1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

126

ἔχει φιλοσοφίας διδασκαλίαν. Ὁ ἐν ὀδύνῃ καὶ θλίψει, ἀρκοῦσαν ἔχει παράκλησιν· ὁ ἐν τρυφῇ καὶ πολυτελείᾳ, μέγαν σωφρονισμόν. Ὅταν γὰρ ἐπὶ τῆς τραπέζης κατακείμενος ἀναμνησθῇς τῆς ῥήσεως ταύτης, ἀποπηδήσεις ταχέως τῆς μέθης καὶ τῆς ἀδηφαγίας, μαθὼν διὰ τῆς λέξεως ταύτης, ὅτι ἐναγωνίους ἡμᾶς εἶναι χρή· καὶ πρὸς ἑαυτὸν ἐρεῖς· Παῦλος ἐν δεσμοῖς καὶ δεσμωτηρίοις, ἐγὼ δὲ ἐν μέθῃ καὶ πολυτελεῖ τραπέζῃ· καὶ ποίας τεύξομαι συγγνώμης; Τοῦτο καὶ γυναιξὶν ἐπιτήδειον τὸ ῥῆμα· αἱ γὰρ φιλόκοσμοι καὶ πολυτελεῖς, καὶ χρυσῷ πάντοθεν ἑαυτὰς καταδεσμοῦσαι, τῆς ἁλύσεως ταύτης ἀναμνησθεῖσαι, μισήσουσιν, εὖ οἶδ' ὅτι, καὶ βδελύξονται τὸν κόσμον ἐκεῖνον, καὶ πρὸς ταῦτα δραμοῦνται τὰ δεσμά. Ἐκεῖνα μὲν γὰρ πολλῶν κακῶν αἴτια γέγονε πολλάκις, καὶ μυρίους πολέμους εἰς τὴν οἰκίαν συνήγαγε, καὶ φθόνους καὶ βασκανίας καὶ μῖσος ἔτεκε· ταῦτα δὲ τῆς οἰκουμένης τὰς ἁμαρτίας ἔλυσε, καὶ δαίμονας ἐφόβησε, καὶ διάβολον ἐφυγάδευσε. Μετὰ τούτων ἐν τῷ δεσμωτηρίῳ διατρίβων τὸν δεσμοφύλακα ἔπεισε, μετὰ τούτων τὸν Ἀγρίππαν ἐπεσπάσατο, μετὰ τούτων πολλοὺς μαθητὰς κατεσκεύασεν ὁ Παῦλος, ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Καθάπερ γὰρ ἀκτῖνα δῆσαι οὐ δυνατὸν οὐδὲ συγκλεῖσαι ἐν οἰκίᾳ, οὕτως οὐδὲ τοῦ κηρύγματος τὸν λόγον. Καὶ πολλῷ πλέον ὁ διδάσκαλος ἐδέδετο, καὶ ὁ λόγος ἐπέτετο· ἐκεῖνος τὸ δεσμωτήριον ᾤκει, καὶ ἡ διδασκαλία πτερωθεῖσα πανταχόσε τῆς οἰκουμένης ἔτρεχε. ςʹ. Ταῦτ' οὖν εἰδότες μὴ προκαταπίπτωμεν ἐπὶ τοῖς δεινοῖς, ἀλλὰ μᾶλλον τότε δυνατώτεροι γινώμεθα, τότε ἰσχυρότεροι· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται. Μὴ ἀλγῶμεν ἐπὶ ταῖς ἐπαγομέναις συμφοραῖς, ἀλλ' ἐν ἅπασιν εὐχαριστῶμεν τῷ Θεῷ. ∆ευτέραν ἑβδομάδα τῆς νηστείας παρήλθομεν, ἀλλὰ μὴ τοῦτο σκοπῶμεν· οὐ γὰρ τοῦτό ἐστι παρελθεῖν νηστείαν, ἐὰν τὸν χρόνον παρέλθωμεν. Τοῦτο λογισώμεθα, εἰ σπουδαιότεροι γεγόναμεν, εἰ διωρθώσαμέν τι τῶν ἡμετέρων ἐλαττωμάτων, εἰ τὰ ἁμαρτήματα