1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

98

τὰς αὐτὰς διδόναι δίκας; Τοῦτο γοῦν αὐτὸ ἐγκαλῶν ὁ Παῦλος ἔλεγε· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀπὸ γὰρ τῆς ψήφου, φησὶν, ἧς ἤνεγκας καθ' ἑτέρου, ἀπὸ ταύτης σοι κρινεῖ ὁ Θεὸς τότε· οὐ γὰρ δήπου σὺ μὲν δίκαιος, ὁ δὲ Θεὸς ἄδικος. Εἰ γὰρ σὺ οὐ περιορᾷς ἕτερον ἀδικούμενον, πῶς ὁ Θεὸς περιόψεται; εἰ σὺ διορθοῖς τὰ ἑτέρων ἁμαρτήματα, πῶς ὁ Θεὸς οὐ διορθώσεταί σε; Εἰ δὲ οὐ παρὰ πόδας ἐπάγει σοι τὴν τιμωρίαν, μὴ θάῤῥει διὰ τοῦτο, ἀλλὰ φοβοῦ μειζόνως. Οὕτω καὶ Παῦλος ἐκέλευσε λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; ∆ιὰ γὰρ τοῦτο ἀνέχεται, φησὶν, οὐχ ἵνα χείρων γένῃ, ἀλλ' ἵνα μετανοήσῃς· εἰ δὲ μὴ βούλει, κολάσεως μείζονος ἐφόδιον ἡ μακροθυμία σοι γίνεται ἀμετανοήτῳ μένοντι. Καὶ τοῦτο γοῦν αὐτὸ δηλῶν ἔλεγε· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐπεὶ οὖν ἑκάστῳ κατὰ τὰ ἔργα ἀποδίδωσι, καὶ νόμον διὰ τοῦτο φυσικὸν ἡμῖν ἐνέθηκε, καὶ γραπτὸν ὕστερον ἔδωκεν, ἵνα εὐθύνας ἀπαιτήσῃ τῶν ἁμαρτημάτων, καὶ ἵνα κατορθοῦντας στεφανώσῃ· μετὰ πολλῆς οὖν τῆς σπουδῆς, καὶ ὥσπερ εἰς δικαστήριον ἀπαντήσεσθαι μέλλοντες φοβερὸν, τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν, εἰδό 49.135 τες ὡς μηδεμιᾶς ἀπολαύσομεν συγγνώμης, εἰ μετὰ φυσικὸν καὶ γραπτὸν νόμον, καὶ διδασκαλίαν τοσαύτην, καὶ συνεχῆ παραίνεσιν, τῆς ἡμετέρας ἀμελήσαιμεν σωτηρίας.

ςʹ. Βούλομαι οὖν πάλιν περὶ τῶν ὅρκων ὑμῖν διαλεχθῆναι, αἰσχύνομαι δέ. Ἐμοὶ μὲν γὰρ οὐκ ἔστιν ἐπαχθὲς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὰ αὐτὰ πρὸς ὑμᾶς λέγειν, δέδοικα δὲ μὴ τὰς πολλὰς ταύτας ἡμέρας ὑμῖν παρακολουθήσας, πολλὴν ὑμῶν καταγνῶ ῥᾳθυμίαν περὶ πράγματος οὕτως εὐκόλου διηνεκοῦς δεομένων ὑπομνήσεως. Οὐκ αἰσχύνομαι δὲ μόνον, ἀλλὰ καὶ δέδοικα περὶ ὑμῶν· ἡ γὰρ συνεχὴς διδασκαλία τοῖς μὲν προσέχουσι σωτήριον καὶ χρήσιμον, τοῖς δὲ ῥᾳθυμοῦσι βλαβερὸν καὶ ἐπικίνδυνον. Καὶ γὰρ ὅσῳπερ ἄν τις πλεονάκις ἀκούσῃ, τοσούτῳ μᾶλλον ἐπισπᾶται τὴν κόλασιν μὴ ποιῶν τὰ λεγόμενα. Τοῦτο γοῦν καὶ Ἰουδαίοις ὀνειδίζων ἕλεγεν ὁ Θεός· Ἀπέστειλα τοὺς προφήτας μου ὀρθρίζων, καὶ ἀποστέλλων, καὶ οὐδὲ οὕτως εἰσηκούσατε. Ἡμεῖς μὲν οὖν ἀπὸ πολλῆς κηδεμονίας τοῦτο ποιοῦμεν, δεδοίκαμεν δὲ μὴ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν ἀντικαταστῇ πᾶσιν ὑμῖν ἡ παραίνεσις αὕτη καὶ ἡ συμβουλή. Ὅταν γὰρ καὶ τὸ κατόρθωμα εὔκολον ᾖ, καὶ ὁ συνεχῶς ὑπομιμνήσκων μὴ διαλιμπάνῃ, ποίαν ἕξομεν ἀπολογίαν εἰπεῖν; ἢ τίς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως λόγος; Εἰπὲ γάρ μοι, ἂν ἀργύριόν σοι χρεωστούμενον τύχῃ, οὐκ ἀεὶ συντυγχάνων τῷ ὀφείλοντι ἀναμιμνήσκεις αὐτὸν τοῦ δανείσματος; Τοῦτο καὶ σὺ ποίησον, καὶ ἕκαστος νομιζέτω τὸν πλησίον ἀργύριον ὀφείλειν αὐτῷ, τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς ταύτης, καὶ ἀπαντῶν ὑπὲρ τῆς ἐκτίσεως αὐτὸν ἀναμιμνησκέτω, εἰδὼς ὡς οὐ μικρὸς ἡμῖν ἀπόκειται κίνδυνος τῶν ἀδελφῶν οὐκ ἐπιμελουμένοις. ∆ιὰ τοῦτο καὶ ἐγὼ τὰ αὐτὰ λέγων οὐ παύομαι· δέδοικα γὰρ μήποτε κατ' ἐκείνην ἀκούσω τὴν ἡμέραν· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας. Ἰδοὺ γοῦν κατέβαλον οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις· ὑμῶν ἐστι λοιπὸν τὸν τόκον ἐπιδείξασθαι· τόκος δὲ ἀκροάσεως, ἡ διὰ τῶν ἔργων ἐπίδειξις· καὶ γὰρ 49.136 ∆εσποτικὰ τὰ καταβαλλόμενα. Μὴ τοίνυν παρέργως ὑποδεξώμεθα, ἀλλὰ μετὰ ἀκριβείας κατέχωμεν τὴν παρακαταθήκην, ἵνα μετὰ πολλῆς τῆς ἐργασίας αὐτὴν ἀποδῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην. Ἐὰν γὰρ μὴ καὶ ἑτέρους εἰς τὸ αὐτὸ ἐναγάγῃς κατόρθωμα, ἀκούσῃ τῆς φωνῆς ἐκείνης ἧς ἤκουσεν ὁ τὸ τάλαντον κατορύξας. Ἀλλὰ μὴ γένοιτο ταύτης, ἀλλὰ τῆς ἄλλης ὑμᾶς ἀκοῦσαι φωνῆς ἣν πρὸς τὸν ἐργασάμενον ἀφῆκε λέγων ὁ Χριστός·