127
χαράν· κάλλος ἐὰν ἔχῃς καὶ ὥραν, γῆρας ἐπελθὸν ἐμάρανε καὶ ἀφείλετο τὴν χαράν· τραπέζης ἐὰν ἀπολαύσῃς πολυτελοῦς, ἑσπέρας καταλαβούσης, κατελύθη καὶ ἡ τῆς εὐωχίας χαρά· ἕκαστον γὰρ τῶν βιωτικῶν πραγμάτων εὐεπηρέαστόν ἐστι, καὶ μόνιμον ἡμῖν οὐκ ἰσχύει παρασχεῖν τὴν ἡδονήν· ἡ δὲ εὐσέβεια καὶ ἡ κατὰ ψυχὴν ἀρετὴ τοὐναντίον ἅπαν. Ἐλεημοσύνην ἐὰν ποιήσῃς, οὐδεὶς ἀφελεῖν δύναται τὸ κατόρθωμα, κἂν στρατόπεδα, κἂν βασιλεῖς, κἂν μυρίοι συκοφάνται, κἂν ἐπίβουλοι πάντοθεν ἐπιθῶνται, τὸ εἰς τὸν οὐρανὸν ἀποτεθὲν κτῆμα ἀφελέσθαι οὐ δύνανται· ἀλλὰ μένει διηνεκὴς ἡ χαρά. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· καὶ μάλα εἰκότως. Ἐν γὰρ τοῖς τῶν οὐρανῶν ἀπόκειται ταμιείοις, ὅπου οὐ κλέπτης διορύττει, οὐ λῃστὴς λαμβάνει, οὐ σὴς κατεσθίει. Εὐχὰς ἐὰν εὔξῃ συνεχεῖς καὶ ἐκτενεῖς, τὸν καρπὸν τὸν ἀπὸ τούτων οὐδεὶς συλῆσα. δυνήσεται· καὶ γὰρ οὗτος ὁ καρπὸς ἐν τοῖς οὐρανοῖς ἐῤῥίζωται, πάσης ἐπηρείας ἀπηλλαγμένος, καὶ μένων ἀχείρωτος. Ἐὰν κακῶς παθὼν εὐεργετήσῃς, ἐὰν κακῶς ἀκούσας φιλοσοφήσῃς, ἐὰν λοιδορηθεὶς εὐλογήσῃς, ταῦτα τὰ κατορθώματα μένει διηνεκῶς, καὶ τὴν ἐκ τούτων χαρὰν οὐδεὶς λαμβάνει· ἀλλ' ὁσάκις ἂν αὐτῶν ὑπομνησθῇς, χαίρεις καὶ εὐφραίνῃ, καὶ πολλὴν καρποῦσαι τὴν ἡδονήν. Οὕτω δὴ καὶ τὸ φεύγειν ὅρκον ἐὰν κατορθώσωμεν, καὶ πείσωμεν τὴν γλῶτταν τὴν ἡμετέραν ἀπέχεσθαι τῆς ὀλεθρίου συνηθείας ταύτης, τὸ μὲν κατόρθωμα ἔσται ἐν βραχεῖ καιρῷ, ἡ δὲ εὐφροσύνη τοῦ κατορθώματος διηνεκῶς καὶ ἀδιαλείπτως. Λοιπὸν ὑμᾶς καὶ ἑτέρων διδασκάλους εἶναι χρὴ καὶ καθηγητὰς, καὶ φίλους τοὺς πλησίον, καὶ τοὺς οἰκέτας δὲ τοὺς συνδούλους, καὶ νέους τοὺς ὁμήλικας λαμβάνειν καὶ παιδεύειν καὶ ἐνάγειν. Ἆρα εἴ τίς σοι χρύσινον ἕνα καθ' ἕκαστον διορθούμενον ἄνθρωπον ἐπηγγείλατο, οὐ πᾶσαν ἂν ἐποιήσω σπουδὴν, καὶ διημέρευες προσεδρεύων, πείθων, παρακαλῶν; Νῦν δὲ οὐχ ἕνα χρύσινον, οὐδὲ δέκα, οὐδὲ εἴκοσι, καὶ ἑκατὸν, καὶ χιλίους, οὐδὲ γῆν ὁλόκληρον ὑπισχνεῖταί σοι τῶν πόνων τούτων ἀμοιβὴν ὁ Θεός· ἀλλ' 49.171 ὃ τοῦ κόσμου παντὸς μεῖζόν ἐστι, τοῦτό σοι δίδωσι, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον πρὸς τούτῳ. Ποῖον δὴ τοῦτο; Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί· τί τούτου γένοιτ' ἂν ἴσον εἰς τιμῆς λόγον καὶ ἀσφαλείας; Ποία δὲ ἡμῖν ἀπολογία καὶ συγγνώμη μετὰ τὴν τοσαύτην ὑπόσχεσιν τῆς τῶν πλησίον ἀμελοῦσι σωτηρίας; Σὺ δ' ἂν μὲν εἰς βάραθρον ἴδῃς καταπίπτοντα τυφλὸν, χεῖρα ὀρέγεις, καὶ νομίζεις ἀνάξιον εἶναι τὸ περιιδεῖν ἀπολλύμενον· ὁρῶν δὲ καθ' ἑκάστην ἡμέραν κατακρημνιζομένους πάντας τοὺς ἀδελφοὺς εἰς τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν, οὐδὲ ῥῆμα προέσθαι τολμᾷς; Ἀλλ' εἶπας ἅπαξ, καὶ οὐκ ἤκουσεν· οὐκοῦν εἰπὲ καὶ δὶς, καὶ τρὶς, καὶ τοσαυτάκις, ἕως ἂν πείσῃς. Καθ' ἑκάστην ἡμέραν ὁ Θεὸς ἡμῖν διαλέγεται, καὶ οὐκ ἀκούομεν, καὶ οὐκ ἀφίσταται διαλεγόμενος· ταύτην καὶ σὺ μίμησαι τὴν κηδεμονίαν 49.172 περὶ τὸν πλησίον. ∆ιὰ τοῦτο μετ' ἀλλήλων ἐσμὲν, καὶ πόλεις οἰκοῦμεν, καὶ ἐν ἐκκλησίαις συναγόμεθα, ἵνα τὰ ἀλλήλων βάρη βαστάζωμεν, ἵνα τὰ ἀλλήλων ἁμαρτήματα διορθώμεθα. Καὶ καθάπερ ἐργαστήριον ἓν οἰκοῦντες ἄνθρωποι διαφόρως μὲν ἐμπορεύονται, πάντα δὲ εἰς τὸ κοινὸν ἀποτίθενται· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν. Ἅπερ ἂν ἕκαστος ἀγαθὰ δύναται εἰσφέρειν τῷ πλησίον, μὴ ὀκνείτω, μηδὲ ἀναδυέσθω, ἀλλὰ γινέσθω πραγματεία τις καὶ ἀντίδοσις τοιαύτη πνευματικὴ, ἵνα εἰς τὸ κοινὸν ἅπαντα καταθέμενοι, καὶ πολὺν κτησάμενοι πλοῦτον, καὶ μέγαν ποιήσαντες τὸν θησαυρὸν, κοινῇ πάντες τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.