1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

136

συναγάγῃ· χρήματα δὲ συνάγει, ἵνα ἔχων ἀποκείμενα χαίρῃ· καὶ ὁ στρατευόμενος διὰ τοῦτο στρατεύεται, καὶ ὁ γεωργὸς διὰ τοῦτο γεωργεῖ, καὶ τέχνην ἕκαστος διὰ τοῦτο μέτεισι, καὶ ἀρχῆς οἱ ἐρῶντες διὰ τοῦτο ἐρῶσιν, ἵνα δόξης ἀπολαύσωσι, δόξης δὲ ἀπολαύειν βούλονται, ἵνα χαίρωσι· καὶ πρᾶγμα ἕκαστον πρὸς τοῦτο ἴδοι τις ἂν ἐπιγινόμενον ἡμῖν τὸ τέλος, καὶ πρὸς τοῦτο ἕκαστος βλέπων διὰ πολλῶν τῶν μέσων ἐπ' αὐτὸ σπεύδει βαδίζειν. Εὐθυμίας μὲν, ὅπερ ἔφην, ἐρῶσι πάντες, ἐπιτυχεῖν δὲ οὐχ ἅπαντες δύνανται· οὐ γὰρ ἴσασι τὴν ἐκεῖ φέρουσαν ὁδόν· ἀλλὰ πολλοὶ νομίζουσιν, ὅτι τὸ πλουτεῖν αἴτιον τούτου γίνεται. Εἰ δὲ τοῦτο αἴτιον ἦν, οὐδεὶς ἂν τῶν χρήματα κεκτημένων ἠθύμησέ ποτε· νῦν δὲ πολλοὶ τῶν πλουτούντων ἀβίωτον εἶναι τὸν βίον νομίζουσι, καὶ θανάτους μυρίους εὔχονται, ἐπειδὰν δυσημερίας τινὸς αἴσθωνται, καὶ οἱ σφόδρα ἀθυμοῦντες, οὗτοι μάλιστα 49.182 πάντων εἰσί. Μὴ γάρ μοι τὰς τραπέζας αὐτῶν ἴδῃς, μηδὲ τοὺς κόλακας αὐτῶν καὶ τοὺς παρασίτους, ἀλλὰ τὰ ἐξ αὐτῶν γινόμενα πράγματα, τὰς ἐπηρείας, τὰς συκοφαντίας, τοὺς κινδύνους, τὰς ἀγωνίας, καὶ ὃ τούτου πολλῷ χαλεπώτερον, ὅτι καὶ ἀμελέτητοι πρὸς ταύτας ἐρχόμενοι τὰς μεταβολὰς, φιλοσοφεῖν οὐκ ἐπίστανται, οὐδὲ γενναίως τὰ συμπίπτοντα φέρειν. ∆ιόπερ οὐδὲ τοιαῦτα αὐτοῖς φαίνεται τὰ δεινὰ, οἷάπερ ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ τὰ κοῦφα ἀφόρητα λοιπὸν εἶναι δοκεῖ. Ὥσπερ οὖν ἐπὶ τῶν πενήτων τοὐναντίον γίνεται, καὶ τὰ ἀνήκεστα φορητὰ φαίνεται, ὡς τὰ πολλὰ τοιαῦτα αὐτοῖς μεμελετηκόσιν· οὐδὲ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύσις, ὡς ἡ τῶν πασχόντων διάθεσις, καὶ μεγάλα καὶ μικρὰ ποιεῖ φαίνεσθαι τὰ ἐπιόντα ἡμῖν κακά. Καὶ ἵνα μὴ πόῤῥωθεν ἀγάγω τὰ παραδείγματα ἑκατέρων τούτων, ἀπὸ τῶν συμβάντων ἡμῖν διαλέξομαι. Ἰδοὺ γοῦν οἱ μὲν πένητες διέφυγον ἅπαντες, καὶ ὁ δῆμος ἀπήλλακται τοῦ κινδύνου, καὶ ἀδείας ἀπολαύουσι καθαρᾶς· οἱ δὲ τὰ τῆς πόλεως πράττοντες πράγματα, ἱπποτρόφοι καὶ ἀγωνοθέται, καὶ τὰ ἄλλα λειτουργήσαντες, οὗτοι τὸ δεσμωτήριον οἰκοῦσι νῦν καὶ περὶ τῶν ἐσχάτων δεδοίκασι, καὶ τῶν ἅπασι τετολμημένων αὐτοὶ τὰς εὐθύνας ὑπέχουσι, καὶ φόβῳ συζῶσι διηνεκεῖ, καὶ πάντων ἀθλιώτερον ἐκεῖνοι διάκεινται νῦν, οὐ διὰ τὸ μέγεθος τῶν κινδύνων, ἀλλὰ διὰ τὸ τρυφῇ τὸν ἔμπροσθεν χρόνον συνεζηκέναι.

