1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

2

θέσεως τῶν μαστῶν τὴν καρδίαν δηλοῖ καὶ τὴν κεκρυμμένην καὶ ἀπόῤῥητον τῆς θεότητος δύναμιν, δι' ἧς τιθηνεῖται τὴν ἑκάστου δύναμιν καὶ ζωὴν ὁ Θεὸς, κατάλληλον ἑκάστῳ τῶν δεχομένων τὴν τροφὴν χαριζόμενος. {Φίλωνος.} Ἤγουν μαζοὶ, αἱ διαθῆκαι ὑπὲρ τὸν ἐπίγειον λόγον. {Ἀπολιναρίου.} Πολλῶν οἴνων ἐν τῇ Γραφῇ 154 κρειττόνων τε καὶ χειρόνων, νῦν τοῖς κρείττοσιν οἱ τοῦ νυμφίου μαστοὶ παρατίθενται· οὐ γὰρ ἂν τοῖς χείροσι συνεκρίθησαν. Ἡ τοίνυν Νύμφη, πολλοῖς καὶ διαφόροις οἴνοις εὐφρανθεῖσα καὶ σχοῦσα παρασκευὴν εἰς τὸ δέξασθαι τοὺς κρείττονας τούτων τοῦ Νυμφίου μαστοὺς, τοῦτό φησιν, προτιμῶσα τούτους οἵνου τοῦ ἐν νόμῳ τε καὶ προφήταις· καὶ τὸ περὶ τῶν μύρων δὲ τῷ περὶ τοῦ οἴνου ταυτόν· ὅρα δὲ, ὡς ἐπὶ μὲν τῆς εὐαγγελικῆς πολιτείας, ὀσμὴν ἔφη· ἐπὶ δὲ τῆς νομικῆς λατρείας, αὐτὰ τέθεικε τὰ ἀρώματα δηλῶν, ἐκείνης μὲν τὸ ὑπερέχον πνευματικὸν, ταύτης δὲ τὸ παχύ. Μύρον ἐκκενωθὲν ὅνομά σου. {Ὠριγένους καὶ Προκοπίου.} Τάχα προφητεύουσα τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύναμιν, κατὰ τὴν αὐτοῦ παρουσίαν· (ὥστε γενέσθαι, κατὰ τὸν Παῦλον, "οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ζωῆς εἰς ζωὴν"), εἶπεν ἂν ἡ νύμφη, ∆ιὰ τοῦτο πάντες ἠγάπησάν σε· ἀλλ' οὐ μόνον αἱ νεάνιδες ὁσημέραι ἀνανεούμεναι, καὶ μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον· ἐξεκενώθη δὲ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀποῤῥήτοις. {Κυρίλλου.} ∆ηλοῖ δὲ καὶ τὴν εἰς πάντα τὰ ἔθνη τοῦ Μονογενοῦς κληθεῖσαν ἐπωνυμίαν, καθ' ὃ πάντα τὰ ἔθνη εὐωδιάζουσι πρὸς αὐτὸν, τὴν αὐτοῦ φέροντα προσηγορίαν. {Γρηγορίου.} Αὐτὸ μὲν τῆς θείας φύσεως τὸ μύρον, εἴτ' οὖν τῆς οὐσίας κατάληψις, ὑπὲρ πᾶν ἐστι ὅνομά τε καὶ νόημα· ἐξ ὧν δὲ θαυμαστῶς ἐνεργῶν ὕλην τοῖς θείοις ὀνόμασι, πιότητά τινα βραχεῖαν τοῦ θείου μύρου σημαίνουσαν· δι' ὧν σοφὸν, δυνατὸν, ἀγαθὸν, ἅγιον, μακάριόν τε καὶ Κριτὴν καὶ Σωτῆρα καὶ τὰ τοιαῦτα κατονομάζομεν. {Νείλου.} Ὥσπερ τὸ συνεχόμενον μύρον κενούμενον δῆλον γίνεται τῇ εὐωδίᾳ, οὕτω τὸ σὸν ὄνομα, ὦ Νυμφίε, ἔτι σοῦ ὄντος ἐν τοῖς πατρικοῖς κόλποις ἀγνοούμενον, μετὰ τὴν κένωσιν, ἴσα κενωθέντι μύρῳ αὐτόθεν ἔχει τὴν μαρτυρίαν, τῇ τῶν σημείων δυνάμει πιστούμενον· ἀλλ' αἱ μὲν νεάνιδες διὰ τοῦτο ἠγάπησάν σε, ἐπειδὴ παρέλκυσάν σε ἐκ τῶν πατρικῶν κόλπων ἐπιδεόμεναι τῆς σῆς παρουσίας, μετὰ τὴν ἐκ τῆς ἐπιδημίας ὠφέλειαν, μετὰ τὴν τῶν θαυμάτων πεῖραν ἐπιγνοῦσαί σου τὸ ὄνομα, καὶ ἀκολουθεῖν ὀπίσω σου μετὰ τὴν τῆς εὐεργεσίας αἴσθησιν· ἐγὼ δὲ ἡ σοὶ μεμνηστευμένη ἤδη κατὰ τὴν σὴν ἐπιφοίτησιν, τῆς ὀσμῆς τῶν μύρων σου καὶ πρὸ τῆς ἐπιδημίας ἀντελαβόμην· καὶ τῶν ἀγαθῶν μαστῶν σου ὕστερον γνωσθέντων πολλοῖς φθάσασα τὴν γνῶσιν τῇ χάριτι. ∆ύνανται δὲ καὶ νεάνιδες καὶ λέγεσθαι τὸν Νυμφίον ὀπίσω ἕλκουσαι, ἥ τε αἱμοῤῥοοῦσα καὶ ἡ Χαναναία· ἀμφότεραι γὰρ τὸ ἐκ συμπαθείας εἵλκυσαν μύρον. 1552 {Ἀπολιναρίου.} Τῷ γὰρ ὀνόματι τοῦ Χριστοῦ καθαρίζονται πάντα, ἰῶνται, βαπτίζονται, τὴν ἀληθινὴν ἡμῖν εὐωδίαν ἐνοικίζονται· λέγει δὲ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ ἐκχυθὲν ὄνομα τὴν ἔκχυσιν τοῦ Πνεύματος ἐπὶ πάντας ἐργάζεται, κατὰ τὸ, "Ἡγιάσθητε καὶ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν·" ἅπερ ποιοῦν τοὔνομα, μύρον εἰκότως ἐκκενωθέν. ∆ιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε· [γʹ] εἵλκυσάν σε· ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δραμοῦμεν. {Γρηγορίου.} Τίς γὰρ τοιούτου κάλλους ἀνέραστος, εἰ μόνον ὀφθαλμὸν ἔχει τὸν ἐνατενίσαι τῇ ὥρᾳ δυνάμενον; Εἵλκυσαν οὖν αὐτὸν εἰς ἀνταγάπησιν· φησὶν γὰρ ἡ Σοφία· "Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ." {Κυρίλλου.} Νεᾶνις ἦν καὶ Παῦλος· "Πάντα, λέγων, ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ," διὸ καὶ λίαν ἠγάπησε φάσκων· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" πῶς δὲ αὐτὸν εἵλκυσαν; ἀκολουθήσασαι τοῖς ἴχνεσιν αὐτοῦ, καὶ τῶν εὐαγγελικῶν ἀπολαύσασαι μύρων· εἰ δὲ δραμοῦμεν, ἔχων τῶν νεανίδων ὁ λόγος, "κατὰ τὸ ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευσόμεθα." Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. {Γρηγορίου.} Αἱ μὲν ἔτι