1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

7

ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβεβηκότων αὐτοῖς μεμνημένοι κακῶν. Ἑβδόμη, ἵνα ὅταν παρακαλῶμεν ὑμᾶς πρὸς τὴν ἐκείνων ἀρετὴν, καὶ πρὸς ἕκαστον ὑμῶν λέγωμεν, ὅτι μίμησαι Παῦλον, καὶ ζήλωσον Πέτρον, μὴ νομίζοντες διὰ τὴν τῶν κατορθωμάτων ὑπερβολὴν ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν. Ὀγδόη, ἵνα ὅταν δέῃ μακαρίζειν καὶ ταλανίζειν, μάθωμεν τίνας μὲν χρὴ μακαρίους ἡγεῖσθαι, τίνας δὲ ἀθλίους καὶ ταλαιπώρους. Καὶ αἱ μὲν αἰτίαι αὗται· δεῖ δὲ αὐτὰς ἀπὸ τῶν Γραφῶν πιστώσασθαι πάσας, καὶ δεῖξαι μετὰ ἀκριβείας, ὡς οὐκ ἀνθρωπίνων λογισμῶν ἐπίνοια, ἀλλὰ τῶν Γραφῶν ἐστιν ἀπόφασις τὰ εἰρημένα ἅπαντα. Οὕτω γὰρ καὶ ὁ λόγος ἡμῖν ἀξιοπιστότερος ἔσται, καὶ μᾶλλον ἐγκαθεδεῖται ταῖς ὑμετέραις ψυχαῖς. Ὅτι μὲν οὖν εἰς τὸ μετριάζειν καὶ ταπεινοφρονεῖν, καὶ τὸ μὴ φυσᾶσθαι ἐκ τῶν σημείων καὶ τῶν κατορθωμάτων, συμβάλλεται τοῖς ἁγίοις ἡ κάκωσις, καὶ διὰ τοῦτο συνεχώρησεν αὐτὴν ὁ Θεὸς γενέσθαι, καὶ τοῦ προφήτου ∆αυῒδ, καὶ τοῦ Παύλου τὰ αὐτὰ λεγόντων ἀκούσωμεν. Ἐκεῖνος μὲν γάρ φησιν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· οὗτος δὲ εἰπὼν, ὅτι Ἡρπάγην εἰς τρίτον οὐρανὸν, καὶ εἰς τὸν παράδεισον ἀπηνέχθην, ἐπήγαγε λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν ἵνα με κολαφίζῃ. Τί τούτου σαφέστερον; Ἵνα μὴ ὑπεραίρωμαι, φησὶ, διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ σατανᾶ κολαφίζειν με· ἀγγέλους δὲ τοῦ σατανᾶ οὐχὶ δαίμονας λέγει τινὰς, ἀλλὰ ἀνθρώπους τοὺς ὑπηρετουμένους τῷ διαβόλῳ, τοὺς ἀπίστους, τοὺς τυράννους, τοὺς Ἕλληνας, οἳ συνεχῶς αὐτὸν ἔθλιβον, καὶ συνεχῶς ἤλαυνον· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἠδύνατο, φησὶν, ὁ Θεὸς καταστεῖλαι τοὺς διωγμοὺς, καὶ τὰς θλίψεις τὰς ἐπαλλήλους· ἀλλ' ἐπειδὴ ἡρπάγην εἰς τρίτον οὐρανὸν καὶ ἀπηνέχθην εἰς τὸν παράδεισον, ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων τούτων ἐπαρθῶ καὶ μέγα φρονήσω, συνεχώρησε τοὺς διωγμοὺς τούτους, καὶ τοὺς ἀγγέλους τοῦ σατανᾶ ἀφῆκε κολαφίζειν με διὰ τῶν διωγμῶν καὶ τῶν θλίψεων, ἵνα μὴ ὑπεραίρωμαι. Εἰ γὰρ καὶ ἅγιοι καὶ θαυμαστοὶ οἱ περὶ Παῦλον καὶ Πέτρον, καὶ πάντες ὅσοι τοιοῦτοι, ὥσπερ οὖν καὶ εἰσὶν, ἀλλ' ἄνθρωποί εἰσι, καὶ δέονται πολλῆς γε τῆς ἀσφαλείας, εἰς τὸ μὴ ῥᾳδίως ἐπαίρεσθαι· καὶ μάλιστα πάντων οἱ ἅγιοι. Οὐδὲν γὰρ οὕτως εἰς ἀπόνοιαν αἴρειν εἴωθεν, ὡς συνειδὸς γέμον κατορθωμάτων, καὶ ψυχὴ μετὰ παῤῥησίας ζῶσα. Ἵνα οὖν μηδὲν τοιοῦτον πάσχωσιν ἐκεῖνοι, τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις συνεχώρησεν εἶναι, δυναμένας αὐτοὺς καταστέλλειν καὶ πείθειν μετριάζειν ἐν ἅπασιν.

ζʹ. Ὅτι δὲ καὶ εἰς τὸ δειχθῆναι τοῦ Θεοῦ τὴν ἰσχὺν τὰ μεγάλα τοῦτο αὐτὸ συντελεῖ, καὶ τοῦτο ἄκουσον παρὰ τοῦ αὐτοῦ ἀποστόλου, τοῦτο πρότερον εἰρηκότος. Ἵνα γὰρ μὴ λέγῃς, ὅ τι οἱ ἄπιστοι νομίζουσι, τὸν Θεὸν τὸν ταῦτα συγχωροῦντα ἀσθενῆ τινα εἶναι, καὶ μὴ δυνάμενον ἐξαρπάσαι τῶν κινδύνων τοὺς ἑαυτοῦ, συγχωρεῖν αὐτοὺς κακοῦσθαι συνεχῶς. Καὶ τοῦτο σκόπει, πῶς διὰ τούτων 49.25 ἀπέδειξεν ὁ Παῦλος, δεικνὺς, ὅτι οὐ μόνον ἀσθένειαν αὐτοῦ οὐ κατηγορεῖ τὰ γινόμενα, ἀλλὰ καὶ μειζόνως αὐτοῦ τὴν δύναμιν ἐπιδείκνυται πᾶσιν· εἰπὼν γὰρ, ὅτι Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ· καὶ τοὺς ἐπαλλήλους πειρασμοὺς διὰ τούτου δηλώσας, ἐπήγαγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ· καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τότε μου δείκνυται ἡ δύναμις, φησὶν, ὅταν ὑμεῖς ἐν ἀσθενείᾳ ἦτε· καὶ δι' ὑμῶν τῶν δοκούντων ἀσθενεῖν ὁ τοῦ κηρύγματος αὔξεται λόγος, καὶ πανταχοῦ κατασπείρεται. Ὅτε γοῦν εἰς τὸ δεσμωτήριον μυρίας λαβὼν πληγὰς εἰσηνέχθη, τὸν δεσμοφύλακα ἔδησεν· ἐν τῷ ξύλῳ ἦσαν οἱ πόδες, ἐν τῇ ἁλύσει αἱ χεῖρες, καὶ τὸ δεσμωτήριον ἐσείετο κατὰ μέσην τὴν νύκτα, ὑμνούντων αὐτῶν. Ὁρᾷς πῶς ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ ἐτελειοῦτο; Εἰ ἦν λελυμένος ὁ