1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

51

πολλὴν ἔχοντα τὴν ἀσφάλειαν. Εἰ μὲν οὖν ὁ Θεὸς Λόγος ἐν τούτοις διαγράφεται, θεῖαι δυνάμεις ἔσονται πάντως ἐν τοῖς μέλεσιν ἐκείνοις χαρακτηριζόμεναι· οὐ γὰρ μελῶν συνθέσει σχηματίζεται τὸ ἀσώματον· ἐνεργείαις δὲ νοηταῖς ὡσανεὶ σῶμα τὸ ποιούμενον, διὰ τὸ ἄλλως τὰ περὶ Θεοῦ παραδέχεσθαι, τὴν ἀνθρωπίνην οὐ πεφυκέναι αἴσθησιν. Ὀφθαλμοὺς γὰρ, τί ἄλλο ὑπολάβοι Θεοῦ, ἢ τὴν ἐποπ 163 τικὴν δύναμιν; καὶ κοιλίαν ἣν λέγει γεννᾷν, τὸ γνήσιον τῆς ὠδῖνος; πόδας καὶ πορείαν ἐπίσημον, τὴν προνοητικὴν ἐνέργειαν; ὡς ἐν ἴχνεσι τρανῶς τοῖς κηδεμονικῶς συμβαίνουσιν ἑκάστῳ κατ' οἰκονομίαν τοῦ κρείττονος θεωρουμένην· ὁμοίως ἐπὶ τῶν λοιπῶν· εἰ δὲ ὁ Κυριακὸς ἄνθρωπος σημαίνοιτο, εἴη ἂν κεφαλὴ, χρυσίῳ Κεφὰζ παρεικασμένη, ὅπερ ἑρμηνεύεται πέτρα, ὁ κορυφαιώτατος τῶν ἀποστόλων Πέτρος· καὶ τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ἐπὶ τῇ ὁμολογίᾳ τῆς πίστεως οἰκοδομηθῆναι παρασκευάσας· κοιλία ὁ Παῦλος, ὁ τοὺς ἐν Χριστῷ μορφουμένους ὠδίνων· στύλοι μαρμάρινοι περὶ ὧν φησι Παῦλος, "Οἱ δοκοῦντες στύλοι εἶναι·" καὶ ἕκαστος κατὰ τὴν διαφορὰν τῶν λοιπῶν χαρισμάτων· ὁ μὲν σιαγόνων ἐπέχει τόπον φυουσῶν μυρεψικὰ, ὁ δὲ χειλέων κρίνοις ὁμοιουμένων στάζουσι τὴν σμύρναν πλήρη· οἳ τὸ χρειῶδες καὶ ἐγκρατὲς παραινοῦντες τοῖς ὑπηκόοις, καὶ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Εἶεν δ' ἂν βόστρυχοι, οἱ τὸν ὀνειδισμὸν φέροντες τῶν Χριστοῦ παθημάτων· καὶ ὀφθαλμοὶ πάλιν οἱ τὸ τοῦ βαπτίσματος φυλάσσοντες δώρημα, καὶ ἐπὶ τὸ πλήρωμα τῶν ὑδάτων ἀγρύπνως καθήμενοι· νηπιάζουσι δὲ, παιδικὴ ἡλικία. Λελουμένοι γάρ εἰσιν ἐν γάλακτι καὶ καθήμενοι ἐπὶ πληρώματα ὑδάτων· καὶ τὸ ἀκέραιον τῆς περιστερᾶς, καὶ τὸ ἄκακον τῆς γαλακτοτροφουμένης ἔχοντες ἡλικίας· λευκὸς δέ ἐστι διὰ τὸν ἐν ἀρχῇ Θεὸν Λόγον φῶς λεγόμενον τοῦ κόσμου· πυῤῥὸς δὲ δι' ὃν ἀνείληφεν ἄνθρωπον, ἐκ γῆς πλασθέντα πυῤῥᾶς· εἶδος δὲ ὑποφαίνων, καὶ τὴν ὀσμὴν τῆς γνώσεως φανερὰν τοῖς ἀποστόλοις δεικνύων