105
τον ἀρετῆς ἥκοντας οὐκ ἔφη δύνασθαί τι τοὺς Ἰουδαίους ὠφελήσειν, διὰ τὸ πολλῇ ῥᾳθυμίᾳ αὐτοὺς ἐκείνους ἐκδοθῆναι. Ἐπεὶ οὖν ἀπὸ τῶν οἰκείων ἔργων κολαζόμεθα καὶ σωζόμεθα, σπουδάσωμεν, παρακαλῶ, μετὰ 49.144 τῶν ἄλλων ἁπάντων καὶ ταύτην ἐκπληρῶσαι τὴν ἐντολὴν, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἐντεῦθεν ἀπελθόντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
49.143 Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ
θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου
γίνονται ἐπιορκίαι. Ὁμιλία ιδʹ.
αʹ. Οὐχ ὡς ἔτυχε τὴν πόλιν ἡμῖν ὁ διάβολος χθὲς ἐθορύβησεν, ἀλλὰ καὶ ὁ Θεὸς ἡμᾶς οὐχ ὡς ἔτυχε παρεκάλεσε πάλιν, ὥστε καὶ ἡμῶν ἕκαστον εὐκαίρως εἰπεῖν ἐκεῖνο τὸ προφητικόν· Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐ τῷ παρακαλέσαι δὲ μόνον, ἀλλὰ καὶ τῷ συγχωρῆσαι θορυβηθῆναι, τὴν κηδεμονίαν ὁ Θεὸς ἡμῖν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ὅπερ γὰρ λέγων οὐδέποτε ἐπαυσάμην, τοῦτο καὶ τήμερον ἐρῶ, ὅτι οὐχ ἡ ἀπαλλαγὴ τῶν δεινῶν, ἀλλὰ καὶ ἡ συγχώρησις τούτων ἀπὸ τῆς εὐνοίας γίνεται τοῦ Θεοῦ. Ὅταν γὰρ ἴδῃ πρὸς ῥᾳθυμίαν ἡμᾶς ἐκκλίνοντας, καὶ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀποπηδῶντας, καὶ τῶν πνευματικῶν οὐδένα ποιουμένους λόγον, ἐγκαταλιμπάνει μικρὸν, ἵνα ταύτῃ σωφρονισθέντες σπουδαιότερον πρὸς αὐτὸν ἐπανέλθωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐφ' ἡμῶν τῶν ῥᾳθύμων τοῦτο ποιεῖ, ὅπου γε καὶ Παῦλος καὶ ἐπ' αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν ταύτην ἔλεγεν αἰτίαν εἶναι τῶν πειρασμῶν; Κορινθίοις γὰρ ἐπιστέλλων τὴν δευτέραν ἐπιστολὴν οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπῃωρήθησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι λοιπὸν ἐλπίσαι χρηστήν τινα ἔσεσθαι μεταβολὴν, ἀλλ' ἢ θάνατον ἀναμένειν πάντως· τοῦτο γάρ ἐστι τὸ, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην ἀπόγνωσιν ἔλυσεν ὁ Θεὸς τὸν χειμῶνα, καὶ τὸ νέφος παρήνεγκε, καὶ ἐξ αὐτῶν τοῦ θανάτου τῶν πυλῶν ἡμᾶς ἥρπασεν, Εἶτα δεικνὺς ὅτι καὶ τὸ συγχωρῆσαι μέχρι τοσούτου κατενεχθῆναι, κηδεμονίας ἦν πολλῆς, τὸ γινόμενον ἀπὸ τῶν πειρασμῶν διηγεῖται κέρδος· τοῦτο δὲ ἦν τὸ συνεχῶς πρὸς αὐτὸν βλέπειν, ἀλλὰ μὴ μέγα φρονεῖν μηδὲ ἐπαίρεσθαι. ∆ιὰ τοῦτο εἰπὼν ὅτι, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, καὶ τὴν αἰτίαν ἐπήγαγε. Τίς δέ ἐστιν ἡ αἰτία αὕτη; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ζωοποιοῦντι τοὺς νεκρούς. Νυστάζοντας γὰρ ἡμᾶς καὶ καταπίπτοντας ἀφυπνίζειν εἴωθε τῶν πειρασμῶν ἡ φύσις, καὶ διεγείρειν καὶ εὐλαβεστέρους ποιεῖν. Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς, ἀλλὰ χρηστὰς ἔχε 49.144 τὰς ἐλπίδας, ἐκεῖνο πρὸς ἑαυτὸν λογιζόμενος, ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος Μὴ τοίνυν ἀπαγορεύσωμεν μηδὲ τὴν ἐπὶ τὸ βέλτιον ἀπογνῶμεν