1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

118

ἁμίλλας θεωρεῖν, καὶ κυβεύειν, οὐ δοκεῖ πλημμέλημα τοῖς πολλοῖς ὡμολογημένον εἶναι, μυρία δὲ εἰς τὸν βίον εἰσάγει κακά. Καὶ γὰρ ἡ ἐν τοῖς θεάτροις διατριβὴ πορνείαν, ἀκολασίαν, καὶ πᾶσαν ἀσέλγειαν ἔτεκε, καὶ ἡ τῆς ἁμίλλης τῶν ἵππων θεωρία μάχας, λοιδορίας, πληγὰς, ὕβρεις, ἀπεχθείας διηνεκεῖς ἐπήγαγε· καὶ ἡ περὶ τὸ κυβεύειν σπουδὴ βλασφημίας, ζημίας, ὀργὰς, λοιδορίας, καὶ μυρία ἕτερα τούτων δεινότερα πολλάκις εἰργάσατο. Μὴ τοίνυν τὰ ἁμαρτήματα φεύγωμεν μόνον, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν ἀδιάφορα εἶναι, κατὰ μικρὸν δὲ ἡμᾶς εἰς τὰς πλημμελείας ἄγοντα ταύτας. Καὶ γὰρ ὁ παρὰ κρημνὸν βαδίζων, κἂν μὴ καταπέσῃ, τρέμει, καὶ πολλάκις ὑπ' αὐτοῦ τοῦ τρόμου περιτραπεὶς κατέπεσεν· οὕτω καὶ ὁ μὴ πόῤῥωθεν φεύγων τὰς ἁμαρτίας, ἀλλ' ἐγγὺς αὐτῶν βαδίζων, μετὰ φόβου βιώσεται, καὶ πολλάκις εἰς αὐτὰς ἐμπεσεῖται. Καὶ γὰρ ὁ τὰ ἀλλότρια περιεργαζόμενος κάλλη, κἂν μὴ μοιχεύσῃ, τέως ἐπεθύμησε, καὶ γέγονε κατὰ τὴν ἀπόφασιν τοῦ Χριστοῦ μοιχός· πολλάκις δὲ ὑπ' αὐτῆς τῆς ἐπιθυμίας καὶ εἰς τὴν διὰ τῆς πείρας ἁμαρτίαν καταφέρεται. Πόῤῥωθεν τοίνυν ἑαυτοὺς ἀναστείλωμεν τῶν ἁμαρτημάτων. Βούλει σωφρονεῖν; μὴ φύγῃς μοιχείαν μόνον, ἀλλὰ καὶ ἀκόλαστον ὄψιν. Βούλει ῥημάτων αἰσχρῶν εἶναι μακράν; μὴ τὰ αἰσχρὰ ῥήματα φύγῃς μόνον, ἀλλὰ καὶ γέλωτα ἄτακτον, καὶ ἐπιθυμίαν ἅπασαν. Βούλει φόνων εἶναι πόῤῥω; φεῦγε λοιδορίας. Βούλει μέθης ἀφίστασθαι; φεῦγε τρυφὰς καὶ τὰς πολυτελεῖς τραπέζας, καὶ πρόῤῥιζον τὴν κακίαν ἀνάσπασον. Μεγάλη παγὶς γλώσσης ἀκολασία καὶ πολλοῦ δεομένη τοῦ χαλινοῦ. ∆ιὰ τοῦτο καί τίς φησι· Παγὶς ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος. εʹ. Πρὸ τῶν ἄλλων τοίνυν ἁπάντων μελῶν ταύτην σωφρονίσωμεν, ταύτην χαλινώσωμεν, καὶ λοιδορίας καὶ ὕβρεις καὶ αἰσχρολογίας καὶ κακηγορίας ἀπὸ τοῦ στόματος ἐξελάσωμεν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν· πάλιν γὰρ ἡμᾶς ἐπὶ τὴν αὐτὴν παραίνεσιν ὁ λόγος ἤγαγε. Καίτοι γε ἑσπέρας συνεταξάμην ὑμῶν τῇ ἀγάπῃ, ὡς οὐκέτι περὶ τῆς ἐντολῆς ταύτης ἐρῶ, διὰ τὸ πάσας τὰς ἔμπροσθεν