βʹ. Πολλοὶ γοῦν παρ' ἡμῶν παρακαλούμενοι, καὶ γενναίως φέρειν συμβουλευόμενοι τὰ δεινὰ, τοῦτο ἔλεγον, ὅτι οὐδὲν οὐδέποτε τοιοῦτον ἐμελετήσαμεν, οὐδὲ ἐπιστάμεθα τοιαῦτα φιλοσοφεῖν· διὰ τοῦτο πολλῆς δεόμεθα τῆς παρακλήσεως. Ἕτεροι πάλιν νομίζουσιν, ὅτι τὸ ὑγιαίνειν, τοῦτό ἐστιν αἴτιον ἡδονῆς· οὐκ ἔστι δέ. Πολλοὶ γοῦν τῶν ὑγιαινόντων καὶ αὐτοὶ μυριάκις ηὔξαντο ἀποθανεῖν, τὰς ἐπαγομένας αὐτοῖς οὐκ ἐνεγκόντες ἐπηρείας. Ἄλλοι πάλιν τὸ δόξης ἀπολαύειν, καὶ δυναστείας ἐπειλῆφθαι, καὶ διέπειν ἀρχὰς καὶ παρὰ πολλῶν κολακεύεσθαι, διηνεκοῦς χαρᾶς ποιητικὸν εἶναί φασιν· οὐκ ἔστι δὲ οὐδὲ τοῦτο. Καὶ τί λέγω τὰς ἄλλας ἀρχάς; Κἂν γὰρ ἐπ' αὐτὴν ἀναβῶμεν τῷ λόγῳ τὴν βασιλείαν, καὶ τὸν ἐν ἐκείνῃ ζῶντα, πολλαῖς εὑρήσομεν περιεστοιχισμένον ἀθυμίαις, καὶ τοσούτῳ πλείους ἔχοντα λύπης ἀνάγκας, ὅσῳ καὶ μείζονα περιβέβληται πραγμάτων ὄγκον. Καὶ τί χρὴ λέγειν πολέμους καὶ μάχας καὶ τὰς παρὰ τῶν βαρβάρων ἐπαναστάσεις; πολλάκις αὐτοὺς τοὺς ἔνδον στρεφομένους δέδοικε. Καὶ γὰρ πολλοὶ τῶν βασιλευσάντων τὰς πολεμικὰς διαφυγόντες χεῖρας, τὰς τῶν σωματοφυλάκων οὐ διέφυγον ἐπιβουλάς. Τοσαῦται δὲ τοῖς βασιλεύουσιν ἀθυμίας ἀνάγκαι, ὅσα τῇ θαλάττῃ τὰ κύματα. Εἰ δὲ βασιλεία οὐκ ἂν ἄλυπον ἐργάσαιτο βίον, τί ἕτερον δυνήσεται κατορθῶσαι τοῦτο; Τῶν μὲν βιωτικῶν οὐδέν· τὸ δὲ Παύλου ῥῆμα μόνον, τὸ βραχὺ τοῦτο καὶ ψιλὸν, αὐτὸ ἡμῖν τοῦτον ἀνοίξει τὸν θησαυρόν. Οὐ γὰρ πολλῶν δεῖ λόγων, οὐδὲ μακρᾶς τῆς περιόδου, ἀλλ' ἐὰν ἐννοήσωμεν μόνον τὸ εἰρημένον, εὑρήσομεν τὴν ὁδὸν τὴν ἐπὶ τοῦτο φέρουσαν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, Χαίρετε πάντοτε, ἀλλὰ προσέθηκε τὴν αἰτίαν τῆς διηνεκοῦς ἡδονῆς, Χαίρετε ἐν Κυρίῳ πάντοτε, εἰπών· ὁ ἐν Κυρίῳ χαίρων,