1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

89

μόνον, ἀλλὰ καὶ δεύτερον, τὸν μὲν ὑποτείνας τῷ βρέγματι κάτωθεν, τὸν δὲ ἄνωθεν περιβαλὼν τῇ τοῦ ἐγκεφάλου σαρκί· καὶ ἔστιν ἐκεῖνος τούτου σκληρότερος. Τοῦτο δὲ ἐποίησε διά τε τὴν εἰρημένην αἰτίαν, καὶ ἵνα τὰς φερομένας ἐπὶ τῆς κεφαλῆς πληγὰς μὴ πρῶτος ὁ ἐγκέφαλος δέχηται, ἀλλὰ προαπαντῶσαι αἱ μήνιγγες αὗται ταῖς βολαῖς τὴν βλάβην διαλύωσιν ἅπασαν, καὶ ἀνεπηρέαστον αὐτὸν διατηρῶσι. Καὶ τὸ μὴ συνεχές τε καὶ ἓν εἶναι τὸ καλύπτον αὐτὸν ὀστοῦν, ἀλλὰ πολλὰς πανταχόθεν ἔχειν ῥαφὰς, πολλῆς ἀσφαλείας αὐτῷ πάλιν ὑπόθεσις γίνεται. Τῶν τε γὰρ συνεχόντων αὐτὸν ἀτμῶν εἰς τὸ ἔξω ῥᾳδία γένοιτ' ἂν ἀναπνοὴ διὰ τῶν ῥαφῶν ἐκείνων, ὥστε αὐτὸν μὴ συμπνίγεσθαι· πληγή τε εἵ τις ἐπενεχθείη ποθὲν, οὐχ ὁλοσχερὴς γίνεται ἡ βλάβη. Εἰ μὲν γὰρ ἓν καὶ συνεχὲς ἦν τὸ ὀστοῦν, καὶ εἰς ἓν μέρος κατενεχθεῖσα ἡ πληγὴ τὸ πᾶν ἐλυμήνατο ἄν· τῷ δὲ εἰς πολλὰ διαιρεῖσθαι νῦν, οὐκ ἂν γένοιτο τοῦτο. Εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἓν, τὸ κατ' ἐκεῖνο τὸ μέρος ὀστοῦν κείμενον παραβλάπτεται μόνον, τὰ δὲ λοιπὰ ἀσινῆ μένει πάντα, τοῦ συνεχοῦς τῆς πληγῆς διακοπτομένου τῇ τῶν ὀστῶν διαι 49.124 ρέσει, καὶ οὐκ ἰσχύοντος εἰς τὰ παρακείμενα ἐκταθῆναι. ∆ιὰ τοῦτο ἐκ πολλῶν αὐτοῦ τὴν σκέπην ὀστῶν συνέθηκεν ὁ Θεὸς, καὶ καθάπερ οἰκίαν τις οἰκοδομῶν, στέγην καὶ κεραμῖδας ἄνωθεν ἐπιτίθησιν· οὕτω καὶ τὰ ὀστᾶ ταῦτα ἐπέθηκεν ἄνωθεν ἐπὶ τῆς κεφαλῆς ὁ Θεὸς, καὶ τρίχας βλαστάνειν παρεσκεύασεν, ὥστε ἀντὶ πιλημάτων τινῶν εἶναι τῇ κεφαλῇ. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς καρδίας ἐποίησεν. Ἐπειδὴ γὰρ τὸ κυριώτατόν ἐστι τῶν ἐν ἡμῖν μελῶν ἡ καρδία, καὶ τῆς ζωῆς ἡμῶν ἁπάσης αὕτη τὸ κῦρος ἐγκεχείρισται, καὶ τὸ τυχὸν πληγείσης αὐτῆς θάνατος γίνεται, στεγανοῖς καὶ σκληροῖς ὀστοῖς καὶ ταύτην πανταχόθεν περιέφραξε, ταῖς τοῦ θώρακος προβολαῖς καὶ ταῖς ὠμοπλάταις ὄπισθεν τειχίσας αὐτήν· καὶ ὅπερ ἐπὶ τῶν μηνίγγων ἐποίησε, τοῦτο καὶ ἐπὶ ταύτης εἰργάσατο. Ὥστε γὰρ μὴ συνεχῶς ἁλλομένην αὐτὴν καὶ πηδῶσαν ἐν τοῖς θυμοῖς καὶ ταῖς τοιαύταις ὁρμαῖς καὶ τῇ σκληρότητι τῶν ὀστῶν ἐγκρούουσαν τῶν περιφραττόντων αὐτὴν παρατρίβεσθαι καὶ ὀδυνᾶσθαι, ὑμένας τε ὑπέτεινεν ἐκεῖ πολλοὺς, καὶ τὸν πνεύμονα ὑπέθηκεν ὥσπερ ἁπαλὸν στρῶμα τοῖς ἅλμασιν αὐτῆς παραθεὶς, ἵνα ἀλύπως ἐῤῥηγνυμένη τούτῳ, μηδὲν ἀηδὲς πάσχῃ. Καὶ τί λέγω περὶ ἐγκεφάλου καὶ καρδίας, ὅπου γε εἴ τις καὶ περὶ τῶν ὀνύχων αὐτῶν ζητήσειε, πολλὴν καὶ ἐν τούτοις ὄψεται τὴν σοφίαν τοῦ Θεοῦ διαδεικνυμένην, καὶ ἀπὸ τοῦ σχήματος αὐτῶν, καὶ ἀπὸ τῆς οὐσίας, καὶ ἀπὸ τῆς θέσεως. Ἐνῆν δὲ εἰπεῖν καὶ τίνος ἕνεκεν οὐκ ἰσόμετροι πάντες ἡμῖν εἰσιν οἱ δάκτυλοι, καὶ πολλὰ ἕτερα τούτων πλείονα· ἀλλ' ἀρκούντως καὶ ἐκ τῶν εἰρημένων τοῖς ἐθέλουσι προσέχειν ἡ σοφία τοῦ δημιουργήσαντος ἡμᾶς διαλάμπει Θεοῦ· διόπερ ἀφεὶς τοῦτο τὸ μέρος τοῖς φιλοπόνοις ἐξεργάσασθαι μετὰ ἀκριβείας, ἐφ' ἑτέραν ἀντίθεσιν τρέψομαι. δʹ. Καὶ γὰρ πολλοὶ μετὰ τῶν εἰρημένων κἀκεῖνο ἀντιλέγουσι· Τί δήποτε, εἰ βασιλεὺς τῶν ἀλόγων ἐστὶν ὁ ἄνθρωπος, καὶ ῥώμῃ καὶ ὀξύτητι καὶ τάχει πολλὰ τῶν ζώων αὐτοῦ πλεονεκτεῖ; καὶ γὰρ ταχύτερον ἵππος ἀνθρώπου, καὶ τλητικώτερον βοῦς, καὶ κουφότερον ἀετὸς, καὶ ἰοχυρότερον λέων. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι καὶ ἐντεῦθεν μάλιστα εἰσόμεθα τοῦ Θεοῦ τὴν σοφίαν, καὶ τὴν τιμὴν ἣν ἡμᾶς ἐτίμησε. Ταχύτερον μὲν γὰρ ἵππος ἀνθρώπου, ἀλλ' εἰς ἀποδημίας τάχος ἐπιτηδειότερον ἄνθρωπος ἵππου· ἵππος μὲν γὰρ, κἂν πάντων ὀξύτατος καὶ ἀλκιμώτατος ᾖ, μόλις διακοσίους δραμεῖται τῆς ἡμέρας σταδίους· ἄνθρωπος δὲ ὑποζεύξας ἵππους ἐκ διαδοχῆς πολλοὺς, καὶ δισχιλίους δυνήσεται σταδίους διανύσαι. Ὥστε ὅπερ ἐκείνῳ τὸ τάχος, τούτῳ ὁ λογισμὸς καὶ ἡ τέχνη παρέσχε μετὰ πλείονος τῆς ὑπερβολῆς· οὐκ ἔχει μὲν γὰρ πόδας ἰσχυροὺς ὁ ἄνθρωπος, ὥσπερ ἐκεῖνος, ἔχει δὲ τοὺς ἐκείνου τῶν ἑαυτοῦ οὐκ ἔλαττον αὐτῷ διακονουμένους. Τῶν μὲν γὰρ ἀλόγων οὐδὲ ἓν ζώων ἕτερον πρὸς τὴν ἑαυτοῦ χρείαν ὑποζεῦξαι δύναται, ὁ δὲ ἄνθρωπος πάντα ἔπεισι, καὶ διὰ τῆς ποικίλης τέχνης τῆς παρὰ τοῦ Θεοῦ δοθείσης αὐτῷ, πρὸς τὴν μάλιστα