152
ἐστιν ἀληθὲς, ἀπὸ τῶν συμβάντων τῇ πόλει τοῦτο ἀποδεῖξαι πειράσομαι. Ὅτε γὰρ οἱ τῶν παρανόμων τολμημάτων ἐκείνων ὄντες ὑπεύθυνοι πρὸς τὸ δικαστήριον ἤχθησαν, ὅτε πῦρ ἔνδον ἐκαίετο, καὶ δήμιοι παρειστήκεισαν καὶ τὰς πλευρὰς κατέξαινον, εἴ τις αὐτοῖς παραστὰς ἐκ πλαγίων εἶπεν, ὅτι Εἴ τινας ἐχθροὺς ἔχετε, λύσατε τὴν ὀργὴν, καὶ δυνησόμεθα ταύτης ὑμᾶς ἀπαλλάξαι τῆς κολάσεως· ἆρα οὐκ ἂν καὶ τοὺς πόδας αὐτῶν κατεφίλησαν; Καὶ τί λέγω τοὺς πόδας; εἰ καὶ δεσπότας τις αὐτοὺς ἑλέσθαι ἐκέλευσεν, οὐκ ἂν παρητήσαντο τότε. Εἰ δὲ ἀνθρωπίνη κόλασις καὶ τέλος ἔχουσα πάσης ἂν ἐκράτησεν ὀργῆς, πολλῷ μᾶλλον ἡ μέλλουσα τιμωρία, εἰ συνεχῶς ἡμῶν τὴν διάνοιαν κατεῖχεν, οὐχὶ μνησικακίαν μόνον, ἀλλὰ καὶ πάντα ἂν ἀπὸ τῆς ψυχῆς ἐξήλασε πονηρὸν λογισμόν. Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τοῦ τὴν ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; Μὴ γὰρ μακρὰν ἀποδημίαν ἔστι στείλασθαι; μὴ γὰρ χρήματα δαπανῆσαι, μὴ γὰρ ἑτέρους παρακαλέσαι; Ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ κατόρθωμα τέλος ἔλαβε. Τίνος οὖν οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, εἰ βιωτικῶν μὲν ἕνεκεν πραγμάτων καὶ δουλοπρεπεῖς ὑπομένομεν διακονίας, καὶ ἀναξίους ἡμῶν ἐπιδεικνύμεθα θεραπείας, καὶ χρήματα ἀναλίσκομεν, καὶ πυλωροῖς διαλεγόμεθα, ἵνα μιαροὺς ἀνθρώπους κολακεύσωμεν, καὶ πάντα ποιοῦμεν καὶ λέγομεν ὥστε κατορθωθῆναι ἡμῖν τὸ προκείμενον, ὑπὲρ 49.202 δὲ τῶν τοῦ Θεοῦ νόμων τὸν λελυπηκότα ἀδελφὸν οὐχ ὑπομένομεν παρακαλέσαι, ἀλλὰ καὶ αἰσχύνην εἶναι νομίζομεν τὸ πρότεροι προσδραμεῖν; Αἰσχύνῃ, εἰπέ μοι, μέλλων πρότερος κερδαίνειν; Τοὐναντίον μὲν οὖν αἰσχύνεσθαι χρὴ τὸ μένειν ἐπὶ τοῦ πάθους, καὶ τὸν λελυπηκότα ἐκδέχεσθαι πρὸς τὰς καταλλαγὰς ἐλθεῖν· τοῦτο γὰρ καὶ αἰσχύνη καὶ ὄνειδος καὶ ζημία μεγίστη. Ὁ γὰρ πρότερος ἐλθὼν, ἐκεῖνος καρποῦται τὸ πᾶν. Ἂν μὲν γὰρ παρ' ἑτέρου παρακληθεὶς ἀφῇς τὴν ὀργὴν, ἐκείνῳ λογίζεται τὸ κατόρθωμα οὐ γὰρ δὴ τῷ Θεῷ πειθόμενος, ἀλλ' ἐκείνῳ χαριζόμενος τὸν νόμον ἐπλήρωσας· ἂν