1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

146

μετὰ τρία ἔτη τὴν πόλιν παρέδωκεν ὁ Θεὸς, καὶ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείξας καὶ τὴν ἀγνωμοσύνην τὴν ἐκείνου. Καὶ εἰσελθόντες μετ' εὐκολίας πολλῆς ἐνέπρησαν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τοὺς οἴκους Ἱερουσαλὴμ, καὶ πάντα οἶκον μέγαν ἐνέπρησεν ὁ ἀρχιμάγειρος, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ καθεῖλε, καὶ πανταχοῦ πῦρ ἦν βαρβαρικὸν, τοῦ ὅρκου τῶν ἐμπρησμῶν στρατηγοῦντος καὶ τὴν φλόγα πανταχοῦ περιάγοντος· καὶ τὸ καταλειφθὲν τοῦ λαοῦ ἐν τῇ πόλει καὶ τοὺς προσκεχωρηκότας τῷ βασιλεῖ μετῴκισεν ὁ ἀρχιμάγειρος· Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου κατέκοψαν οἱ Χαλδαῖοι, καὶ τὰς βάσεις, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέκοψαν οἱ Χαλδαῖοι, καὶ τοὺς λέβητας, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, ἔλαβον, καὶ τὰ πυρεῖα, καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ ἀργυρᾶς ἔλαβον, καὶ τῶν στύλων τῶν δύο, καὶ τῶν βάσεων, καὶ τῆς θαλάσσης, ἣν ἐποίησεν ὁ Σολομὼν ἐν οἴκῳ Κυρίου, ἔλαβε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος· καὶ ἔλαβεν τὸν Σαρέα τὸν ἱερέα τὸν πρῶτον, καὶ τὸν Σαφὰν τὸν ἱερέα τὸν δεύτερον, καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν, καὶ ἐκ τῆς πόλεως εὐνοῦχον ἕνα τὸν καθεσταμένον ἐπὶ τοὺς ἄνδρας τοὺς πολεμοῦντας, καὶ πέντε ἄνδρας τοὺς ὁρῶντας τὸ πρόσωπον τοῦ βασιλέως, καὶ τὸν Σαφὰν τὸν ἀρχιστράτηγον, καὶ τὸν γραμματέα, καὶ ἑξήκοντα ἄνδρας· καὶ ἔλαβεν αὐτοὺς, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐπάταξεν αὐτοὺς ὁ βασιλεὺς, καὶ ἐθανάτωσεν αὐτούς. Ἀναμνήσθητί μοι οὖν τῆς δρεπάνης νῦν τῆς πετομένης καὶ καταλυούσης ἐν τῷ οἴκῳ τοῦ ὀμνύοντος, καὶ καθαιρούσης τοὺς τοίχους καὶ τὰ ξύλα καὶ τοὺς λίθους· ἀναμνήσθητί μοι, πῶς ὁ ὅρκος οὗτος εἰσελθὼν ἐν τῇ πόλει καὶ οἰκίας καὶ ναὸν καὶ τείχη καὶ οἰκοδομήματα λαμπρὰ καθεῖλε, καὶ χῶμα τὴν πόλιν ἐποίησε, καὶ οὔτε τὰ Ἅγια τῶν ἁγίων, οὔτε τὰ σκεύη τὰ ἱερὰ, οὔτε ἄλλο οὐδὲν ἀπέστρεψε τὴν κόλασιν καὶ τὴν τιμωρίαν ἐκείνην διὰ τὸ παραβαθῆναι τὸν ὅρκον. Καὶ ἡ μὲν πόλις οὕτως ἐλεεινῶς κατελύετο· ὁ δὲ βασιλεὺς ἐλεεινότερα καὶ ὀδυνηρότερα τούτων ἔπασχε· καὶ καθάπερ τὰ οἰκοδομήματα καθεῖλεν αὕτη ἡ δρεπάνη ἡ πετομένη, οὕτω καὶ τοῦτον φεύγοντα καθεῖλεν· Ἐξῆλθε γὰρ ὁ βασιλεὺς, φησὶ, νυκτὸς ὁδὸν πύλης, καὶ οἱ Χαλδαῖοι ἐκύκλουν τὴν πόλιν, καὶ κατεδίωξε δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν, καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐλάλησεν ὁ βασιλεὺς Βαβυλῶνος μετὰ Σεδεκίου κρίσιν, καὶ ἔσφαξε τοὺς υἱοὺς αὐτοῦ ἐνώπιον αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε· καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα. Τί ἐστιν, Ἐλάλησε μετ' αὐτοῦ κρίσιν; Ἀπῄτησεν αὐτὸν εὐθύνας, ἐδικάσατο μετ' αὐτοῦ, καὶ πρῶτον τοὺς υἱοὺς αὐτοῦ κατέσφαξεν, ἵνα θεωρὸς γένηται τῆς οἰκείας συμφορᾶς, καὶ τὴν τραγῳδίαν ἐκείνην ἴδῃ τὴν ἐλεεινὴν, καὶ τότε αὐτὸν ἐξετύφλωσε. Τίνος ἕνεκεν τοῦτο πάλιν γίνεται; Ἵνα διδάσκαλος τοῖς βαρβάροις ἀπέλθῃ καὶ τοῖς ἐκεῖ κατοικοῦσιν Ἰουδαίοις, καὶ ἵνα μάθωσιν οἱ βλέποντες διὰ τοῦ πεπηρωμένου, πόσον κακὸν ὁ ὅρκος· οὐκ ἐκεῖνοι δὲ μόνον, ἀλλὰ καὶ οἱ παρὰ τὴν ὁδὸν πάντες οἰκοῦντες δεδεμένον καὶ πεπηρωμένον ὁρῶντες μανθάνωσι διὰ τῆς συμφορᾶς τῆς 49.195 ἁμαρτίας τὸ μέγεθος. ∆ιὰ τοῦτο ὁ μὲν τῶν προφητῶν φησιν, Οὐκ ὄψεται Βαβυλῶνα· ὁ δὲ λέγει, ὅτι Εἰς Βαβυλῶνα ἀπαχθήσεται. Καὶ δοκεῖ μὲν ἐναντία εἶναι ἡ προφητεία· οὐκ ἔστι δὲ, ἀλλ' ἀμφότερα ταῦτα ἀληθῆ. Καὶ γὰρ Βαβυλῶνα οὐκ εἶδε, καὶ εἰς Βαβυλῶνα ἀπήχθη. Πῶς οὖν Βαβυλῶνα οὐκ εἶδεν; Ὅτι ἐν τῇ Ἰουδαίᾳ τὴνπήρωσιν ὑπέστη· ἔνθα γὰρ ὁ ὅρκος ἠθετήθη, ἐκεῖ καὶ ἐξεδικεῖτο καὶ τὴν τιμωρίαν αὐτὸς ὑπέμεινε. Πῶς δὲ ἀπήχθη εἰς Βαβυλῶνα; Αἰχμάλωτος γενόμενος. Ἐπειδὴ γὰρ δύο ἦσαν αἱ τιμωρίαι, πήρωσις καὶ αἰχμαλωσία, διενείμαντο αὐτὰς οἱ προφῆται, καὶ ὁ μὲν, Οὐκ ὄψεται, φησὶ, Βαβυλῶνα; τὴν