1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

147

πήρωσιν αὐτοῦ λέγων· ὁ δέ φησιν· Εἰς Βαβυλῶνα ἀπαχθήσεται· τὴν αἰχμαλωσίαν αὐτοῦ αἰνιττόμενος.

δʹ. Ταῦτα οὖν εἰδότες, ἀδελφοὶ, καὶ τὰ εἰρημένα καὶ τὰ πρὸ τούτων λεχθέντα συλλέγοντες, παυσώμεθά ποτε τῆς πονηρᾶς ταύτης συνηθείας, ναὶ δέομαι καὶ ἀντιβολῶ πάντων ὑμῶν. Εἰ γὰρ ἐν τῇ Παλαιᾷ, ὅτε οὐ τὴν ἀκριβῆ φιλοσοφίαν ἀπῃτοῦντο οἱ Ἰουδαῖοι, ἀλλὰ πολλὴ συγκατάβασις ἦν, τοσαύτη ὀργὴ γέγονε δι' ὅρκον ἕνα, τοσαύτη ἅλωσις καὶ αἰχμαλωσία· τί εἰκὸς ὑποστήσεσθαι νῦν τοὺς ὀμνύοντας μετὰ νόμον κωλύοντα τοῦτο ποιεῖν καὶ τοσαύτην ἐντολῶν προσθήκην; Μὴ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ὅπως εἰς σύναξιν ἔλθωμεν καὶ ἀκούσωμεν τῶν λεγομένων; Τοῦτο μὲν οὖν καὶ κρῖμα μεῖζόν ἐστι καὶ κόλασις ἀπαραίτητος, ὅταν συνεχῶς ἀκούοντες μὴ ποιῶμεν τὰ λεγόμενα. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα δὲ συγγνώμην, ὅταν ἐκ πρώτης ἡλικίας ἡμεῖς ἄχρις ἐσχάτης πολιᾶς ἐνταῦθα συναγόμενοι καὶ τοσαύτης ἀπολαύοντες διδασκαλίας, ὅμοιοι μένωμεν ἐκείνοις, καὶ μηδὲ ἓν ἐλάττωμα διορθώσασθαι σπουδάζωμεν; Μή μοί τις λοιπὸν συνήθειαν προβαλλέσθω· διὰ γὰρ τοῦτο ἀγανακτῶ καὶ ὀργίζομαι, ὅτι συνηθείας περιγενέσθαι οὐ δυνάμεθα, καὶ εἰ συνηθείας μὴ περιγενώμεθα, πῶς περιεσόμεθα ἐπιθυμίας; Ἐκείνης ἡ ῥίζα ἀπὸ τῆς φύσεως ἔχει τὴν ἀρχήν· τὸ μὲν γὰρ ἐπιθυμεῖν, φυσικόν· τὸ δὲ κακῶς ἐπιθυμεῖν, τῆς προαιρέσεως λοιπόν· τὸ μέντοι ὀμνύναι οὐδὲ τὴν ἀρχὴν ἐκ τῆς προαιρέσεως ἔλαβεν, ἀλλ' ἐκ ῥᾳθυμίας μόνης. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἐκ τῆς δυσκολίας τοῦ πράγματος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν τὴν ἡμετέραν μέχρι τοσούτου τὸ ἁμάρτημα προὔβη τοῦτο, ἐννοήσωμεν πόσα πολλῷ τούτων δυσκολώτερα κατορθοῦσιν ἄνθρωποι, καὶ ταῦτα μηδεμίαν ἀμοιβὴν προσδοκῶντες ἐκεῖθεν· ἐννοήσωμεν τίνα ὁ διάβολος ἐπέταξε, πῶς ἐπίπονα, πῶς ἐπίμοχθα, καὶ οὐκ ἐγένετο κώλυμα ἡ δυσκολία τοῖς ἐπιτάγμασι. Τί γὰρ ἂν γένοιτο δυσκολώτερον, εἰπέ μοι, ἀλλ' ἢ ὅταν τις νέος τοῖς