1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

144

τὸν τρόπον μεμίμηται. Καθάπερ γὰρ ἐκεῖνοι μίξιν ἐπεισήγαγον ἄγονον, οὐκ εἰς παιδοποιΐαν τελευτῶσαν, οὕτω δὴ καὶ ὁ Θεὸς τιμωρίαν ἐπήγαγεν, ἣ τὴν γαστέρα τῆς γῆς ἐποίησεν ἄγονον καθάπαξ, καὶ καρπῶν ἔρημον ἁπάντων. ∆ιὰ τοῦτο καὶ τῶν ὀμνυόντων τὰς οἰκίας καθαιρεῖν ἠπείλησεν, ἵνα ἑτέρους ταῖς ἐκείνων τιμωρίαις σωφρονεστέρους ποιήσῃ.

γʹ. Ἐγὼ δὲ δείκνυμι σήμερον οὐχὶ μίαν καὶ δύο καὶ τρεῖς καθαιρεθείσας οἰκίας ἀπὸ τῶν ὅρκων, ἀλλὰ πόλιν ὁλόκληρον, καὶ δῆμον θεοφιλῆ, καὶ ἔθνος πολλῆς ἀπολαῦσαν προνοίας ἀεὶ, καὶ φυλὴν πολλοὺς διαφυγοῦσαν κινδύνους. Καὶ γὰρ Ἱερουσαλὴμ, ἡ πόλις τοῦ Θεοῦ, ἡ τὴν κιβωτὸν τὴν ἁγίαν ἔχουσα καὶ τὴν λατρείαν ἅπασαν ἐκείνην, ἔνθα προφῆται ἦσαν καὶ Πνεύματος χάρις, καὶ κιβωτὸς, καὶ πλάκες διαθήκης, καὶ στάμνος ἡ χρυσῆ, ἔνθα ἄγγελοι πολλάκις ἐφοίτων, αὕτη ἡ πόλις, μυρίων 49.192 γενομένων πολέμων καὶ πολλῶν αὐτὴν ἐπιδραμόντων βαρβάρων, καθάπερ τεῖχος ἐξ ἀδάμαντος περιβεβλημένη, οὕτω πάντων ἀεὶ κατεγέλασεν ἐκείνων, καὶ τῆς χώρας ἀφανισθείσης ἁπάσης οὐδὲν ἔπασχε δεινόν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ χαλεπὴν πολλάκις δοῦσα πληγὴν τοῖς πολεμίοις, οὕτως αὐτοὺς ἐξέπεμψε, καὶ τοσαύτης ἀπήλαυσε παρὰ τοῦ Θεοῦ τῆς προνοίας, ὡς αὐτὸν τὸν Θεὸν λέγειν· Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν τῇ συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν. Καὶ περὶ τῆς πόλεως αὐτῆς πάλιν, Ὡς ῥῶγες ἐλαίας ἐπ' ἄκρῳ τοῦ μετεώρου, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτούς. Ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ φίλη πόλις, καὶ τοσούτους διαφυγοῦσα κινδύνους, καὶ ἐν πολλαῖς ἁμαρτίαις συγγνώμης τυχοῦσα, καὶ δυνηθεῖσα ἁπάντων ἀπαχθέντων τῶν ἄλλων μόνη τὴν αἰχμαλωσίαν διαφυγεῖν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, ἀπὸ ὅρκου μόνου κατηνέχθη· καὶ πῶς, ἐγὼ λέγω. Ἐγένετό τις Σεδεκίας παρ' αὐτοῖς βασιλεύς· οὗτος ὁ Σεδεκίας τῷ βασιλεῖ τῶν βαρβάρων τῷ Ναβουχοδονόσορ ὅρκον ἔδωκεν, ὥστε μένειν ἐπὶ τῆς ἐκείνου συμμαχίας· μετὰ ταῦτα ἀπέστη καὶ πρὸς τὸν Αἰγύπτιον ηὐτομόλησε βασιλέα, τῶν ὅρκων καταπτύσας, καὶ τοσαῦτα ἔπαθεν, ὅσα αὐτίκα ἀκούσεσθε. Πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τὴν παραβολὴν τοῦ προφήτου, δι' ἧς ἅπαντα ταῦτα ᾐνίξατο. Ἐγένετο λόγος Κυρίου, φησὶ, πρός με λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἰπὲ παραβολὴν, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῖ Κύριος· Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων. Ἀετὸν ἐνταῦθα τὸν βασιλέα τῶν Βαβυλωνίων ἐκάλεσε, μέγαν δὲ αὐτὸν καὶ μεγαλοπτέρυγον εἶπε, καὶ μακρὸν τῇ ἐκτάσει καὶ πλήρη ὀνύχων ὠνόμασε, διὰ τὸ τῆς στρατιᾶς πλῆθος καὶ τὸ τῆς δυνάμεως μέγεθος καὶ τὸ τάχος τῆς ἐφόδου· καθάπερ γὰρ τῷ ἀετῷ πτέρυγες καὶ ὄνυχες ὅπλα, οὕτω τοῖς βασιλεῦσι στρατιῶται καὶ ἵπποι. Οὗτος τοίνυν ὁ ἀετὸς, φησὶν, Ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον. Τί ἐστι τὸ ἥγημα; Βουλὴν, γνώμην. Λίβανον δὲ τὴν Ἰουδαίαν ἐκάλεσε, διὰ τὸ πλησίον ἐκείνου κεῖσθαι τοῦ ὄρους. Εἶτα βουλόμενος εἰπεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας, Ἔλαβε, φησὶν, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν εἰς τὸ πεδίον τὸ σπόριμον λαβεῖν ῥίζωσιν ἐν ὕδατι πολλῷ· ἐπιβλεπόμενον ἔταξεν αὐτό· καὶ ἀνέτειλε, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει, καὶ ἐξέτεινε τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν. Ἄμπελον δὲ ἐνταῦθα τὴν πόλιν ἐκάλεσε τὴν Ἱερουσαλήμ· τὸ δὲ εἰπεῖν, ὅτι τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸν ἔβαλε τὸν ἀετὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν, τὰς συνθήκας ἐδήλωσε καὶ τὴν πρὸς αὐτὸν συμμαχίαν, καὶ ὅτι ἐπέῤῥιψεν ἑαυτὴν ἐπ' ἐκεῖνον. Εἶτα βουλόμενος δεῖξαι τὴν παρανομίαν, φησί· Καὶ ἐγένετο ἀετὸς ἕτερος, περὶ τοῦ Αἰγυπτίου βασιλέως λέγων, μέγας καὶ μεγαλοπτέρυγος καὶ πολὺς τοῖς ὄνυξι, καὶ ἡ ἄμπελος αὕτη περιπλεκομένη ἐπ' αὐτὸν, καὶ ὁ ἕλιξ αὐτῆς ἐπ' αὐτὸν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλε τοῦ ποτίσαι αὐτήν. ∆ιὰ τοῦτο εἶπον· Τάδε λέγει Ἀδωναῒ Κύριος· Εἰ κατευθυνεῖ, τουτέστι παραβᾶσα τὸν ὅρκον καὶ τὰς συνθήκας, εἰ δυνήσεται μεῖναι καὶ σωθῆναι, καὶ μὴ