95
τί τοῦτο; εἰς τί τοῦτο; ἕκαστον γὰρ χρήσιμόν ἐστιν, εἰ καὶ τὸν λόγον ἀγνοοῦμεν ἡμεῖς. Ὥσπερ οὖν ἐὰν εἰς ἰατρεῖον εἰσέλθῃς, καὶ ἴδῃς ἐργαλεῖα πολλὰ προκείμενα, θαυμάζεις τὴν ποικιλίαν τῶν ὀργάνων, καίτοι γε τὰς χρείας αὐτῶν οὐκ εἰδώς· οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζώων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν καὶ τῶν ἄλλων πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστοτέχνην Θεὸν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὕτε πάντα ἀφῆκεν ἄδηλα. Οὐκ ἀφῆκε μὲν γὰρ πάντα ἄδηλα, ἵνα μὴ ἀπρονόητα εἶναι λέγῃς τὰ ὄντα· οὐκ ἀφῆκε δέ σοι πάντα γνώριμα εἶναι, ἵνα μὴ τὸ μέγεθος τῆς γνώσεως εἰς ἀπόνοιάν σε ἐπάρῃ. Οὕτω γοῦν καὶ τὸν πρῶτον ἄν 49.131 θρωπον ὁ πονηρὸς δαίμων ἐκεῖνος ἐξετραχήλισεν, ἐλπίδι μείζονος γνώσεως καὶ τῆς οὔσης ἀποστερήσας. ∆ιὰ τοῦτο καὶ σοφός τις παραινεῖ λέγων· Ἰσχυρότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· τὰ γὰρ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις· καὶ πάλιν, Πλείονα συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι. Τοῦτο δὲ εἶπε παραμυθούμενος τὸν ἀσχάλλοντα καὶ ἀλύοντα, ἐπειδὴ μὴ πάντα οἶδεν. Καὶ γὰρ αὐτὰ, φησὶν, ἅπερ ἐπετράπης εἰδέναι, σφόδρα ὑπερβαίνει σου τὴν σύνεσιν· οὐδὲ γὰρ οἵκοθεν εὗρες, ἀλλὰ παρὰ τοῦ Θεοῦ διδαχθείς. Ἀρκοῦ τοίνυν τῷ δοθέντι πλούτῳ, καὶ μὴ πλέον ἐπιζήτει, ἀλλ' ὑπὲρ ὧν ἔλαβες εὐχαρίστει, μὴ ἀγανάκτει ὑπὲρ ὧν οὐκ ἔλαβες, καὶ ὑπὲρ ὧν οἶδας δόξαζε, μὴ σκανδαλίζου δι' ἃ οὐκ οἶδας· ἀμφότερα γὰρ χρησίμως ὁ Θεὸς ἐποίησε, καὶ τὰ μὲν ἀπεκάλυψε, τὰ δὲ ἀπέκλεισε, τῆς σῆς προνοῶν σωτηρίας. Εἷς μὲν οὖν, ὅπερ ἔφην, τρόπος θεογνωσίας ὁ διὰ τῆς κτίσεως, πολλὰς δυνάμενος ἡμέρας ἀναλῶσαι. Ἵνα γὰρ μὴ μόνου τοῦ ἀνθρώπου κατ' ἀκρίβειαν τὴν διατύπωσιν ἐπέλθωμεν, κατ' ἀκρίβειαν δὲ λέγω τὴν ἡμῖν δυνατὴν, οὐ τὴν ὄντως ἀκρίβειαν· εἰ γὰρ καὶ πολλοὺς εἰρήκαμεν τῶν γενομένων λόγους, ἀλλ' εἰσὶ καὶ ἕτεροι πλείους ἀπόῤῥητοι, οὓς ὁ ποιήσας οἶδε Θεός· οὐ γὰρ δὴ πάντας ἴσμεν αὐτοί· ἵν' οὖν ἅπασαν τοῦ ἀνθρώπου