τοῖς τύποις τῶν ἥλων καὶ τῇ τῆς λόγχης ὀπῇ· καὶ ἐκλεκτός ἐστιν ὡς κέδρος· περὶ ὧν ἔλεγε· "∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται·" τὸν γὰρ φάρυγγα ἔχει γλυκασμὸν οὐ γλυκαινόμενον, ἀλλὰ γλυκαίνοντα· οὐ γὰρ ποιοῦται, ἀλλ' αὐτὸ ποιότης ἐστίν· ἐπὶ πᾶσι δέ ἐστιν ὅλος ἐπιθυμία, οὐ μετέχων τῆς ἕξεως, ἀλλ' αὐτὸ ἕξις τυγχάνων. Ταῦτα δέ φησιν ἡ Νύμφη, ἵνα δείξῃ δικαίως ἐρῶσαν ἑαυτήν· ἀπολογίαν τοῦ πάθους, τὸ κάλλος τοῦ ἀγαπωμένου προβαλλομένη. ιαʹ. Κεφαλὴ αὐτοῦ, χρυσίον κεφάζ· βόστρυχοι αὐτοῦ, ἐλάται, μέλανες ὡς κόραξ. {Γρηγορίου.} Ἡ μὲν κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ἡ πάσης τῆς φύσεως ἡμῶν ἀπαρχὴ Χριστὸς, τὸ καθαρόν τε καὶ πάσης ἀμιγὲς κακίας χρυσίον ἐστί· τοῦτο γὰρ τὸ κεφάζ· βόστρυχοι δὲ οἵ ποτε ζοφώδεις κατὰ τοὺς κόρακας· οἷς ἔργον ἐστὶ τὸ τοὺς ὀφθαλμοὺς ἐκκόπτειν, ὡς ἡ Παροιμία φησίν· οὗτοι ἐλάται, τὰ ὑψηλά τε καὶ οὐρανομήκη δένδρα γενόμενοι, διὰ τοῦ ἀναδραμεῖν ἐκ γῆς πρὸς τὸ οὐράνιον ὕψος, προσθήκη τοῦ κάλλους γίνονται τοῦ Νυμφίου τῆς θείας κεφαλῆς ἐξαρτήσαντες ἑαυτοὺς, καὶ τῇ τοῦ Πνεύματος ἄρα περισοβούμενοι· δι' ὧν οἶμαι δηλοῦσθαι τοὺς ἀποστόλους, ὧν τινες ζοφώδεις ἐν οἷς ἔπραττον ἦσαν, ὁ τελώνης, ὁ λῃστὴς, 166 ὁ διώκτης, κατὰ τὸ μέλαν τε καὶ σαρκοβόρον· καὶ τῶν ὀφθαλμῶν ἀφανιστικὸν, τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους. {Ὠριγένους.} Οἱ βόστρυχοι διὰ τὴν πυκνότητα, κ.τ.λ. ιβʹ. Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. {Γρηγορίου.} Εἶεν ἂν ὀφθαλμοὶ οἱ τῆς Ἐκκλησίας καθηγούμενοι· καὶ ὃς δὲ τῶν τοιούτων ὀφθαλμῶν καὶ ἔπαινος ἡ ἀκακία· ἣν κατορθοῦσι, μηκέτι τῷ σαρκώδει βίῳ ἐμμολυνόμενοι, ἀλλὰ ζῶντες καὶ στοιχοῦντες τῷ πνεύματι. Ὁ γὰρ πνευματικός τε καὶ ἄϋλος βίος, τῷ τῆς περιστερᾶς εἴδει χαρακτηρίζεται, διὰ τὸ ἅγιον Πνεῦμα ἐν εἴδει ὀφθῆναι περιστερᾶς ἐν τῷ Ἰορδάνῃ. Χρὴ τοίνυν τὸν ἀντὶ ὀφθαλμοῦ τῷ σώματι τῆς Ἐκκλησίας ὑπὸ Θεοῦ τεταγμένον, εἰ μέλλοι καθαρῶς ἐπισκοπεῖν καὶ ἐφορᾷν πᾶσαν τὴν ἀπὸ τῆς κακίας λύμην