1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

112

τὴν πανωλεθρίαν τοῦ δήμου παντὸς, τὴν οὐ γενομένην μὲν, συμβᾶσαν δὲ ὅμως ἀπὸ τῆς ἀνάγκης τῶν ὅρκων, πρὸς ἀλλήλους λέγειν παρακαλῶ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πρὸς γυναῖκας, καὶ πρὸς φίλους, καὶ πρὸς γείτονας, καὶ πρὸς πάντας ἀνθρώπους ἁπλῶς ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι σπουδὴν, καὶ μὴ νομίζειν ἀρκοῦσαν ἡμῖν ἀπολογίαν εἶναι, εἰ συνήθειαν προβαλοίμεθα. Ὅτι γὰρ σκῆψις ταῦτα καὶ πρόφασις, καὶ οὐ συνηθείας, ἀλλὰ ῥᾳθυμίας ἐστὶν ἡ παρανομία, ἀπὸ τῶν ἤδη συμβάντων ὑμῖν πεῖσαι πειράσομαι. Ἀπέκλεισε τὰ βαλανεῖα τῆς πόλεως ὁ βασιλεὺς, καὶ μηδένα λούσασθαι ἐκέλευσε, καὶ οὐδεὶς ἐτόλμησε παραβῆναι τὸν νόμον, οὐδὲ αἰτιάσασθαι τὸ γεγενημένον, οὐδὲ 49.152 συνήθειαν προβαλέσθαι· ἀλλὰ καὶ ἐν ἀῤῥωστίᾳ ὄντες πολλάκις, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων ἄρτι παυσάμεναι πολλαὶ γυναῖκες, καὶ ἀναγκαίως ἅπαντες τὸ φάρμακον τοῦτο ἐπιζητοῦντες, φέρουσι καὶ ἑκόντες καὶ ἄκοντες τὸ ἐπίταγμα, καὶ οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν μέχρι τούτου στῆναι τὴν βασιλικὴν ὀργήν. Ὁρᾷς ὅτι ἔνθα φόβος, εὐκόλως λύεται συνήθεια, κἂν σφόδρα χρονία τις ᾖ καὶ ἀναγκαία; Καίτοι τὸ μὴ λούσασθαι χαλεπόν. Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, ἡ τοῦ σώματος φύσις ἐλέγχεται οὐδὲν ἀπὸ τῆς κατὰ τὴν ψυχὴν φιλοσοφίας εἰς τὴν οἰκείαν ὑγίειαν ὠφελουμένη· τὸ δὲ μὴ ὀμνύειν σφόδρα ῥᾴδιον, καὶ οὐδεμίαν οἴσει βλάβην, οὐ τοῖς σώμασιν, οὐ ταῖς ψυχαῖς, ἀλλὰ καὶ πολὺ τὸ κέρδος, μεγάλην τὴν ἀσφάλειαν, πολλὴν τὴν εὐπορίαν. Πῶς οὖν οὐκ ἄτοπον, βασιλέως μὲν ἐπιτάττοντος καὶ τὰ χαλεπώτατα φέρειν, Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, ἀλλὰ ῥᾴδιον σφόδρα καὶ εὔκολον, καταφρονεῖν καὶ καταγελᾷν, καὶ συνήθειαν προβάλλεσθαι; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου τῆς ἑαυτῶν καταφρονῶμεν σωτηρίας, ἀλλὰ φοβηθῶμεν τὸν Θεὸν, ὡς φοβούμεθα ἄνθρωπον. Οἶδα ὅτι ἐφρίξατε τοῦτο ἀκούοντες, ἀλλὰ φρίκης ἄξιον τὸ μηδὲ τοσαύτην ἀπονέμειν τῷ Θεῷ τιμὴν, ἀλλὰ τοὺς βασιλικοὺς νόμους μετὰ ἀκριβείας φυλάττοντας, τοὺς θείους καὶ ἐκ τῶν οὐρανῶν καταβάντας καταπατεῖν, καὶ πάρεργον εἶναι νομίζειν τὴν περὶ ταῦτα σπουδήν. Ποία γὰρ ἡμῖν ἀπολογία λοιπὸν ἔσται; τίς δὲ συγγνώμη, ὅταν μετὰ τοσαύτην παραίνεσιν τοῖς αὐτοῖς ἐπιμένωμεν; Καὶ γὰρ ἀρξαμένης τῆς συμφορᾶς ταύτης τῆς τὴν πόλιν κατεχούσης ἠρξάμην τῆς παραινέσεως ταύτης· καὶ ἡ μὲν μέλλει λύεσθαι λοιπὸν, ἡμεῖς δὲ οὐδέπω μίαν ἐντολὴν κατωρθώσαμεν. Πῶς οὖν αἰτήσομεν ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντολὴν ἀνύσαι μὴ δυνηθέντες; πῶς δὲ προσδοκήσομεν τὴν χρηστὴν μεταβολήν; πῶς δὲ εὐξόμεθα; ποίᾳ δὲ γλώττῃ τὸν Θεὸν καλέσομεν; Ἂν μὲν γὰρ ἀνύσωμεν τὸν νόμον, πολλὴν καρπωσόμεθα τὴν ἡδονὴν, τοῦ βασιλέως τῇ πόλει καταλλαγέντος· ἂν δὲ μείνωμεν ἐπὶ τῆς παρανομίας, αἰσχύνη καὶ ὄνειδος ἡμῖν ἔσται πάντοθεν, ὅτι, τοῦ Θεοῦ λύσαντος τὸν κίνδυνον, ἡμεῖς ἐπὶ τῆς αὐτῆς ἐμείναμεν ῥᾳθυμίας. Εἴθε μοι δυνατὸν ἦν τὰς ψυχὰς ἀποδῦσαι τῶν πολυόρκων, καὶ ὄψεσιν ὑποβαλεῖν αὐτῶν τὰ τραύματα καὶ τοὺς μώλωπας, οὓς ἀπὸ τῶν ὅρκων καθ' ἑκάστην λαμβάνουσι τὴν ἡμέραν· καὶ οὐκ ἂν ἐδεήθημεν παραινέσεως ἢ συμβουλῆς, τῆς τῶν τραυμάτων ὄψεως ἀρκούσης λόγου παντὸς δυνατώτερον καὶ τοὺς σφόδρα ἐπικειμένους τῇ πονηρᾷ ταύτῃ συνηθείᾳ τῆς πονηρίας ἀπαγαγεῖν. Πλὴν ἀλλ' εἰ καὶ μὴ ταῖς ὄψεσι δυνατὸν, τῷ λογισμῷ δυνατὸν αὐτῶν ὑποβαλεῖν τῆς ψυχῆς τὸ αἶσχος, καὶ δεῖξαι σεσηπυῖαν αὐτὴν καὶ διεφθαρμένην. Ὥσπερ γὰρ, φησὶν, οἰκέτης ἐταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων τὸν Θεὸν διαπαντὸς, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Ἀμήχανον γὰρ, ἀμήχανον, στόμα μεμελετηκὸς ὀμνύναι, μὴ συνεχῶς ἐπιορκεῖν. ∆ιὸ δὴ παρακαλῶ πάντας τὴν ὀλέθριον 49.153