βουλομένοις καταμαλάττειν αὐτὸν καὶ λυγίζειν αὐτοῦ τὰ μέλη παραδοὺς ἑαυτὸν, φιλονεικοίη πρὸς ἀκρίβειαν τροχοῦ δίκην τὸ σῶμα ἅπαν κάμπτειν καὶ στρέφεσθαι ἐπὶ τοῦ ἐδάφους, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς τῶν χειρῶν περιαγωγῆς καὶ τῆς ἄλλης δινήσεως εἰς τὸ θῆλυ γένος ἐκβῆναι βιάζηται, καὶ μήτε τὴν δυσκολίαν τῶν γινομένων, μήτε τὴν αἰσχύνην τὴν ἀπὸ τούτων λογίζηται; τοὺς δὲ ἐπὶ τῆς ὀρχήστρας πάλιν ἐπισυρομένους, καὶ καθάπερ πτεροῖς τᾶς κώλοις κεχρημένους τοῦ σώματος, τίς οὐκ ἂν ὁρῶν ἐκπλαγείη; οἱ δὲ μαχαίρας ἐναλλὰξ εἰς τὸν ἀέρα ἀκοντίζοντες, καὶ πάσας ἀπὸ τῆς λαβῆς δεχόμενοι πάλιν, τίνα οὐκ ἂν καταισχύνοιεν τῶν ὑπὲρ τῆς ἀρετῆς οὐδένα βουλομένων ἀναδέξασθαι πόνον; ἢ τί ἄν τις εἴποι περὶ ἐκεί 49.196 νων τῶν ἀνδρῶν, οἳ κοντὸν ἐπὶ τοῦ μετώπου βαστάζοντες, καθάπερ δένδρον ἐῤῥιζωμένον ἐπὶ τῆς γῆς, οὕτως ἀκίνητον διατηροῦσι; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ παιδία μικρὰ ἐπ' ἄκρου τοῦ ξύλου παλαίειν ἀλλήλοις παρασκευάζουσι, καὶ οὔτε χεῖρες οὔτε ἄλλο τι τοῦ σώματος μέρος, ἀλλὰ τὸ μέτωπον μόνον δεσμοῦ παντὸς ἀσφαλέστερον φέρει τὸν κοντὸν ἐκεῖνον ἄσειστον. Ἕτερος πάλιν ἐπὶ σχοίνου στενωτάτης μετὰ τοσαύτης ἀδείας βαδίζει, μεθ' ὅσης οἱ τὰ ὕπτια πεδία κατατρέχοντες. Ἀλλ' ὅμως ταῦτα τὰ καὶ ταῖς ἐννοίαις ἀφόρητα εἶναι δοκοῦντα, τῇ τέχνῃ γέγονε δυνατά. Τί τούτων ἔχομεν εἰπεῖν ἐπὶ τῶν ὅρκων, εἰπέ μοι; ποίαν δυσκολίαν; ποῖον ἱδρῶτα; ποίαν τέχνην; ποῖον κίνδυνον; Ὀλίγης χρεία σπουδῆς μόνον ἡμῖν, καὶ ταχέως τὸ πᾶν ἡμῖν ἀνυσθήσεται. Καὶ μή μοι λέγε, ὅτι τὸ πλέον κατώρθωσα, ἀλλ' εἰ μὴ τὸ πᾶν κατώρθωσας, μηδὲν μηδέπω πεποιηκέναι νόμιζε· τὸ γὰρ ὀλίγον τοῦτο ἀμεληθὲν καὶ τὸ λοιπὸν ἅπαν καθαιρεῖ. Πολλάκις γοῦν οἰκίας οἰκοδομήσαντες ἄνθρωποι, καὶ τὸν ὄροφον ἐπιθέντες, μιᾶς κεραμίδος ἀποτιναχθείσης, μὴ ποιησάμενοι σπουδὴν, ὁλόκληρον τὸν οἶκον ἀπώλεσαν. Καὶ ἐπὶ ἱματίων δὲ τὸ αὐτὸ τοῦτο συμβαῖνον ἴδοι τις ἄν· καὶ γὰρ καὶ ἐκεῖ μικρὸν ῥῆγμα γενόμενον καὶ μὴ ῥαφὲν, πολὺ τὸ σχίσμα ἐποίησε. Τοῦτο καὶ ἐπὶ