91
σκορπίων καὶ ἐχιδνῶν ἔστιν εἰπεῖν, ὅτι διὰ τὴν ἁμαρτίαν ἡμῖν ἐστι φοβερά. εʹ. Οὐκ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου μόνον, οὐδὲ ἐπὶ τῶν βίων τῶν διαφόρων, οὐδὲ ἐπὶ τῶν ἀλόγων, ἀλλὰ καὶ ἐπὶ δένδρων ἔστιν ἰδεῖν τὴν ποικιλίαν ταύτην· καὶ τὸ πάντων εὐτελέστερον ἴδοι τις ἂν κατὰ τοῦ μείζονος ἔχον ὑπεροχὴν, καὶ οὐ πάντα ἐν ἅπασιν ὄντα, ἵνα πάντα ἡμῖν ἀναγκαῖα ᾖ, καὶ τοῦ ∆εσπότου τὴν ποικίλην σοφίαν ἴδωμεν. Μὴ τοίνυν κατηγόρει τοῦ Θεοῦ διὰ τὴν φθορὰν τοῦ σώματος, ἀλλὰ διὰ τοῦτο μᾶλλον αὐτὸν προσκύνει, καὶ τῆς σοφίας καὶ τῆς κηδεμονίας αὐτὸν θαύμαζε· τῆς σοφίας μὲν, ὅτι ἴσχυσεν ἐν οὕτω φθαρτῷ σώματι τοσαύτην ἐπιδείξασθαι ἁρμονίαν· τῆς κηδεμονίας δὲ, ὅτι διὰ τὴν τῆς ψυχῆς ὠφέλειαν φθαρτὸν αὐτὸ ἐποίησεν, ἵνα αὐτῆς καταστείλῃ τὸ φύσημα, καὶ τὴν ἀπόνοιαν καθέλῃ. Τί οὖν οὐκ ἐξ ἀρχῆς αὐτὸ τοιοῦτον ἐποίησεν ὁ Θεὸς, φησίν; Ἀπολογούμενός σοι διὰ τῶν πραγμάτων αὐτῶν, καὶ μονονουχὶ λέγων διὰ τῆς ἐκβάσεως αὐτῆς, ὅτι Ἐγὼ μέν σε ἐπὶ μείζονα ἐκάλουν τιμὴν, σὺ δὲ σαυτὸν ἀνάξιον κατέστησας τῆς δωρεᾶς, ἐκπεσὼν τοῦ παραδείσου· πλὴν ἀλλ' οὐδὲ οὕτω περιόψομαί σε, ἀλλὰ διορθώσομαί σου τὸ ἁμάρτημα, καὶ εἰς τὸν οὐρανόν σε ἀνάξω. Καὶ γὰρ διὰ τοῦτό σε ἐπὶ τοσοῦτον χρόνον ἀφῆκα σήπεσθαι καὶ διαφθείρεσθαι, ἵνα ἐν τῷ πλήθει τοῦ χρόνου μόνιμός σοι γένηται τῆς ταπεινοφροσύνης ἡ διδασκαλία, καὶ μηδέποτε τὴν προτέραν ἔννοιαν ἀναλάβῃς. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ, καὶ τῆς κηδεμονίας αὐτὸν ἀμειψώμεθα ἀμοιβὴν ἡμᾶς ὠφελοῦσαν πάλιν, καὶ τῆς ἑντολῆς, ὑπὲρ ἧς συχνῶς ὑμῖν διαλέγομαι, πολλὴν ποιησώμεθα τὴν σπουδήν. Οὐδὲ γὰρ ἀποστήσομαι ἕως ἂν κατορθώσητε, ἐπειδὴ τὸ ζητούμενον ἡμῖν οὐ τοῦτό ἐστιν, ἢ ὀλιγάκις εἰπεῖν, ἢ πολλάκις, ἀλλὰ μέχρι τότε λέγειν, ἕως ἂν ὑμᾶς πείσωμεν. Πρὸς μὲν οὖν Ἰουδαίους ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, ἵνα τί μοι νηστεύετε; πρὸς ὑμᾶς δὲ ἐρεῖ δι' ἡμῶν· Εἰ εἰς ὅρκους καὶ ἐπιορκίας νηστεύετε, ἵνα τί νηστεύετε; Πῶς γὰρ τὸ Πάσχα ὀψόμεθα τὸ ἱερόν; πῶς τὴν θυσίαν δεξόμεθα τὴν ἁγίαν; πῶς τῶν θαυμαστῶν κοινωνήσομεν μυστηρίων διὰ τῆς γλώττης, δι' ἧς τὸν νόμον τοῦ Θεοῦ κατεπατήσαμεν, διὰ τῆς γλώττης, δι' ἧς τὴν ψυχὴν ἐμολύναμεν; Εἰ γὰρ πορφυρίδα τις βασιλικὴν οὐκ ἂν ἀνάσχοιτο χερσὶ δέξασθαι μεμιασμέναις, πῶς σῶμα ∆εσποτικὸν δεξόμεθα ἀκαθάρτῳ γενομένῃ γλώττῃ; Ὁ μὲν γὰρ ὅρκος τοῦ Πονηροῦ, ἡ δὲ θυσία τοῦ ∆εσπότου. Τίς οὖν κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Ὅτι μὲν οὖν ἐσπουδάκατε ταύτης ἀπαλλαγῆναι τῆς παρανομίας, οἶδα σαφῶς, ἀλλ' ἐπειδὴ καθ' αὑτὸν ἕκαστος οὐκ ἂν εὐκόλως αὐτὸ κατορθώσειε, ποιησώμεθα φρατρίας καὶ συμμορίας, καὶ ὅπερ ἐπὶ τῶν συμποσίων οἱ πένητες ποιοῦσιν, ἐπειδὰν αὐτῶν ἕκαστος ἑστιάτωρ ὁλόκληρος γενέσθαι μὴ δύνηται, συνελθόντες ἅπαντες ἐξ ἐράνου τὴν εὐωχίαν εἰσφέρουσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν· ἐπειδὴ καθ' ἑαυτούς ἐσμεν ῥᾴθυμοι, συμμορίας ποιήσαντες ἀλλήλοις παρεγγυῶμεν εἰσφέρειν συμβουλὴν, καὶ παραγγελίαν, καὶ παράκλησιν, καὶ ἐπιτίμησιν, καὶ ὑπόμνησιν, καὶ ἀπειλὴν, ἵνα ἐκ τῆς ἑκάστου σπουδῆς ἅπαντες κατορθώ 49.127 σωμεν. Ἐπειδὴ γὰρ τὰ τῶν πλησίον ὀξύτερον βλέπομεν ἢ τὰ ἡμέτερα, ἡμεῖς ἑτέρους φυλάττωμεν, καὶ τὴν ἡμετέραν φυλακὴν ἐπιτρέψωμεν ἐκείνοις, καὶ τὴν καλὴν ἅμιλλαν ταύτην ποιησώμεθα, ἵνα οὕτω περιγενόμενοι τῆς πονηρᾶς ταύτης συνηθείας, μετὰ παῤῥησίας ἐπὶ 49.128 τὴν ἁγίαν ταύτην ἔλθωμεν ἑορτὴν, καὶ τῆς ἁγίας μετάσχωμεν θυσίας μετὰ χρηστῆς ἐλπίδος, καὶ συνειδότος ἀγαθοῦ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.