85
μὲν καὶ ὁ κλέπτης, ἀλλ' οὐχ οὕτω δεινὸν ὡς ὁ μοιχός· ἐκεῖνος μὲν γὰρ εἰ καὶ ψυχρὰν αἰτίαν, ἀλλ' ὅμως ἔχει προβαλέσθαι τὴν ἀπὸ τῆς πενίας ἀνάγκην· οὗτος δὲ, οὐδεμιᾶς ἀνάγκης αὐτὸν βιαζομένης, ὑπὸ ἀνοίας μόνης εἰς τὸ βάραθρον καταπίπτει τῆς ἁμαρτίας. Τοῦτο καὶ ἐπὶ τῶν ὀμνυόντων ἔστιν εἰπεῖν· οὐδὲ γὰρ οὗτοί τινα πρόφασιν ἔχουσι προβαλέσθαι, ἀλλὰ καταφρόνησιν μόνον. Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικὸς, τῇ συνεχείᾳ τῆς παραινέσεως δοκῶν ἐνοχλεῖν, ἀλλ' ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀποστῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν αἰδεσθεὶς τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσασθε, καὶ μάλιστα ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας τοῦτο ποιῇ σωτηρίας· μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυτοῦ οὐκ ἂν ἀρνησαίμην τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομίζω εἶναι κατορθώματα. Ἐβουλόμην δὲ ὑμᾶς, ὥσπερ ἐγὼ νῦν πονῶ καὶ κόπτομαι περὶ τῆς ὑμετέρας σωτηρίας, 49.119 οὕτω καὶ ὑμᾶς φροντίζειν τῆς ὑμετέρας ψυχῆς, καὶ πάντως ἂν τέλος ἔλαβε τουτὶ τὸ κατόρθωμα. Καὶ τί χρὴ τὰ πολλὰ λέγειν; εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις παρακούουσι, μηδὲ μισθὸς ὑπακούουσιν, ἐγὼ δὲ προσελθὼν ὁμῖν τοῦτο ἐν χάριτος ᾔτησα μέρει, ἆρα οὐκ ἂν ἐπενεύσατε; οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν, κούφην οὕτως αἰτοῦντι χάριν; Ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι' ὑμᾷς τοὺς διδόντας, οὐ δι' ἑαυτὸν τὸν λαμβάνοντα, τίς οὕτως ἀγνώμων, τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ 49.120 χάριν αἰτοῦντι μὴ δοῦναι, καὶ μάλιστα ὅταν αὐτὸς ἀπολαύειν μέλλῃ τῆς χάριτος ὁ διδούς; Ταῦτ' οὖν ἐννοήσαντες, καὶ πρὸς ἑαυτοὺς ἀναχωρήσαντες ἐντεῦθεν, λέγετε τὰ εἰρημένα ἅπαντα, καὶ τοὺς μὴ προσέχοντας παντὶ διορθοῦτε τρόπῳ, ἵνα καὶ τῶν οἰκείων καὶ τῶν ἀλλοτρίων κατορθωμάτων τὴν ἀμοιβὴν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
49.119.10 Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ
τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι' ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ
κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιαʹ. αʹ. Ἐπειδὰν ἐννοήσω τὸν παρελθόντα χειμῶνα καὶ τὴν παροῦσαν γαλήνην,
οὐ παύομαι λέγων· Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά· ὁ ποιήσας φῶς ἐκ σκότους, ὁ κατάγων εἰς πύλας ᾅδου καὶ ἀνάγων, ὁ παιδεύων καὶ μὴ θανατῶν, καὶ τοῦτο καὶ ὑμᾶς λέγειν βούλομαι διηνεκῶς, καὶ μὴ διαλιμπάνειν· εἰ γὰρ αὐτὸς τοῖς ἔργοις ἡμᾶς εὐηργέτησε, τίνος ἂν εἴημεν ἄξιοι συγγνώμης ἡμεῖς, μηδὲ λόγοις αὐτὸν ἀμειβόμενοι; ∆ιὸ παρακαλῶ μηδέποτε διαλιμπάνειν εὐχαριστοῦντας αὐτῷ· ἂν γὰρ περὶ τὰ πρῶτα γενώμεθα εὐγνώμονες, εὔδηλον ὅτι καὶ ἑτέρων μειζόνων ἀπολαύσομεν. Λέγωμεν τοίνυν διηνεκῶς· Εὐλογητὸς ὁ Θεὸς, ὁ καὶ ἡμῖν δοὺς μετὰ ἀδείας τὴν εἰωθυῖαν ὑμῖν παραθεῖναι τράπεζαν, καὶ ὑμῖν παρασχὼν μετὰ τοῦ θαῤῥεῖν τῶν ἡμετέρων ἀκροᾶσθαι λόγων· εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκέτι τὸν ἔξωθεν φεύγοντες κίνδυνον, ἀλλ' ἀκροάσεως ἐπιθυμοῦντες, ἐνταῦθα συντρέχομεν, οὐκέτι μετὰ ἀγωνίας καὶ τρόμου καὶ φροντίδος ἀλλήλοις συγγινόμεθα, ἀλλὰ μετὰ ἀδείας πολλῆς ἅπαν ἀποτιναξάμενοι τὸ δέος· ὡς τάς γε ἔμπροσθεν ἡμέρας τῶν κλυδωνιζομένων ἐν μέσῳ πελάγει, καὶ ναυάγιον καθ' ἑκάστην προσδοκώντων τὴν ὥραν, οὐδὲν ἄμεινον διεκείμεθα, μυρίαις δι' ὅλης ἡμέρας σοβούμενοι φήμαις, ταραττόμενοι καὶ δονούμενοι πάντοθεν, καὶ καθ' ἑκάστην ἡμέραν περιεργαζόμενοι