ἀπενιψάμεθα. Ἔθος ἅπασιν ἐρωτᾷν κατὰ τὴν Τεσσαρακοστὴν, πόσας ἕκαστος ἑβδομάδας ἐνήστευσε· καὶ ἔστιν ἀκοῦσαι λεγόντων τῶν μὲν, ὅτι δύο, τῶν δὲ, ὅτι τρεῖς, τῶν δὲ, ὅτι πάσας ἐνήστευσαν τὰς ἑβδομάδας. Καὶ τί τὸ κέρδος, ἐὰν ἔρημοι κατορθωμάτων παρέλθωμεν τὴν νηστείαν; Ἐὰν ἕτερος λέγῃ, ὅτι Πᾶσαν ἐνήστευσα τὴν τεσσαρακοστὴν, σὺ εἰπὲ, ὅτι Ἐχθρὸν εἶχον, καὶ κατηλλάγην· ἔθος εἶχον κακηγορεῖν, καὶ ἐπαυσάμην· ἔθος εἶχον ὀμνύναι, καὶ ἔλυσα τὸ πονηρὸν ἔθος. Οὐδὲν ὄφελος τοῖς ἐμπόροις, ἂν πολὺ μῆκος πελάγους παραδράμωσιν, ἀλλ' ἐὰν μετὰ φορτίων πλέωσι καὶ πολλῆς τῆς ἐμπορίας· οὐδὲν ὄφελος τῆς νηστείας ἡμῖν, ἂν παρέλθωμεν αὐτὴν ἁπλῶς καὶ εἰκῆ καὶ μάτην. Ἂν τὴν τῶν βρωμάτων νηστεύωμεν νηστείαν, παρελθουσῶν τῶν τεσσαράκοντα ἡμερῶν παρέρχεται καὶ ἡ νηστεία· ἐὰν 49.170 δὲ ἁμαρτημάτων ἀπεχώμεθα, καὶ τῆς νηστείας παρελθούσης ταύτης, ἐκείνη πάλιν μένει, καὶ διηνεκὴς ἔσται ἐντεῦθεν ἡμῖν ἡ ὠφέλεια, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν οὐ μικρὰς ἡμῖν ἐνταῦθα ἀποδώσει τὰς ἀμοιβάς· ὥσπερ γὰρ ὁ ζῶν ἐν πονηρίᾳ, καὶ πρὸ τῆς γεέννης κολάζεται τῷ συνειδότι κεντούμενος· οὕτως ὁ πλουτῶν ἐν κατορθώμασι, καὶ πρὸ τῆς βασιλείας χαρᾶς μεγίστης ἀπολαύσεται, χρησταῖς ἐντρεφόμενος ἐλπίσι. ∆ιὰ τοῦτο ὁ Χριστός φησι· Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει. Βραχὺ τὸ ῥῆμα, ἀλλὰ πολλὴν ἔχει παραμυθίαν. Τί ποτ' οὖν ἐστι, Τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει; Χρήματα ἂν ἔχῃς, πολλοὶ δύνανταί σου τὴν χαρὰν τὴν ἀπὸ τοῦ πλούτου λαβεῖν, καὶ κλέπτης διορύττων τοῖχον, καὶ οἰκέτης ἀφαιρούμενος τὰ ἐμπιστευθέντα, καὶ βασιλεὺς δημεύων, καὶ βάσκανος ἄνθρωπος ἐπηρεάζων. ∆υναστείαν ἂν ἔχῃς, πολλοὶ δύνανταί σου λαβεῖν τὴν ἀπὸ ταύτης χαράν· ὅταν γὰρ παραλυθῇ τὰ τῆς ἀρχῆς, παραλυθήσεται καὶ τὰ τῆς ἡδονῆς· καὶ ἐν αὐτῇ δὲ τῇ ἀρχῇ πολλὰ συμπίπτοντα πράγματα, δυσκολίαν ἔχοντα καὶ φροντίδας, ὑποτέμνεταί σου τὴν εὐθυμίαν. Ἰσχὺν σώματος ἐὰν ἔχῃς, νόσος ἐπελθοῦσα κατέλυσε τὴν ἀπὸ ταύτης