1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

33

χρόνον πολὺν, ὃς μάλιστα τοῦ κατ' ἐγκράτειαν καθηγήσατο βίου· αὐχμηρὸς τὸ εἶδος, λάσιος τὴν τρίχα, δέρματι αἰγὸς σκεπαζόμενος. Πάντες οὖν οἱ κατ' ἐκεῖνον τὸν ἑαυτῶν κατορθοῦντες βίον, κόσμος γίνονται τῆς Ἐκκλησίας, ἀγεληδὸν κατὰ τὸν νῦν ἐπικρατοῦντα τῆς φιλοσοφίας τύπον, τὴν ἀρετὴν μετ' ἀλλήλων ἐμπονοῦντες. Τὸ δὲ ἐκ τοῦ Γαλαὰδ τὰς τοιαύτας ἀποκαλυφθῆναι ἀγέλας, μείζονα τοῦ θαύματος τὴν ὑπερβολὴν ἔχει· ὅτι ἐκ τοῦ ἐθνικοῦ βίου γέγονεν ἡμῖν, ἡ πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν μετάβασις. Οὐ γὰρ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ τῆς τοιαύτης καθηγήσατο πολιτείας, ἀλλὰ τὸ τοῖς εἰδώλοις ἀνακείμενον ἔθνος εἰς τοσαύτην ἦλθε τοῦ βίου μεταβολὴν, ὥστε κοσμῆσαι τὴν κεφαλὴν τῆς Νύμφης τοῖς κατ' ἀρετὴν πλημμελήμασιν. {Νείλου.} Ὡς μὲν πρὸς τὸ ῥητὸν, οὐδὲν ἔχει κοινὸν ἡ σύγκρισις· τί γὰρ ὅμοιον τρίχωμα καὶ ἀγέλαι αἰγῶν; Ὡς δὲ πατρὸς τὴν ἔννοιαν, πολλή τίς ἐστιν ἡ συμφωνία· εἴτε γὰρ ψυχή ἐστι τελεία πρὸς ἣν ταῦτα εἴρηται, εἴτε ἡ ἔνδοξος Ἐκκλησία, ἔχει τινὰ ἀκολουθίαν ἡ θεωρία τῆς λέξεως· καὶ γὰρ τῆς τελείας ψυχῆς τὰ οἱονεὶ ἀποβλήματα καὶ περιττὰ, ἅ τινά ἐστι τὰ διὰ τοῦ σώματος ἐπιτελούμενα χρειώδη πράγματα, ἐπειδὴ καθηκόντως γίνεται, καὶ μετὰ τοῦ πρέποντος κόσμου, ἀγέλῃ αἰγῶν ὁμοιοῦται συντεταγμένῃ καὶ εὖ πεφραγμένῃ καὶ οὐδὲν ἐχούσῃ διατετμημένον, διὰ τὸ ἔχεσθαι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου, καὶ ἡγεμονεύεσθαι ὑπ' αὐτοῦ δεόντως. Ὅταν γὰρ τὸ κεχυμένον τῆς ἀσώτου τρυφῆς εἰς τὸ χρειῶ 1641 δες καὶ ἀναγκαῖον στέληται, ἔσται ἀγέλῃ αἰγῶν τὸ λεγόμενον τρίχωμα παραπλήσιον· τὰ τοίνυν σωματικὰ, ἐν μὲν τοῖς ἀδιαφόροις ἀδιάφορα, ἐν δὲ τοῖς ἐπιμελεστέροις σπουδαῖα καὶ χρήσιμα· ἐὰν δὲ ἡ Ἐκκλησία ἐστὶ πρὸς ἣν λέγεται ταῦτα, τρίχωμα αὐτῆς εἰσιν οἱ μετανοοῦντες ἐπὶ τοῖς ἁμαρτήμασι· διὸ καὶ ἀγέλῃ αἰγῶν, ἀλλ' οὐ προβάτων, παραβάλλονται· ἀπεκαλύφθησαν δὲ ἀπὸ τοῦ Γαλαὰδ τοῦ μετοικήσαντος ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τὰ ἔθνη λόγου· Γαλαὰδ γὰρ μετοικία μαρτυρίας ἑρμηνεύεται· ὅτε μὲν γὰρ τῷ Ἰουδαϊκῷ ἔλεγεν ἔθνει· Ὑμεῖς λαός μου καὶ πρόβατα τῆς κληρονομίας μου, ἐκείνων ἦν ἡ μαρτυρία· ὅτε δὲ τὰ ἔθνη λαὸν ἐξελέξατο ἑαυτῷ, τούτῳ γέγονε μαρτύριον, μετοικῆσαν ἀπ' ἐκείνων ἐπὶ τούτου. βʹ. Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ· αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖσ. {Γρηγορίου.} Πρῶτον λέγει περὶ ὀδόντων, παραδραμὼν τοῦ στόματος καὶ τῶν χειλέων τὰ ἐγκώμια· καὶ εἶθ' οὕτω περὶ χειλῶν· πρῶτον γάρ τις ἑστιᾶται τὰ πνευματικὰ μαθήματα, καὶ οἷον καταλεαίνει ὥσπερ τὴν τροφὴν τοῖς σωματικοῖς ὀδοῦσι, καὶ τότε λέγει περὶ αὐτῶν· ἅπερ τις ψυχικὴ δύναμις λεπτοποιεῖ ἐπιτήδεια, πρὸς τὸ παραπεμφθῆναι τοῖς οἱονεὶ σπλάγχνοις παρασκευάζουσα· τοὺς τοίνυν κριτικούς τε καὶ διαιρετικοὺς τῶν δογμάτων καθηγητὰς, οἳ τὰ θεῖα μυστήρια διὰ σαφεστέρας ἐξηγήσεως λεπτοποιοῦσιν, ὡς εὐπαράδεκτον τὴν πνευματικὴν ταύτην τροφὴν γενέσθαι τῷ σώματι τῆς Ἐκκλησίας, ὀδόντας ἐκάλεσεν ὁ λόγος, οὓς καὶ βούλεται παντὸς ἄχθους ὑλικοῦ γεγυμνωμένους· τοῦτο γὰρ τὸ κεκαρμένον· καὶ λουτρῷ τῆς συνειδήσεως παντὸς μολυσμοῦ σαρκὸς καθαρεύοντας· καὶ πρὸς τούτοις ἀεὶ διὰ προκοπῆς ἀναβαίνοντας· καὶ μηδέποτε εἰς τὸ ἔμπαλιν κατασυρομένους εἰς τὸ βάραθρον· καὶ διδυμεύειν τῇ μὲν ψυχῇ τὴν ἀπάθειαν, τῷ δὲ σωματικῷ βίῳ τὴν εὐσχημοσύνην γεννῶντας, καὶ ὅλως ἐν μηδενὶ τῶν καλῶν ἐπιτηδευμάτων ἀτονεῖν. {Νείλου.} Ὁμοίως καὶ τοῦτο, κατὰ τὴν λέξιν ἀδιανόητον· πρὸς δὲ διάνοιαν γέγραπται περὶ ψεκτῶν ὀδόντων· "Ὀδόντας ἁμαρτωλῶν συνέτριψας," καὶ, "Ἐκεῖ ἔσται ὁ βρυγμὸς τῶν ὀδόντων·" περὶ δὲ ἐπαινετῶν, "Ὀδόντες αὐτοῦ γάλα·" καὶ τὸ παρὸν ῥητόν· τάχα δ' ἂν εἶεν δυνάμεις ψυχῆς, δι' ὧν προτρέφεται λόγῳ αὕτη, τὴν διάκρισιν τοῦ λόγου πεπιστευμέναι καὶ λεπτοποιοῦσαι, καὶ οἱονεὶ μηρυκιζόμεναι, τὸν τέως ἁδρυμερέστερον διὰ τῆς ἀκοῆς παραδεχθέντα λόγον· συντρίβονται δὲ οὗτοι οἱ ὀδόντες, ὅταν αἱρετικῆς διδασκαλίας φάγωσιν ὄμφακας· ὠμοδιάσαντες γὰρ, ἄχρηστοι γίνονται τὸ λεᾶναι τὴν ἀληθῆ