130
οὐ διέλιπον λέγων, ὅτι τὸν μετὰ τῆς ἀρετῆς ζῶντα οὐδὲ κάμινός τι βλάψαι δυνήσεται. Τοσοῦτόν ἐστι φιλοσοφία ψυχῆς πάντων ὑψηλοτέρα γινομένη, καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν ἁπάντων· οὔτε γὰρ ἐν ἐκείνοις χαυνοῦται, οὔτε ὑπὸ τούτων καταστέλλεται καὶ ταπεινοῦται, ἀλλὰ μένει διὰ πάντων ἴση, τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν ἐπιδεικνυμένη. Τίνα γὰρ οὐκ ἤλεγξεν ἡ τοῦ παρόντος καιροῦ δυσκολία; Οἱ τὰ πρῶτα πολιτευσάμενοι παρ' ἡμῖν, οἱ ἐν δυναστείαις ὄντες, οἱ πλοῦτον ἄφατον περιβεβλημένοι, οἱ πολλὴν πρὸς βασιλέα παῤῥησίαν ἔχοντες, τὰς οἰκίας ἀφέντες ἐρήμους ἅπαντες, ὑπὲρ τῆς ἑαυτῶν ἐβουλεύοντο σωτηρίας, καὶ φιλία πᾶσα καὶ συγγένεια τότε ἠλέγχετο, καὶ οὓς πάλαι ᾔδεσαν, κατὰ τὸν καιρὸν τῆς συμφορᾶς τούτους ἀγνοεῖν ἐβούλοντο, καὶ ἀγνοεῖσθαι παρ' ἐκείνων ηὔχοντο· οἱ δὲ μοναχοὶ, ἄνθρωποι πένητες, ἱματίου πλέον οὐδὲν ἔχοντες εὐτελοῦς, ἐν ἀγροικίᾳ βεβιωκότες, οὐδένες εἶναι δοκοῦντες ἔμπροσθεν, ὄρεσι καὶ νάπαις ὁμιλοῦντες, καθάπερ τινὲς λέοντες, μετὰ μεγάλου καὶ ὑψηλοῦ φρονήματος, πάντων δεδοικότων καὶ κατεπτηχότων, εἰς τὸ μέσον στάντες τὸ δεινὸν ἔλυσαν, οὐκ ἐν πολλαῖς ἡμέραις, ἀλλ' ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Καὶ καθάπερ οἱ γενναῖοι τῶν ἀριστέων οὐ συμπλακέντες τοῖς ἐναντίοις, ἀλλὰ καὶ φανέντες ἐπὶ τῆς παρατάξεως μόνον, καὶ βοήσαντες τρέπονται τοὺς ἀντιπάλους· οὕτω δὴ καὶ οὗτοι ἐν ἡμέρᾳ μιᾷ καὶ κατέβησαν, καὶ διελέχθησαν, καὶ τὴν συμφορὰν ἔλυσαν, καὶ πρὸς τὰ οἰκεῖα ἀνέβησαν καταγώγια. Τοσοῦτόν ἐστιν ἡ παρὰ τοῦ Χριστοῦ τοῖς ἀνθρώποις εἰσενεχθεῖσα φιλοσοφία. Καὶ τί λέγω περὶ τῶν πλουτούντων καὶ τῶν ἐν δυναστείαις ὄντων; ὅπου καὶ αὐτοὶ οἱ δικάζειν λαβόντες ἐξουσίαν, οἱ τὰς ἀνωτάτω διέποντες ἀρχὰς, παρ' αὐτῶν τούτων παρακαλούμενοι τῶν μοναχῶν μετὰ συγγνώμης ποιήσασθαι τὴν ψῆφον, οὐκ ἔφησαν εἶναι κύριοι τοῦ τέλους· σφαλερὸν γὰρ εἶναι καὶ ἐπικίνδυνον οὐχ ὑβρίζειν μόνον εἰς τὸν βασιλέα, ἀλλὰ καὶ τοὺς ὑβρικότας λαβόντας τιμωρίας