον ἔπαθε πεντακισχίλια καὶ πολλῷ πλείονα λοιπὸν ἔτη ἔχων. Καὶ τί λέγω πλοῖον; καλύβην μικρὰν ἐπήξατό τις ἐν ταῖς ἀμπέλοις, καὶ τοῦ καρποῦ συναιρεθέντος ἀφῆκεν ἔρημον, καὶ οὐδὲ δύο πολλάκις ἡμέρας διαμένει, ἀλλὰ διαλύεται καὶ καταπίπτει ταχέως. Εἶτα καλύβη μὲν οὐκ ἂν σταίη χωρὶς τοῦ προνοοῦντος, δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, καὶ νόμοι νυκτὸς καὶ ἡμέρας, καὶ ὡρῶν ἐνηλλαγμέναι χορεῖαι, καὶ φύσεως δρόμος ποικίλος τις καὶ παντοδαπὸς ἐν γῇ καὶ θαλάττῃ, καὶ ἀέρι, καὶ οὐρανῷ, καὶ φυτοῖς, καὶ ζώοις πετομένοις, νηχομένοις, βαδίζουσιν, ἕρπουσι, καὶ ἐν τῷ πάντων ἐκείνων κυριωτέρῳ τῶν ἀνθρώπων γένει, πῶς ἂν διέμεινεν ἐπὶ τοσοῦτον ἀδιάπτωτος χρόνον χωρὶς προνοίας τινός; Μετὰ γὰρ τῶν εἰρημένων ἔπελθέ μοι τοὺς λειμῶνας τῷ λόγῳ, τοὺς παραδείσους, τὰ γένη τῶν ἀνθῶν, τὰς βοτάνας ἁπάσας, τὰς χρείας αὐτῶν, τὴν εὐωδίαν, τὰ σχήματα, τὴν θέσιν, τὰ ὀνόματα μόνον· τὰ δένδρα τὰ ἔγκαρπα, τὰ ἄκαρπα· τῶν μετάλλων τὴν φύσιν· τῶν ζώων τῶν ἐν θαλάττῃ, τῶν ἐν τῇ γῇ, τῶν νηκτῶν, τῶν ἀεροπόρων· τὰ ὄρη, τὰς νάπας, τοὺς δρυμοὺς, τὸν κάτω λειμῶνα, τὸν ἄνω λειμῶνα καὶ γὰρ ἐν τῇ γῇ λειμὼν καὶ ἐν τῷ οὐρανῷ λειμὼν, τὰ ποικίλα τῶν ἄστρων ἄνθη, κάτω ῥόδα, ἄνω ἶρις. Βούλει καὶ ἐπὶ τῶν ὀρνίθων σοι δείξω λειμῶνα; κατάμαθε τοῦ ταὼ τὸ σῶμα τὸ ποικίλον καὶ πᾶσαν ὑπερβαῖνον βαφὴν, τοὺς πορφυρίζοντας στρουθούς. Ἐννόησόν μοι τὸ κάλλος τοῦ οὐρανοῦ πόσον ἔχει χρόνον καὶ οὐκ ἠμαυρώθη, ἀλλ' ὥσπερ σήμερον κατασκευασθεὶς, οὕτως ἐστὶν ἀποστίλβων καὶ λαμπρός· τῆς γῆς τὴν δύναμιν, πῶς οὐκ ἠτόνησεν αὐτῆς ἡ γαστὴρ τοσοῦτον τίκτουσα χρόνον. Ἐννόησόν μοι τὰς πηγὰς πῶς ἀναβλύζουσι, καὶ οὐκ ἐπέλιπον ἐξ οὗ γεγόνασι διηνεκῶς βρύουσαι καὶ ἡμέραν καὶ νύκτα πᾶσαν· ἐννόησόν μοι τὴν θάλατταν, πόσους δεχομένη ποταμοὺς οὐχ ὑπερέβη τὸ μέτρον. Ἀλλὰ μέχρι τίνος διώκομεν ἀκίχητα; Ἄξιον ἐφ' ἑκάστῳ τῶν εἰρημένων λέγειν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Ἀλλὰ τίς ὁ σοφὸς τῶν ἀπίστων λόγος, ὅταν ἅπαντα ταῦτα διέλθωμεν πρὸς αὐτοὺς, τὸ μέγεθος, τὸ κάλλος τῆς κτίσεως, τὴν δαψίλειαν, τὴν ἀφθονίαν τὴν ἐν ἅπασιν;