ἡμέρας ἀρκούντως περὶ αὐτῆς διειλέχθαι· ἀλλὰ τί πάθω; Ἕως ἂν ἴδω κατορθώσαντας, οὐ στέγω τῆς συμβουλῆς ἀποσχέσθαι· ἐπεὶ καὶ Παῦλος Γαλάταις λέγων, Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, πάλιν αὐτοῖς φαίνεται συγγενόμενος καὶ διαλεχθείς. Τοιαῦτα τὰ σπλάγχνα τὰ πατρικὰ, κἂν εἴπωσιν ἀφίστασθαι, οὐκ ἀφίστανται, ἕως ἂν ἴδωσι σωφρο 49.160 νισθέντας αὐτῶν τοὺς παῖδας. Ἠκούσατε τοῦ προφήτου σήμερον περὶ τῶν ὅρκων ἡμῖν διαλεγομένου; Ἐπέβλεψα τοῖς ὀφθαλμοῖς μου, καὶ εἶδον, φησὶ, καὶ ἰδοὺ δρέπανον πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους πηχῶν δέκα, καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπον· Ὁρῶ δρέπανον πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους δέκα πηχῶν· καὶ εἰσελεύσεται εἰς τὸν οἶκον, φησὶ, τοῦ ὀμνύοντος τῷ ὀνόματί μου, καὶ καταλύσει ἐν τῷ μέσῳ, καὶ κατασκάψει τοὺς λίθους καὶ τὰ ξύλα. Τί ποτέ ἐστι τὸ εἰρημένον, καὶ τίνος ἕνεκεν ἐν τάξει δρεπάνης ἡ τοῖς ὀμνύουσιν ἑπομένη τιμωρία φαίνεται, καὶ δρεπάνης πετομένης; Ἵνα τὸ ἄφυκτον τῆς δίκης καὶ τὸ ἀδιεξόδευτον τῆς κολάσεως ἴδῃς. Ξίφος μὲν γὰρ πετόμενον ἴσως τις διαδρᾶναι δυνήσεται, δρεπάνην δὲ εἰς τὸν τράχηλον ἐμπεσοῦσαν καὶ ἀντὶ σχοινίου γενομένην, οὐδεὶς ἂν διαφύγοι· ὅταν δὲ καὶ πτερὰ προσῇ, ποία λοιπὸν σωτηρίας ἐλπίς; Τίνος δὲ ἕνεκεν τοὺς λίθους καὶ τὰ ξύλα καταλύει τοῦ ὀμνύοντος; Ἵνα τοῖς ἄλλοις σωφρονισμὸς τὸ πάθος γένηται. Ἐπειδὴ γὰρ τὸν ὀμνύοντα ἀποθανόντα ἀνάγκη τῇ γῇ κρύπτεσθαι, ἡ οἰκία καταλυθεῖσα καὶ χῶμα γενομένη τοῖς παριοῦσιν ἅπασι καὶ βλέπουσι παραινέσεται διὰ τῆς ὄψεως, μὴ τὰ αὐτὰ τολμᾷν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι, καὶ κατήγορος ἔσται τῆς τοῦ τετελευτηκότος ἁμαρτίας διηνεκής. Οὐχ οὕτω κεντεῖ ξίφος, ὡς ὅρκου φύσις· οὐχ οὕτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ὁ ὀμόσας, κἂν δοκῇ ζῇν, ἤδη τετελεύτηκε, καὶ τὴν πληγὴν ἐδέξατο· καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβὼν, καὶ πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, καὶ ἐπὶ τὸ βάραθρον ἐλθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον, τέθνηκεν ἅμα