1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

67

χοϊκῶν ἐπὶ τὰ οὐράνια αὐτῆς διεγείρας τὸ φρόνημα. Ἐκεῖ δὲ ὠδινᾶσθαι καὶ τετέχθαι ὑπὸ τῆς μητρός φησιν, ὑπὸ τὸ μῆλον, δηλονότι, τὴν διὰ τοῦ βαπτίσματος ἀναγέννησιν δηλῶν· μητέρα δὲ τὸ Πνεῦμα λέγει, τὸ γεννῶν τοὺς βαπτιζομένους. Τὸ δὲ δὶς αὐτὴν ὠδινᾶσθαι, οἶμαι μίαν μὲν ὠδῖνα λέγεσθαι, καθ' ἣν ἐντυποῦται τῷ λόγῳ τῆς διδασκαλίας τὸ κατ' εἰκόνα τῇ γεννωμένῃ τοιαύτην γέννησιν ψυχῇ· ἑτέραν δὲ καθ' ἣν διὰ τῆς ἀγαθῆς πολιτείας ἐν ταύτῃ μορφοῦται τὸ καθ' ὁμοίωσιν· μήτηρ γὰρ τὴν σχέσιν, τεκοῦσα δὲ δηλοῖ τὴν τῆς σχέσεως ἐνέργειαν. Ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου· ἐκεῖ ὠδίνησε σε ἡ τεκοῦσά σε. Ἡ σὰρξ τοῦ Χριστοῦ ἐν ταῖς ὠδῖσι τοῦ σταυροῦ ἐγέννησε τὴν Ἐκκλησίαν, τῷ ῥεύσαντι ἐξ αὐτῆς αἵματι καὶ ὕδατι. ʹ. Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλοσ. {Ὠριγένους.} Προτρέπεται αὐτὴν ὁ Νυμφίος, κ. τ.λ. {Νείλου.} Τὴν ἀπὸ τοῦ βαπτίσματος ἀγαπηθεῖσαν ψυχὴν, θέλει καὶ ἐν τοῖς ἐνθυμίοις, καὶ ἐν ταῖς πράξεσιν ὁ Χριστὸς ἐνσφραγίσαι ἑαυτοῦ, καὶ μόνην ἔχειν τὴν τούτου μνήμην, ἑτέρου δὲ μηδενὸς, τὸ τῆς ἀγά 1744 πης αὐτοῦ διηγούμενος ἔνθερμον, καὶ τοῦ ζήλου τὸ σκληρὸν καὶ διάπυρον· Ὅτι, φησὶν, ἀγαπῶ σφοδρῶς ἀγαπώμενος, καὶ ζητῶ [Ξ. Β. ζήλῳ] σφοδρότερον ζητούμενος· ὁ γὰρ ἐμὸς ζῆλος, πυρός ἐστι θερμότερος καὶ ᾅδου σκληρότερος· καὶ ἡ ἀγάπη τοῦ θανάτου κραταιοτέρα, πυρὸς φλόγας ἔχουσα τὰς ὁρμάς. ζʹ. Περίπτερα αὐτῆς, περίπτερα πυρός· ἄνθρακες πυρὸς, φλόγες αὐτῆς· ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην· καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Τὰ οἰκοδομήματα αὐτῆς, τὸ πάντων ἐστὶ λεπτομερέστερον στοιχεῖον καὶ καθαρώτερον· ἵν' ὡς Θεὸς ποιῇ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, τοιαύτην, ὁποῖος ἦν καὶ ὁ τῷ Μωσεῖ ἐκ τῆς βάτου ἐν πυρὸς φλογὶ φανεὶς, οὕτως ἀγαπῶν ποιήσει φλόγα πυρὸς, παραπλησίως τοῖς ἑαυτοῦ λειτουργοῖς· καὶ τοὺς ἁγίους αὐτοῦ μεθέξοντας τῆς ἑαυτοῦ θεότητος, καθὸ πῦρ ἐστι καταναλίσκον· οὕτω γὰρ πᾶν ἑαυτοῖς ἀναλωθήσεται. Ἢ καὶ περίπτερα τῆς Ἐκκλησίας, Καινὴ καὶ Παλαιά· καὶ ὧδε μὲν πύριναι γλῶσσαι, ἐκεῖ δὲ πυρὸς βάτος. {Κυρίλλου.