δὲ μηδενὸς παρακαλοῦντος, μήτε αὐτοῦ τοῦ λελυπηκότος πρὸς σὲ παραγενομένου καὶ δεηθέντος, αὐτὸς πᾶσαν αἰσχύνην καὶ πάντα ὄκνον ῥίψας ἀπὸ τῆς διανοίας, προσδράμῃς τῷ ἠδικηκότι καὶ καταλύσῃς τὴν ὀργὴν, ὁλόκληρόν σου γίνεται τὸ κατόρθωμα, καὶ τὸν πάντα λήψῃ μισθόν. Ἂν εἴπω, Νήστευσον, ἀσθένειάν μοι προβάλλῃ σώματος πολλάκις· ἂν εἴπω, ∆ὸς πένησι, παιδοτροφίαν καὶ πενίαν· ἂν εἴπω, Σχόλαζε εἰς συνάξεις, φροντίδας βιωτικάς· ἂν εἴπω, Πρόσεχε τοῖς λεγομένοις, καὶ νόει τῆς διδασκαλίας τὴν δύναμιν, ἰδιωτείαν· ἂν εἴπω, Κατόρθωσον ἕτερον, λέγεις, ὅτι Οὐχ ὑπακούσεται συμβουλευόμενος· πολλάκις γὰρ εἰπὼν κατεφρονήθην. Ψυχραὶ μὲν οὖν αἱ προφάσεις, ἀλλ' ὅμως κἂν πρόφασιν ἔχῃς εἰπεῖν· ἂν εἴπω, Τὴν ὀργὴν ἄφες, τί τούτων εἰπεῖν δυνήσῃ; Οὔτε γὰρ ἀσθένειαν σώματος, οὔτε πενίαν, οὐκ ἰδιωτείαν, οὐκ ἀσχολίαν, οὐκ ἄλλο οὐδὲν ἔχεις εἰπεῖν, ἀλλ' ἀσύγγνωστος αὕτη μάλιστα πάντων ἐστὶν ἡ ἁμαρτία. Πῶς δυνήσῃ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι; Πῶς τὴν γλῶτταν κινῆσαι; Πῶς αἰτῆσαι συγγνώμην; Κἂν γὰρ βούληται ὁ Θεὸς ἀφεῖναι τὰς ἁμαρτίας σου. οὐκ ἀφίης αὐτὸς, τὰ τοῦ συνδούλου κατέχων. Ἀλλ' ὠμός ἐστι, καὶ ἄγριος, καὶ θηριώδης, καὶ κολάσεως ἐπιθυμεῖ καὶ ἀντιδόσεως. Καὶ διὰ τοῦτο μάλιστα ἄφες. Ἠδίκησαι πολλὰ, καὶ ἀπεστέρησαι, καὶ κακῶς ἤκουσας, καὶ ἐν τοῖς μεγίστοις ἐβλάβης πράγμασι, καὶ βούλει κολαζόμενον ἰδεῖν τὸν ἐχθρόν. Καὶ εἰς τοῦτό σοι πάλιν χρήσιμον τὸ ἀφιέναι. Ἂν μὲν γὰρ αὐτὸς ἐκδικήσῃς καὶ ἐπεξέλθῃς, εἴτε διὰ ῥημάτων, εἴτε διὰ πραγμάτων, εἴτε διὰ τῆς εὐχῆς τῆς κατ' αὐτοῦ, ὁ Θεὸς οὐκ ἐπεξελεύσεται λοιπὸν, ἅτε σοῦ τὴν τιμωρίαν λαβόντος· καὶ οὐ μόνον οὐκ ἐπεξελεύσεται, ἀλλὰ καὶ σὲ ἀπαιτήσει δίκην ὡς ὑβρισμένος.
δʹ. Εἰ γὰρ ἐπ' ἀνθρώπων τοῦτο γίνεται, κἂν τυπτήσωμεν ἀλλότριον οἰκέτην, ὁ δεσπότης ἀγανακτεῖ, καὶ ὕβριν εἶναί φησι τὸ πρᾶγμα· κἂν γὰρ ἠδικημένοι τύχωμεν εἴτε ὑπὸ δούλων, εἴτε ὑπὸ ἐλευθέρων, τὰς παρὰ τῶν ἀρχόντων καὶ τὰς παρὰ τῶν δεσποτῶν ἀναμένειν χρὴ ψήφους· εἰ τοίνυν ἐπ' ἀνθρώπων οὐκ ἀσφαλὲς ἑαυτοὺς