κατὰ ἀκρίβειαν τὴν διάπλασιν ἐπέλθωμεν καὶ τὴν ἐν ἑκάστῳ μέλει σοφίαν εὕρωμεν, τῶν νεύρων, τῶν φλεβῶν, τῶν ἀρτηριῶν τὴν διανομὴν, τὴν θέσιν, τὴν διάπλασιν τῶν ἄλλων ἁπάντων, οὐδὲ ἐνιαυτὸς ὁλόκληρος ἡμῖν ἀρκέσειεν ἂν πρὸς τὴν ἐξήγησιν ταύτην. ∆ιόπερ τοῦτον ἐνταῦθα καταλύσαντες τὸν λόγον, καὶ τοῖς φιλοπόνοις καὶ φιλομαθέσι παρασχόντες ἐκ τῶν εἰρημένων καὶ τὰ λοιπὰ τῆς κτίσεως ἐπελθεῖν μέρη, ἐφ' ἑτέραν ὑπόθεσιν τὸν λόγον τρέψωμεν, ἐνδεικτικὴν καὶ αὐτὴν οὖσαν τῆς τοῦ Θεοῦ προνοίας. Τίς οὖν ἐστιν ἡ δευτέρα ὑπόθεσις; Ἐξ ἀρχῆς πλάττων ὁ Θεὸς τὸν ἄνθρωπον, νόμον αὐτῷ φυσικὸν ἐγκατέθηκε. Καὶ τί ποτέ ἐστιν νόμος φυσικός; Τὸ συνειδὸς ἡμῖν διήρθρωσε, καὶ αὐτοδίδακτον ἐποίησε τὴν γνῶσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· οὐ γὰρ δεόμεθα μαθεῖν ὅτι κακὸν ἡ πορνεία, καὶ καλὸν ἡ σωφροσύνη, ἀλλ' ἴσμεν ἐξ ἀρχῆς τοῦτο. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐξ ἀρχῆς ἴσμεν, ὁ νομοθέτης νόμους διδοὺς ὕστερον, καὶ εἰπὼν, Οὐ φονεύσεις, οὐκ ἐπήγαγε, Κακὸν γὰρ ὁ φόνος, ἀλλ' ἁπλῶς, Οὐ φονεύσεις, εἶπεν· ἁπηγόρευσε γὰρ τὴν ἁμαρτίαν μόνον, οὐκ ἐδίδαξε. Τίνος οὖν ἕνεκεν εἰπὼν, Οὐ φονεύσεις, οὐ προσέθηκεν, Ὅτι κακὸν ὁ φόνος; Ἐπειδὴ προλαβὼν τὸ συνειδὸς ἡμᾶς ἐπαίδευσε τοῦτο, καὶ ὡς εἰδόσι καὶ ἐπισταμένοις οὕτω διαλέγεται. Ὅταν γοῦν περὶ ἑτέρας ἐντολῆς λέγῃ τῆς οὐ γνωρίμης ἡμῖν ἀπὸ τοῦ συνειδότος γενομένης, οὐκ ἀπαγορεύει μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν προστίθησι. Περὶ σαββάτου γοῦν νομοθετῶν καὶ λέγων, Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσεις ἔργον, καὶ τὴν αἰτίαν ἐπήγαγε τῆς ἀργίας· ποίαν δὴ ταύτην; Ὅτι ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι· καὶ πάλιν, Ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τοῦ σαββάτου τὴν αἰτίαν προσέθηκεν, ἐπὶ δὲ τοῦ φόνου οὐδὲν τοιοῦτον ἐποίησεν; Ἐπειδὴ αὕτη μὲν ἡ ἐντολὴ οὐ τῶν προηγουμένων ἦν, οὐδὲ τῶν ἐκ τοῦ συνειδότος ἡμῖν ἠκριβωμένων, ἀλλὰ μερική τις καὶ πρόσκαιρος, διὰ τοῦτο καὶ κατελύθη μετὰ ταῦτα· αἱ δὲ ἀναγκαῖαι