1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

25

τίνι ἔχει τὸ εἶναι, ἀλλ' οὐχ εὗρον. Εἶτά φησιν, Ἐκάλεσα αὐτὸν τὸν ἀκατανόμαστον ὡς ἐνῆν ὀνομάζουσα καὶ οὐκ ἐπήκουσέ μου· οὐ γὰρ ἦν ὀνόματος ἔμφασις ἡ καθικνουμένη τοῦ ζητουμένου· τότε τοίνυν ἔγνων, ὅτι τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ὅθεν διανίστησιν ἑαυτὴν καὶ περιπολεῖ τῇ διανοίᾳ τὴν ὑπερκόσμιον φύσιν, ἣν ἐκάλεσε πόλιν, ἐν ᾗ ἀρχαὶ καὶ κυριότητες καὶ οἱ ταῖς ἐξουσίαις ἀποτεταγμένοι θρόνοι, ἥ τε τῶν ἐπουρανίων πανήγυρις· ὃ τὸ τῆς πλατείας διασημαίνει ὀνόματι· μὴ εὑροῦσα δὲ ἐν αὐτοῖς τὸ ποθούμενον, καθ' ἑαυτὴν ἐλογίσατο· μὴ ἄρα κἂν ἐκείνοις ληπτόν ἐστι τὸ παρ' ἐμοῦ ἀγαπώμενον· διὰ δὲ τῆς σιωπῆς ἐνδειξαμένου τὸ ἀκατάληπτον, πᾶν τὸ εὑρισκόμενον ἀφεῖσα μόλις ἔγνω τὸ ζητούμενον, ὡς ἐν τῷ μὴ εὑρίσκεσθαι τί ἐστιν, ὅτι ἐστὶ γινώσκεται. ∆ιό φησιν, Ὅτε μικρὸν παρῆλθον ἀπὸ πάσης κτίσεως, πᾶσαν ἀφεῖσα καταληπτικὴν ἔφοδον, τῇ πίστει τὸν ἀγαπώμενον εὗρον· δι' ἧς αὐτὸν καὶ κρατήσω, ἕως ἂν ἐντὸς γένηται τοῦ ἐμοῦ ταμιείου, εἴτουν καρδίας· ἢ τότε γίνεται δεκτικὴ τῆς θείας αὐτοῦ ἐνοικήσεως, ὅταν ἔλθῃ πρὸς τὴν κατάστασιν ἐκείνην ἐν ᾗ τὸ κατ' ἀρχὰς ἦν ὅτε ἐπλάσθην ὑπὸ τῆς συλλαβούσης μητρός· ἥτις ἐστὶν ἡ πρώτη τῆς συστάσεως ἡμῶν αἰτία. {Νείλου.} Καταστάσεις ἑαυτῆς ἐν αἷς ἐγένετο ἡ Νύμφη διηγεῖται τὸν Λόγον ζητοῦσα καὶ τὴν τελειότητα καὶ τὴν ἐν τελειότητι ἑπομένην· καὶ ταῦτά φησι πρὸς τὴν τῶν λοιπῶν ὠφέλειαν· διδάσκουσι ὅτι οὐκ ἔστι μετὰ ἀναπαύσεως ζητοῦντα τὸ ποθούμενον εὑρεῖν· ἀσκήσει γὰρ τῶν καλῶν, ῥᾳστώνη πολέμιον· τὸ γὰρ, Ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, τοιοῦτόν ἐστιν, ὡσανεὶ τῆς Νύμφης διηγουμένης ταῖς νεάνισιν, ὅτι ἐνόμισα κοῦφον εἶναι καὶ εὐχερὲς, τὸ κτήσασθαι τὴν ἀρετὴν καὶ τὴν σοφίαν οἰκειώσασθαι· καὶ ἐζήτουν οὐ μετὰ πόνου, ἀλλ' ἀνειμένως καὶ ῥᾳθύμως, καὶ τοῖς σωματικοῖς ὡς κλίνῃ ἐπαναπαυομένη· ἐπειδὴ δὲ ἡ ζήτησις αὕτη τῆς καταλήψεως ἠστόχει, μετέβαλον ἐπὶ τὸ ἐργάζεσθαι τὴν ἀρετήν· διὸ εἶπον, Ἀναστήσομαι δὴ, καὶ τὰ λοιπὰ, καταλιποῦσα τὴν κλίνην, ἐπὶ τῷ δι' ἔργων ποιήσασθαι τὴν ζήτησιν· ἀλλ' οὐδὲ τοῦτό με πρὸς τὴν εὕρεσιν ὡδήγησε. ∆έον γὰρ ἐργαζομένης τὰ τῆς ἀρετῆς κρύψαι τὸν πόνον, ἐπιδεικτιῶσα τοῦτον ἐδημοσίευον ἐν πλατείαις, καὶ ἀγοραῖς, τὸν ἀνθρώπων ἔπαινον θηρωμένην. ∆ιὸ οὐδ' οὕτως εὑρεῖν δεδύνημαι· οὐδὲν γὰρ συντελεῖ πρὸς τὴν τῶν ἀγαθῶν κτῆσιν πόνος, ὅταν μετὰ φιλοδοξίας γίνηται. Ἀλλ' ὅταν εὗρον αὐτὴν οἱ φύλακες οἱ τηροῦντες ἐν τῇ πόλει· οὗτοι δὲ εἰσὶ λειτουργικὰ πνεύματα διακονοῦντα τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἤτοι διοικήσει τοῦ βίου ἐφεστῶτα· καὶ ἐρωτηθέντες περὶ τοῦ ἀγαπωμένου, σιωπῇ παρῆλθον αὐτὴν ὡς οὐκ ἀξίαν ἀποκρίσεως· ἐκ τῆς ἀποστροφῆς στοχασαμένη ὡς 1620 οὐκ ἔστιν αὐτῆς εὐάρεστος ὁ τοιοῦτος βίος, ἐλογίσατο δεόντως μὴ ἀνόνητα μοχθεῖν, μηδὲ τὸ τραχὺ τῆς ἀρετῆς ὑπομένουσα, ὑστερίζειν τῆς προκοπῆς διὰ τῶν ὁρώντων ἔπαινον· καὶ οὕτως εὗρε τὸ ζητούμενον· οὐδενὸς ἑτέρου χάριν, ἡ αὐτοῦ τοῦ καλοῦ τὸ ἀγαθὸν ἐργαζομένη· καὶ δικαίως τὸ δίκαιον διώκουσα· ὅθεν καὶ οὐ μετὰ πολὺ, ἀλλ' εὐθέως εὑρηκέναι λέγει. Μικρὸν γὰρ ὡς παρῆλθον ἀπ' αὐτῶν, εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· τῷ γὰρ παρελθόντι τὰς προειρημένας καταστάσεις, καὶ φθάσαντι ἐπὶ τὴν τελειότητα, ἀνυπερθέτως εὑρίσκεται ὁ Θεός· συνεργὸν ὡς φῶς τὴν κατάληψιν τοῦ ζητουμένου. Ὅπερ γάρ ἐστι φῶς ὀφθαλμοῖς, τοῦτο νῷ ἀλήθεια· μέγα δὲ ἐγκώμιον ἐν τοῖς ἑξῆς εἴρηται τῆς Νύμφης, τὸ, Ἐκράτησα αὐτὸν, καὶ ἑξῆς· κτήσασθαι μὲν γὰρ πόνῳ τὸ καλὸν, ἴσως πολλῶν· φυλάξαι δὲ τὴν ἐπιμονὴν, ὀλίγων· οἱ μὲν γὰρ πολλοὶ ὅταν φθάσωσιν ἐπὶ τὸ σπουδαζόμενον, ἢ πόρον λαβόντες αὐτοῦ τῷ χρόνῳ, ἢ περὶ ἕτερα τὴν προθυμίαν ἀποκλίναντες, ἀφίστανται· καὶ μικρὸν ἀμελήσουσιν, ἐκπίπτουσι τῆς ἀρίστης ἕξεως, πολὺν ἀχρειοῦντες πόνον· αὕτη δὲ καμάτῳ εὑροῦσα τὸ ἀγαθὸν, οὐκ ἐνόστησεν εἰς τὰ ὀπίσω, ἀλλ' ἴσην ἐτήρησε τὴν προθυμίαν, ἕως γνησίως ᾠκειώσατο τὸ ποθούμενον· μέχρι τῶν ἐνδοτάτων ταμιείων εἰσοικίσασα τὴν ἀρετὴν, εἰσήγαγεν ταμιείῳ τοῦ οἴκου. {Ὠριγένους.} Περὶ τῶν πρὸ