1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

45

τε καὶ παραδοξότερον πάντως παρὰ τὸ ἤδη κατειλημμένον ὁρᾶται, θαυμάζει μὲν τὸ ἀεὶ προφαινόμενον, οὐδέποτε δὲ ἵσταται τῆς ἰδεῖν ἐπιθυμίας διὰ τὸ πάντως τοῦ ἑωραμένου, μεγαλοπρεπέστερον εἶναι τὸ προσδοκώμενον· ὅθεν εἰ καὶ ὤφθη, ὡς μήπω φανεὶς, διὰ φωνῆς ἑαυτοῦ τὴν ἐμφάνειαν ἐπαγγέλλεται. 1676 Ὡς οὖν φωνοῦντος καὶ κρούοντος πρὸς τὴν ὑπακοὴν διανίσταται. Ἐνδοῦσα δὲ ταῖς ἀκοαῖς ἡσυχίαν, ἀκούει τοῦ διὰ τῆς φωνῆς προσηχήσαντος λόγου, ὅτε ἀναστὰς ἐπέστη τοῖς μαθηταῖς τῶν θυρῶν κεκλεισμένων. Ἄνοιξόν μοι, ἀδελφή μου, πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτόσ. {Φίλωνος.} Τῷ μεγάλῳ Μωσεῖ διὰ φωτὸς πρότερον ἐνεφανίσθη Θεὸς ἐπὶ βάτου· εἶτα διὰ νεφέλης αὐτῷ διαλέγεται· εἶτα ὑψηλότερος ἤδη γενόμενος, ἐν γνόφῳ Θεὸν βλέπει· ὃ δὲ διὰ τούτων μανθάνομεν, τοιοῦτόν ἐστιν. Ἡ πρώτη ἀπὸ τῶν ψευδῶν καὶ πεπλανημένων περὶ Θεοῦ ὑπολήψεων ἀναχώρησις, ἡ ἀπὸ τοῦ σκότους εἰς φῶς ἐστι μετάστασις· ἡ δὲ προσεχεστέρα τῶν κρυπτῶν κατανόησις, ἡ διὰ τῶν φαινομένων χειραγωγοῦσα τὴν ψυχὴν πρὸς τὴν ἀόρατον φύσιν, οἷόν τις νεφέλη γίνεται, τὸ φαινόμενον μὲν ἅπαν ἐπισκιάζουσα, πρὸς δὲ τὸ κρύφιον βλέπειν τὴν ψυχὴν χειραγωγοῦσα· ἡ δὲ διὰ τούτων ὁδεύουσα πρὸς τὰ ἄνω ψυχὴ, ὅσον ἐφικτόν ἐστι τῇ ἀνθρωπίνῃ φύσει, καταλιποῦσα ἐντὸς τῶν ἀδύτων τῆς θεογνωσίας γίνεται· τῷ θείῳ γνόφῳ πανταχόθεν διαληφθεῖσα, ἐν ᾧ τοῦ φαινομένου τε καὶ καταλαμβανομένου παντὸς, ἔξω τοῦ καταλειφθέντος, μόνον ὑπολείπεται τῇ θεωρίᾳ τῆς ψυχῆς, τὸ ἀόρατόν τε καὶ ἀκατάληπτον ἐν ᾧ ἐστιν ὁ Θεός· ἦν οὖν ποτε καὶ ἡ Νύμφη μέλαινα τοῖς ἀφωτίστοις δόγμασιν, τῇ δὲ πηγῇ τοῦ φωτὸς διὰ τοῦ μυστικοῦ φιλήματος προσαγαγεῖν τὸ στόμα ποθήσασα, καλὴ γίνεται, καὶ τὸ μέλαν τῆς ἀγνοίας ἀπέκλυσεν ὕδατι. Εἶτα ὡς ἵππος δραμοῦσα, καὶ ὡς περιστερὰ διαπτᾶσα, πρότερον μὲν τῇ σκιᾷ τοῦ μήλου μετ' ἐπιθυμίας ὑπαναπαύεται, μῆλον ἀντὶ νεφέλης τὸ ἐπισκιάζον κατονομάζουσα. Νῦν δὲ ἤδη ἀπὸ τῆς θείας νυκτὸς