155
ἀναδυομένην καὶ ὀκνοῦσαν, καὶ ἐρυθριῶσαν, καὶ αἰσχυνομένην διέγειρον, ταύτας αὐτῇ συνεχῶς ἐπᾴδων τὰς ἐπῳδάς· Τί μέλλεις, τί δὲ ἀναδύῃ καὶ ὀκνεῖς; οὐχ ὑπὲρ χρημάτων, οὐδ' ὑπὲρ ἄλλου τινὸς τῶν ἐπικήρων, ἀλλ' ὑπὲρ σωτηρίας ἡμῖν ὁ λόγος. Ὁ Θεὸς ταῦτα ποιεῖν ἐκέλευσε, καὶ πάντα δεύτερα ἔστω τῶν ἐκείνου προσταγμάτων. Ἐμπορία τίς ἐστι πνευματικὴ τὸ πρᾶγμα· μὴ ἀμελῶμεν, μήτε ῥᾳθυμῶμεν· μανθανέτω ὁ ἐχθρὸς, ὅτι πολλὴν ἐποιησάμεθα σπουδὴν, διὰ τὸ τῷ Θεῷ δοκοῦν· κἂν ὑβρίζῃ πάλιν, κἂν τύπτῃ, κἂν ὁτιοῦν ἕτερον χαλεπώτερον ποιῇ, φέρωμεν ἅπαντα γενναίως, ὡς οὐδὲν ἐκείνῳ τοσοῦτον, ὅσον ἡμῖν αὐτοῖς χαριζόμεθα· πάντων τῶν κατορθωμάτων τοῦτο μειζόνως ἡμῶν κατ' ἐκείνην προστήσεται τὴν ἡμέραν. Ἡμάρτομεν πολλὰ καὶ μεγάλα, καὶ προσεκρούσαμεν, καὶ τὸν ∆εσπότην ἡμῶν παρωξύναμεν· ἔδωκε διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ταύτην ὁδὸν καταλλαγῆς· μὴ τοίνυν προδῶμεν τὸν καλὸν τοῦτον θησαυρόν. Μὴ γὰρ οὐκ ἦν κύριος κελεῦσαι μόνον καταλλάττεσθαι, καὶ μηδένα ἡμῖν εἶναι μισθόν; μὴ γὰρ ἔχει τινὰ τὸν ἀντιλέγοντα καὶ διορθούμενον αὐτοῦ τὰ προστάγματα; Ἀλλ' ὅμως διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν καὶ μισθὸν ἡμῖν ὑπέσχετο μέγαν καὶ ἄφατον, καὶ οὗ μάλιστα ἐπιθυμοῦμεν τυχεῖν, τὴν τῶν ἁμαρτιῶν ἡμῶν συγχώρησιν, καὶ ταύτην τὴν ὑπακοὴν ἡμῖν εὐκολωτέραν ποιῶν. Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν καὶ μισθὸν τοσοῦτον μέλλοντες λαμβάνειν, μηδὲ οὕτως ὑπακούωμεν τῷ νομοθέτῃ, ἀλλὰ μένωμεν καταφρονοῦντες; Ὅτι γὰρ καταφρόνησις τοῦτό ἐστι, δῆλον ἐκεῖθεν· Εἰ νόμον ἔθηκεν ὁ βασιλεὺς, τοὺς ἐχθροὺς ἅπαντας ἀλλήλοις καταλ 49.206 λάττεσθαι, ἢ τὰς κεφαλὰς ἀποτέμνεσθαι, ἆρα οὐκ ἂν πάντες ἐσπεύσαμεν ἐπὶ τὰς τῶν πλησίον καταλλαγάς; Ἔγωγε οἶμαι. Τίνα οὖν ἕξομεν συγγνώμην, μηδὲ τοσαύτην ἀπονέμοντες τῷ ∆εσπότῃ τιμὴν, ὅσην τοῖς ὁμοδούλοις τοῖς ἡμετέροις; ∆ιὰ τοῦτο ἐκελεύσθημεν λέγειν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Τί τούτου πραότερον; τί δὲ ἡμερώτερον τοῦ προστάγματος; Σὲ κριτὴν ἐποίησε τῆς συγχωρήσεως τῶν σῶν ἁμαρτημάτων· ἂν ὀλίγα ἀφῇς, ὀλίγα ἀφίεται· ἂν πολλὰ ἀφῇς, πολλὰ ἀφίεται· ἂν ἀπὸ καρδίας ἀφῇς καὶ καθαρῶς, οὕτω σοι καὶ ὁ Θεὸς ἀφίησιν· ἂν μετὰ τοῦ συγχωρῆσαι καὶ φίλον αὐτὸν ἔχῃς, οὕτω καὶ ὁ Θεὸς πρὸς σὲ διακείσεται. Ὥστε ὅσῳ μείζονα ἥμαρτε, τοσούτῳ μᾶλλον ἡμᾶς σπεύδειν ἐπὶ τὰς καταλλαγὰς χρὴ, ἐπειδὴ καὶ μειζόνων ἁμαρτημάτων συγχωρήσεως ἡμῖν αἴτιος γίνεται. Βούλει μαθεῖν, ὡς οὐδεμία συγγνώμη μνησικακοῦσιν ἡμῖν, οὐδέ ἐστί τις ἡμᾶς ὁ ἐξαιρούμενος; Ἐπὶ παραδείγματος, ὃ λέγω, ποιήσω φανερόν· Τί σε ἠδίκησεν ὁ πλησίον; τὰ χρήματα ἥρπασεν, ἐδήμευσεν, ἐπλεονέκτησεν; οὐ λέγω τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα προστίθημι πλείονα τούτων, καὶ ὅσαπερ ἂν ἐθέλῃς· ἀνελεῖν σε ἐπεθύμησε, μυρίους σοι παρέστησε κινδύνους, πᾶσάν σοι ἐπεδείξατο μιαρίαν, καὶ οὐδὲν ἀπέλιπεν ὅλως τῆς ἀνθρωπίνης πονηρίας· ἵνα γὰρ μὴ πάντα καθ' ἕκαστον ἐπεξίωμεν, θὲς τοσαύτην αὐτὸν ἠδικηκέναι σε ἀδικίαν, ὅσην οὐδεὶς οὐδέποτέ τινα ἠδίκησεν· οὐδὲ γὰρ οὕτω μνησικακῶν ἄξιος ἔσῃ συγγνώμης. Καὶ πῶς ἐγὼ λέγω. Εἴ τις οἰκέτης σὸς ὤφειλέ σοι χρυσίνους ἑκατὸν, εἶτα ἐκείνῳ ἕτερός τις ὤφειλε ἀργύρια ὀλίγα, καὶ προσελθὼν ὁ τοῦ δούλου χρεώστης παρεκάλεσέ σε καὶ ἱκέτευσεν ἀξιῶν συγγνώμης τυχεῖν, καὶ σὺ τὸν οἰκέτην καλέσας τὸν σαυτοῦ προσέταξας εἰπὼν ἀφεῖναι τὸ ὀφείλημα τούτῳ, καὶ Ἀπὸ τοῦ λόγου οὗ ὀφείλεις μοι, λογίζομαί σοι τὸ ὀφείλημα· εἶτα ἐκεῖνος ἀναισχυντῶν καὶ πονηρευόμενος πάλιν ἦγχε τὸν ὀφείλοντα· ἆρα ἂν ἐξείλετό τις αὐτὸν τῶν σῶν χειρῶν; ἆρα οὐκ ἂν αὐτῷ μυρίας ἐπέθηκας πληγὰς, ὡς ὑβρισθεὶς τὴν ἐσχάτην ὕβριν; καὶ μάλα εἰκότως. Τοῦτο καὶ ὁ Θεὸς ποιήσει· ἐρεῖ γάρ σοι κατ' ἐκείνην τὴν ἡμέραν, Ὦ πονηρὲ δοῦλε καὶ παμμίαρε, μὴ γὰρ ἐκ τῶν σῶν αὐτῷ συνεχώρησας; ἐξ ὧν ἐμοὶ ὤφειλες, ἐκελεύσθης αὐτῷ λογίσασθαι· Ἄφες γὰρ, φησὶ, καὶ ἀφίημί σοι. Εἰ καὶ τὰ μάλιστα, καὶ εἰ μὴ τοῦτο προσέθηκα, καὶ οὕτως ἀφιέναι ἐχρῆν δεσπότῃ πειθόμενον· νυνὶ δὲ οὐχ ὡς δεσπότης ἐπέταξα, ἀλλ'