} Τὰ τείχη, φησὶν, τῆς Ἐκκλησίας πῦρ ἐστι. Καὶ ἄλλως· Κατὰ τὸ, "Ἔσομαι αὐτῇ τεῖχος πυρὸς κύκλωθεν, λέγει Κύριος·" τὰς οὖν φλόγας τῆς ἀγάπης πειρασμοὶ οὐ συγκλύσουσι· τοιοῦτόν ἐστι καὶ τὸ, "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" {Νείλου.} Ἣν ἔχει ὁ Κύριος πρὸς ἡμᾶς ἀγάπην, οὐδὲν αὐτὴν σβέσαι δύναται, οὐδὲ ὕδωρ πολὺ τῆς ἀντικειμένης δυνάμεως, οὐδὲ ποταμοὶ πειρασμῶν φλεγμαίνοντι ῥείθρῳ φερόμενοι. ∆ιὸ κἂν δῷ τις πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενωθήσεται, οὐδὲν τῆς τοῦ ∆εσπότου ἀγάπης ἄξιον ἐπιδείξασθαι δυναμένους. Πάλιν, ἐπείπερ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, ἔστι δὲ καὶ κατὰ Θεὸν ἀγάπη, πῦρ καταναλίσκον ἐστὶν ἡ ἀγάπη· ἧς καὶ τὰς ὁρμὰς ἔχει πυρὸς φλόγας· οὗ τῆς δυνάμεως αἰσθάνονται οἱ τῷ πνεύματι ζέοντες. Ὕδωρ δὲ νῦν αἱ ἀντικείμεναι τοῖς αὐτὴν ἀνειληφόσιν ἐνέργειαι· πάντα γὰρ ὑπομένει, καὶ οὐδέποτε ἐκπίπτει. Περὶ δὲ τῶν μὴ συγκλυζόντων αὐτὴν εἴρηται ποταμῶν, "Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος," καὶ τὰ ἑξῆς. Ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτήν. Τίνες ἄλλοι, ἢ οἱ τῆς ἀγάπης ἀλλότριοι; ὁ γοῦν ἑαυτὸν ἐπιδοὺς τῇ ἀγάπῃ Παῦλος φησίν· "Λοιδορούμενοι εὐλογοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν," καὶ τὰ ἑξῆς. Πᾶς δὲ βίος, ἁπλούστερον μὲν, ὅταν τις καταλέλοιπεν, ἵνα Χριστὸν κερδήσῃ καὶ τελείως ἀκολουθήσειεν· ἤγουν ἅτινα παρέχει πτωχοῖς· βαθύτε 1745 ρον δὲ ἡ λογικὴ πᾶσα ζωή· ἣν ὁ καταργήσας τὰ τοῦ νηπίου, πάντα πράττων ἐν ἀγάπῃ, τὸν βίον ἀνατίθησιν αὐτήν· ἡ ὡς ἐπεὶ μηδὲν ἐν ἀνθρώποις τῆς ἀγάπης ἄξιον πράττεται· κἂν πάντα τις ἐν ἀγάπῃ διατελέσας τὸν βίον, ὡς μηδὲν ἄξιον δράσας ἐξουδενωθήσεται. ηʹ. Ἀδελφὴ ἡμῶν μικρὰ, καὶ μασθοὺς οὐκ ἔχει. Τὸ μὲν πρόθυμον τὸ περὶ τὴν νύμφην καὶ τὸ ἐνδιάθετον ἐπιδεικνύμεναι αἱ νεάνιδες, αὔξουσι τῷ λόγῳ τὸ φιλότιμον· ἀγνοοῦσαι δὲ τὴν κατάστασιν αὐτῆς, καὶ