1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

122

αὐτῶν ἀναμνήσθητι τότε. Ἂν ταχέως τοῦτον κατορθώσητε τὸν νόμον, καὶ ἐφ' ἕτερα μείζονα τὴν διδασκαλίαν προάξομαι. Ἰδοὺ δεύτερον ἔτος ἔχω τοῦτο πρὸς τὴν ὑμετέραν διαλεγόμενος ἀγάπην, καὶ οὐδὲ ἑκατὸν στίχους τῶν Γραφῶν ὑμῖν ἴσχυσα ἐξηγήσασθαι· τὸ δὲ αἴτιον, ὅτι παρ' ἡμῶν δέεσθε μανθάνειν, ἅπερ οἴκοθεν καὶ παρ' ἑαυτῶν δύνασθε κατορθοῦν· καὶ τὸ πλέον ἡμῖν τῆς παραινέσεως εἰς τὸν ἠθικώτερον ἀναλίσκεται λόγον. Ταῦτα δὲ οὐκ ἐχρῆν οὕτω γίνεσθαι· ἀλλὰ τὴν μὲν τῶν τρόπων ἐπιμέλειαν οἴκοθεν ὑμᾶς καὶ παρ' ἑαυτῶν παιδεύεσθαι, τῶν Γραφῶν δὲ τὰ νοήματα καὶ τὰς θεωρίας ἡμῖν ἐπιτρέπειν. Εἰ δὲ καὶ ἐχρῆν καὶ παρ' ἡμῶν ὑμᾶς ἀκοῦσαι, πλέον μιᾶς ἡμέρας οὐκ ἔδει· οὐδὲ γὰρ ποικίλον τι καὶ δυσεύρετόν ἐστι τὸ λεγόμενον, οὐδὲ κατασκευῆς δεόμενόν τινος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, σοφισμῶν οὐκ ἔστι καιρός. Ὁ Θεὸς εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀπαίτει με λοιπὸν εὐθύνας. Νόμος ἐστὶ βασιλικός· ὁ θεὶς αὐτὸν οἶδε τὸν λόγον τοῦ νόμου· εἰ μὴ συμφέρον ἦν, οὐκ ἂν ἐκώλυσε, οὐκ ἂν ἀπηγόρευσε. Βασιλεῖς εἰσφέρουσι νόμους, καὶ οὐχ ἅπαντας συμφερόντως πολλάκις· ἄνθρωποι γάρ εἰσι καὶ οὐκ ἂν δύναιντο τὸ χρήσιμον οὕτως εὑρεῖν, ὥσπερ ὁ Θεὸς, ἀλλ' ὅμως οὕτω πειθόμεθα· κἂν γυναῖκας ἀγώμεθα, κἂν διαθήκας ποιῶμεν, κἂν οἰκέτας ὠνεῖσθαι μέλλωμεν, κἂν οἰκίας, κἂν ἀγροὺς, κἂν ὁτιοῦν ἕτερον ποιεῖν, οὐκ οἰκείᾳ γνώμῃ ταῦτα πράττομεν, ἀλλ' ὅπως ἂν ἐκεῖνοι διατάξωσι, καὶ τὰ ἡμῶν αὐτῶν διαθέσθαι κατὰ γνώμην τὴν ἡμετέραν οὐκ ἐσμὲν κύριοι καθόλου· ἀλλὰ πολλαχοῦ ταῖς ἐκείνων δουλεύομεν γνώμαις, κἂν ποιήσωμέν τι παρὰ τὸ δοκοῦν ἐκείνοις, ἄκυρον καὶ ἄχρηστον γίνεται. Εἶτα τοῖς μὲν τῶν ἀνθρώπων νόμοις τοσαύτην ἀπονέμομεν τιμὴν, τοὺς δὲ τοῦ Θεοῦ νόμους οὕτω καταπατήσομεν, εἰπέ μοι; καὶ ποίας ταῦτα ἀπολογίας ἄξια; ποίας συγγνώμης; Εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀντινομοθετήσῃς αὐτῷ διὰ τῶν πραγμάτων, ἵνα μετὰ ἀσφαλείας ἅπαντα καὶ ποιῇς καὶ λέγῃς.

