1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

143

προσαίτου παντὸς ἀθλιώτερον ἐσταλμένη ᾖ; Τὸν ἄνδρα οὐκ ἀπὸ τῶν ἱματίων, μᾶλλον δὲ οὐδὲ ἀπὸ τοῦ σώματος, ἀλλ' ἀπὸ τῆς ψυχῆς ἐπαινεῖν χρὴ καὶ θαυμάζειν. Ἀπόδυσον τούτων τὴν ψυχὴν, καὶ ὄψει τὸ κάλλος αὐτῆς καὶ τὸν πλοῦτον διὰ τῶν ῥημάτων, διὰ τῶν δογμάτων, διὰ τῆς ὅλης τῶν τρόπων καταστάσεως.

βʹ. Αἰσχυνέσθωσαν τοίνυν οἱ Ἕλληνες, ἐγκαλυπτέσθωσαν καὶ καταδυέσθωσαν ἐπὶ τοῖς αὐτῶν φιλοσόφοις, καὶ τῇ πάσης μωρίας ἀθλιωτέρᾳ αὐτῶν σοφίᾳ. Οἱ μὲν γὰρ παρ' αὐτοῖς φιλόσοφοι κατὰ τὸν καιρὸν, ὃν ἔζων, ὀλίγους μόλις καὶ σφόδρα εὐαριθμήτους ἴσχυσαν τὰ αὐτῶν διδάξαι δόγματα, καὶ κινδύνου μικροῦ καταλαβόντος καὶ τούτους ἀπώλεσαν· οἱ δὲ τοῦ Χριστοῦ μαθηταὶ, οἱ ἁλιεῖς, καὶ τελῶναι, καὶ σκηνοποιοὶ, ἐν ὀλίγοις ἔτεσι τὴν οἰκουμένην ἅπασαν πρὸς τὴν ἀλήθειαν ἐπανήγαγον, καὶ μυρίων ἐξ ἐκείνου γινομένων κινδύνων, οὐ μόνον οὐκ ἐσβέσθη τὸ κήρυγμα, ἀλλὰ καὶ ἀνθεῖ καὶ πρὸς τὸ μεῖζον ἐπιδίδωσι· καὶ φιλοσοφεῖν ἐδίδαξαν ἀνθρώπους ἰδιώτας καὶ γηπόνους καὶ θρέμμασιν ὁμιλοῦντας. Οὗτοι μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν πάντων τῶν ἀγαθῶν αἰτίαν ἀγάπην ἐῤῥιζωμένην ἔχοντες, ἔσπευσαν πρὸς ἡμᾶς τοσαύτην δραμόντες ἐλθεῖν ὁδὸν, καὶ τὰ οἰκεῖα περιπτύξασθαι μέλη. Φέρε οὖν καὶ ἡμεῖς ἀντὶ τῶν δώρων τούτων, τῆς ἀγάπης λέγω καὶ τῆς διαθέσεως, ἐφόδια δόντες αὐτοῖς, οὕτως αὐτοὺς ἀποπέμψωμεν, καὶ τὸν περὶ τῶν ὅρκων πάλιν κινήσωμεν λόγον, ὥστε πρόῤῥιζον ἐκ τῆς διανοίας ἁπάντων ἀνασπασθῆναι τὴν πονηρὰν ταύτην συνήθειαν. 49.191 Βούλομαι δὲ πρότερον μικρὰ τῶν πρώην ἡμῖν εἰρημένων ἀναμνῆσαι τήμερον. Ἐπειδὴ γὰρ τῆς Περσίδος ἀπαλλαγέντες οἱ Ἰουδαῖοι καὶ τῆς τυραννίδος ἐλευθερωθέντες ἐκείνης, πρὸς τὴν οἰκείαν ἐπανῆλθον πατρίδα, Εἶδον δρέπανον, φησὶ, πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους πηχῶν δέκα· καὶ τοῦ προφήτου παιδεύοντος αὐτοὺς ἤκουον, ὅτι Αὕτη ἐστὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον τῆς γῆς, καὶ εἰσερχομένη εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ ψεύδει, καὶ καταλύσει εἰς τὸ μέσον, καὶ τὰ ξύλα καὶ τοὺς λίθους καθελεῖ πάντας. Καὶ τούτων ἀναγνωσθέντων τότε, ἐζητοῦμεν τίνος ἕνεκεν οὐχὶ τὸν ὀμόσαντα μόνον, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ καταλύει· καὶ ταύτην ἐλέγομεν αἰτίαν εἶναι, ὅτι τῶν χαλεπωτάτων ἁμαρτημάτων τὰς τιμωρίας βούλεται μένειν διηνεκεῖς ὁ Θεὸς, ὥστε τοὺς μετὰ ταῦτα σωφρονίζεσθαι πάντας. Ἐπεὶ οὖν τὸν ἐπίορκον ἀποθανόντα ἀνάγκη ταφῆναι καὶ τοῖς κόλποις παραδοθῆναι τῆς γῆς, ὥστε μὴ καὶ τῷ σώματι τὴν πονηρίαν αὐτοῦ συνταφῆναι, τὴν οἰκίαν ἐποίησε χῶμα, ὑπὲρ τοῦ τοὺς παριόντας ἅπαντας ὁρῶντας αὐτὴν καὶ τὴν αἰτίαν μανθάνοντας τῆς κατασκαφῆς φυγεῖν τὴν τῆς ἁμαρτίας μίμησιν. Τοῦτο καὶ ἐπὶ Σοδόμων ἐγένετο· ἐπειδὴ γὰρ ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἐξεκαύθη καὶ τῆς γῆς ἡ φύσις ὑπὸ τοῦ κατενεχθέντος ἄνωθεν πυρός· ἐβούλετο γὰρ καὶ ταύτης τῆς ἁμαρτίας τὴν τιμωρίαν μένειν διηνεκῆ. Καὶ σκόπει τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· οὐχὶ τοὺς ἁμαρτάνοντας αὐτοὺς ἐποίησε διηνεκῶς καίεσθαι μέχρι τῆς παρούσης ἡμέρας, ἀλλ' ἐκείνους μὲν ἅπαξ ἐμπρησθέντας ἀπέκρυψε, τὸ δὲ πρόσωπον τῆς γῆς κατακαύσας, εἰς τὸ μέσον ἅπασι προὔθηκε τοῖς μετὰ ταῦτα βουλομένοις ὁρᾷν, καὶ νῦν φωνῆς ἁπάσης λαμπρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡ τῆς γῆς ὄψις, μονονουχὶ βοῶσα καὶ λέγουσα· Μὴ τολμήσητε τὰ Σοδόμων, ἵνα μὴ πάθητε τὰ Σοδόμων. Οὐδὲ γὰρ οὕτω λόγος καθικέσθαι διανοίας εἴωθεν, ὡς ὄψις φοβερὰ καὶ τὰ ἴχνη τῆς συμφορᾶς φέρουσα διὰ παντὸς τοῦ χρόνου. Καὶ μαρτυροῦσιν οἱ ἐν τοῖς χωρίοις ἐκείνοις παραγενόμενοι, οἳ πολλάκις τῆς Γραφῆς ὑπὲρ τούτων διαλεγομένης ἀκούοντες, οὐ σφόδρα ἔδεισαν· ἐπειδὴ δὲ ἦλθον, καὶ τῆς χώρας ἐπέβησαν, καὶ τὴν ὄψιν αὐτῆς ἠφανισμένην εἶδον ἅπασαν, καὶ τὸν ἐμπρησμὸν ἐθεάσαντο, καὶ γῆν μὲν οὐδαμοῦ φαινομένην, κόνιν δὲ πάντα καὶ τέφραν, καταπλαγέντες καὶ πολλὴν ἀπὸ τῆς θεωρίας ἐκείνης δεξάμενοι διδασκαλίαν σωφροσύνης, οὕτως ἀπῆλθον. Καὶ γὰρ αὐτὸς ὁ τῆς κολάσεως τρόπος τῆς ἁμαρτίας