ἀφεῖναι χωρίς. Ἀλλ' οὗτοι πάντων ἐγένοντο κυριώτεροι, καὶ τῇ μεγαλοψυχίᾳ καὶ τῇ καρτερίᾳ προσεδρεύοντες ἐδυσώπησαν, ἣν οὐκ ἔλαβον παρὰ τοῦ βασιλέως ἐξουσίαν, ταύτην ἐπιδείξασθαι· καὶ ἴσχυσαν, τῶν ὑπευθύνων γενομένων φανερῶν, πεῖσαι τοὺς δικάζοντας μὴ τὴν καταδικάζουσαν ἐξενεγκεῖν ψῆφον, ἀλλ' εἰς τὴν βασιλέως γνώμην ἀναβαλέσθαι τὸ τέλος, καὶ ὑπέσχοντο πείσειν ἐκεῖνον πάντως δοῦναι συγγνώμην τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, καὶ τῆς ἀποδημίας ἥπτοντο. Ἀλλ' οἱ δικάζοντες αἰδεσθέντες αὐτῶν τὴν φιλοσοφίαν, καὶ τὸ ὑψηλὸν καταπλαγέντες φρόνημα, οὐ συνεχώρησαν στείλασθαι ταύτην τὴν μακρὰν ὁδὸν, ἀλλ' εἰ φωνὰς αὐτῶν λάβοιεν μόνον ἐν τοῖς γράμμασιν, ἀπελεύσεσθαι καὶ βασιλέα δυσωπήσειν ἀφεῖναι τὴν ὀργὴν ἅπασαν, ὃ δὴ καὶ προσδοκῶμεν ἔσεσθαι. Καὶ γὰρ τῆς δίκης λεγομένης, εἰσελθόντες πολλῆς ἐφθέγξαντο φιλοσοφίας ῥήματα, καὶ διὰ τῶν γραμμάτων παρεκά 49.175 λεσαν τὸν βασιλέα, καὶ τῆς κρίσεως ἀνέμνησαν, καὶ τὰς ἑαυτῶν ἔφασαν ὑποθήσειν κεφαλὰς, εἰ μὴ τοῦτο γένοιτο. Καὶ ταύτας οἱ δικάζοντες διὰ γραμμάτων λαβόντες τὰς φωνὰς, ἀπῆλθον, ὃ παντὸς στεφάνου λαμπρότερον τὴν ἡμετέραν κοσμήσει πόλιν. Καὶ νῦν τὰ ἐνταῦθα γεγενημένα ἀκούσεται μὲν βασιλεὺς, ἀκούσεται δὲ καὶ ἡ μεγάλη πόλις, ἀκούσεται δὲ πᾶσα ἡ οἰκουμένη, ὅτι τοιοῦτοι τὴν Ἀντιοχέων πόλιν οἰκοῦσι μοναχοὶ, ὡς ἀποστολικὴν ἐπιδείξασθαι παῤῥησίαν· καὶ τῶν γραμμάτων νῦν ἀναγιγνωσκομένων ἐν τῷ στρατοπέδῳ, πάντες αὐτῶν θαυμάσονται τὴν μεγαλοψυχίαν, πάντες τὴν πόλιν ἡμῶν μακαριοῦσι, καὶ τὴν πονηρὰν ἀποκρουσόμεθα δόξαν· καὶ εἴσονται πάντες, ὡς τὰ γεγενημένα οὐ τῶν ἐνοικούντων τὴν πόλιν ἦν, ἀλλ' ἀνθρώπων ξένων καὶ διεφθαρμένων, καὶ ὅτι ἱκανὴ τοῦ τῆς πόλεως ἤθους ἀπόδειξις ἡ τῶν μοναχῶν ἔσται μαρτυρία. Μὴ τοίνυν ἀλύωμεν, ἀγαπητοὶ, ἀλλὰ χρηστὰς προσδοκῶμεν ἐλπίδας. Εἰ γὰρ ἡ πρὸς ἀνθρώπους παῤῥησία τοσοῦτον ἴσχυσε κωλῦσαι δεινὸν, ἡ πρὸς τὸν Θεὸν αὐτῶν παῤῥησία τί οὐκ ἐργάσεται; Ταῦτα καὶ πρὸς Ἕλληνας λέγωμεν, ὅταν τολμῶσιν ὑπὲρ φιλοσόφων ἡμῖν