περιέχεται· καθ' ἣν ὁ Νυμφίος παραγίνεται μὲν, οὐ φαίνεται δέ· ἀλλ' αἴσθησίν τινα τῆς παρουσίας δίδωσι τῇ ψυχῇ· ἅπτεται δὲ τῆς σωματικῆς τῶν ἐναρέτων διανοίας ὁ λόγος· αὕτη γὰρ θύρα δι' ἧς εἰσοικίζεται τὸ ζητούμενον· ἐκφεύγει δὲ τὴν ἐν ἀρχῇ κατανόησιν, τῷ ἀοράτῳ τῆς φύσεως κρυπτόμενος. Ἔξω τοίνυν ἑστῶσα τῆς φύσεως ἡμῶν ἡ ἀλήθεια, διὰ τῆς ἐκ μέρους γνώσεως, καθά φησιν ὁ Ἀπόστολος, ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασι, θυροκρουτεῖ τὴν διάνοιαν, Ἄνοιξον, λέγουσα· καὶ μετὰ τῆς προτροπῆς ὑποτιθεμένη τὸν τρόπον, ὅπως ἀνοιγῆναι προσήκει τὴν θύραν, οἷόν τινας [κλεῖδας] ὀρέγουσα τὰ καλὰ ταῦτα ὀνόματα, δι' ὧν τὸ κεκλεισμένον ἀνοίγεται· κλεῖδες γάρ εἰσιν ἄντικρυς αἱ τῶν ὀνομάτων ἐμφάσεις τὰ κρυπτὰ διανοίγουσαι. Ἀδελφὴ καὶ πλησίον καὶ περιστερὰ τελεία· εἰ γὰρ Βούλει σὺ, φησὶν, ἀνοιγῆναι τὴν θύραν, καὶ ἐπαρθῆναι τῆς ψυχῆς σου τὰς πύλας ἵνα καὶ εἰσέλθῃ ὁ βασιλεὺς τῆς 1677 δόξης, χρή σε ἀδελφήν μου γενέσθαι ἐν τῷ τὰ θελήματά μου ποιεῖν. Χρὴ δὲ καὶ προσεγγίσαι καὶ πλησίον γενέσθαι, καὶ ἐν τῇ φύσει τῆς περιστερᾶς ἔχειν τὸ τέλειον· τοῦτο δέ ἐστι, τὸ ἀνελλιπῆ καὶ πεπληρωμένην εἶναι πάσης κακίας [ιτα ξοδ. ῃατ.; ξ. β. ἀκακίας] καὶ καθαρότητος· ταῦτα δὲ γενομένη ἔσται σοι κέρδος ἐκ τοῦ εἰσδέξασθαι· ἡ ἐκ τῆς κεφαλῆς μου δρόσος, ἧς πλήρης εἰμὶ, ἥτις ἴασίς ἐστι, κατὰ τὸν Προφήτην· καὶ αἱ ψεκάδες τῆς νυκτός· ἐπεὶ μὴ δυνατὸν τὸν ἐντὸς τῶν ἀδύτων γενόμενον, ὄμβρῳ τινὶ τῆς γνώσεως ἐντυχεῖν· ἀλλ' ἀγαπητὸν εἰ λεπταῖς τισι καὶ ἀμυδραῖς διανοίαις ἐπιψεκάζει τὴν γνῶσιν αὐτῷ ἡ ἀλήθεια τῆς λογικῆς σταγόνος ἀποῤῥεούσης· βοστρύχους γὰρ αὐτοῦ τῆς κεφαλῆς ἀπαιωρῆσθαί φησι, προφήτας, ἀποστόλους, εὐαγγελιστάς· οἵτινες ὅσον ἐχώρουν, ἐκ τῶν σκοτεινῶν τε καὶ ἀποκρύφων καὶ ἀοράτων θησαυρῶν ἀρυόμενοι, ἡμῖν μὲν ποταμοὶ γίνονται πλήρεις ὑδάτων, ὡς δὲ πρὸς τὴν ὄντως ἀλήθειαν δροσώδεις εἰσὶ ψεκάδες. {Νείλου.} ∆ρόσον καὶ ψεκάδας νυκτὸς, τάχα τὰς ἀπὸ τῆς Ἰουδαϊκῆς ἀγνοίας ἐπ' αὐτὸν ἐρχομένας καλεῖ. Εἰ γὰρ καὶ