γʹ. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· φέρε δὲ μίαν ῥῆσιν ἐκ τῶν σήμερον ἀναγνωσθέντων παραθέντες ὑμῖν, καταπαύσωμεν τὸν λόγον· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, φησὶ, καὶ Τιμόθεος ὁ ἀδελφός. Μέγας ὁ τοῦ Παύλου χρηματισμὸς, οὐκ ἀρχῆς καὶ τιμῆς ὄνομα, ἀλλὰ δεσμὰ καὶ ἁλύσεις· ἀληθῶς μέγας· καίτοι πολλὰ αὐτὸν ἕτερα λαμπρὸν ποιεῖ, τὸ εἰς οὐρανὸν ἁρπαγῆναι τρίτον, τὸ εἰς παράδεισον ἀπενεχθῆναι, τὸ ἀκοῦσαι ἄῤῥητα ῥήματα· ἀλλ' οὐδὲν τούτων ἔθηκεν, ἀλλ' ἀντὶ πάντων τὴν ἅλυ 49.165 σιν· αὕτη γὰρ αὐτὸν ἐκείνων ἐπιφανέστερον ἐποίει καὶ λαμπρότερον. Τί δήποτε; Ὅτι ἐκεῖνα μὲν τῆς τοῦ ∆εσπότου φιλανθρωπίας ἐστὶ χαρίσματα, ταῦτα δὲ τῆς καρτερίας τοῦ δούλου, καὶ τῆς ὑπομονῆς δείγματα· ἔθος δὲ τοῖς φιλοῦσιν ἐπ' ἐκείνοις μᾶλλον φρονεῖν, ἐφ' οἷς ἂν πάσχωσιν ὑπὲρ τῶν φιλουμένων, ἢ ἐφ' οἷς ἂν εὐεργετῶνται παρ' αὐτῶν. Οὐχ οὕτω βασιλεὺς ἐπὶ τῷ διαδήματι ἐναβρύνεται, ὡς ἐκεῖνος ἐπὶ τοῖς δεσμοῖς ἐκαλλωπίζετο· καὶ μάλα εἰκότως. ∆ιάδημα μὲν γὰρ κόσμον μόνον φέρει τῇ στεφανουμένῃ κεφαλῇ, ἡ δὲ ἅλυσις καὶ κόσμον πολλῷ μείζονα καὶ ἀσφάλειαν. Ὁ στέφανος ὁ βασιλικὸς πολλάκις προὔδωκε τὴν περικειμένην αὐτὸν κεφαλὴν, καὶ μυρίους ἐπιβούλους ἐπεσπάσατο, καὶ εἰς τυραννίδος ἐπιθυμίαν ἐκάλεσε· καὶ ἐν πολέμοις δὲ οὕτως ἐστὶν ἐπισφαλὴς ὁ κόσμος οὗτος, ὡς κρύπτεσθαι αὐτὸν καὶ ἀποτίθεσθαι. Οἱ γοῦν βασιλεῖς ἐν πολέμοις τὸ σχῆμα ἀμείβοντες, οὕτως ἑαυτοὺς τοῖς πολεμοῦσιν ἀναμιγνύουσι· τοσαύτη ἡ προδοσία ἀπὸ τοῦ στεφάνου γίνεται. Ἡ δὲ ἅλυσις οὐδὲν τοιοῦτον προξενεῖ τοῖς ἔχουσιν, ἀλλὰ τοὐναντίον ἅπαν· ὅταν πόλεμος ᾖ καὶ παράταξις πρὸς τοὺς δαίμονας καὶ τὰς ἀντικειμένας δυνάμεις, προβαλλόμενος αὐτὴν ὁ περικείμενος ἀποκρούεται τὰς ἐκείνων ἐφόδους. Καὶ τῶν μὲν ἀρχόντων τῶν ἔξωθεν πολλοὶ οὐχ ἡνίκα ἂν ἄρχωσιν, ἀλλὰ καὶ ἡνίκα ἂν παραλυθῶσι τῆς ἀρχῆς, περιφέρουσιν αὐτῆς τὸ ὄνομα. Ὁ δεῖνα ἐξ ὑπάτων λέγοντες, ὁ δεῖνα ἐξ ὑπάρχων· οὗτος δὲ ἀντὶ πάντων τούτων, Παῦλος δέσμιος, φησί· καὶ μάλα εἰκότως. Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ οὐ πάντως εἰσὶ