1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

19

τοῖς νομοθετουμένοις· βλέπει δὲ αὐτὸν ἡ Νύμφη ὀπίσω ἑστῶτα τοῦ νόμου τοῖς πολλοῖς οὐχ ὁρώμενον, διὰ τὸ σαφῶς ἐν τούτῳ τὰ περὶ αὐτοῦ, καὶ συνεσκιασμένης εἰρῆσθαι· ὡς ἡ πέτρα ἐδήλου Χριστὸν, καὶ θάλασσα τὸ βάπτισμα· δύναται δὲ πάλιν θυρίδας τις λέγειν, καὶ τῆς Νύμφης τὰ αἰσθητήρια· ἅπερ ἔχουσα καθορᾷ ἥλιον δι' αὐτῶν, καὶ ζωὴν ἐδέχετο, τῶν ἁμαρτωλῶν θάνατον δι' αὐτῶν εἰσδεχομένων· κατὰ τό· "Θάνατος ἀνέβη διὰ τῶν θυρίδων ὑμῶν·" δίκτυα δὲ, τοὺς ἐν τῇ ἐρήμῳ προσαχθέντας αὐτῷ παρὰ τοῦ Σατανᾶ πειρασμούς· ὅτε πειράζων αὐτὸν καθάπερ δικτύοις περιέχειν ἐνόμιζε τοῖς πειρασμοῖς· ὧν ἀνώτερος φανεὶς ὁ Κύριος; καὶ συντρίψας τὰς παγίδας καὶ τὰ δίκτυα, καὶ ταῖς εὐθυβόλοις ἀποκρύψεσιν ὑπερκόψας, ἐξέκυπτε διὰ τῶν δικτύων, τὴν τῆς θεότητος δύναμιν ὑποφαίνων τῇ διορατικῇ ψυχῇ· ὅθεν λοιπὸν διηγεῖται ταῖς θυγατράσιν Ἱερουσαλὴμ ἡ Νύμφη· ὃ παρουσίᾳ μὲν ἔλεγεν ἐκείνων ὁ Νυμφίος, ἤκουε δὲ πλὴν ἐκείνης οὐδεὶς τὰ ἐπαγόμενα. Λέγοιντο δ' ἂν θυρίδες καὶ τὰ αἰσθητήρια, δι' ὧν ἐπὶ μὲν τῶν ἁμαρτωλῶν θάνατος διαβαίνει· ἐπὶ δὲ τῆς ἐρωτικῶς διακειμένης ψυχῆς πρὸς τὸν Λόγον, παρακύπτει ὁ λόγος εἰς τὰ δέοντα ταῖς αἰσθήσεσι κεχρημένης, καὶ δικτύῳ κατασκευά 1601 σματα ἐχούσης ἐν ὑπερώῳ αὐτῆς ἐφ' ἃ φθάνων ὁ Νυμφίος, δι' αὐτῶν ἐκκύπτει καλῶν τὴν Νύμφην πρὸς ἑαυτὸν ἐπὶ τὰ ἔξω τῶν αἰσθήσεων ἀόρατα καὶ ἀσώματα· τοῦτο τάχα δηλοῦντος καὶ τοῦ ἐπαγομένου ῥητοῦ· Ἀνάστα, ἐλθέ. ιγʹ. Ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθακε· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν· ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς· αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. {Γρηγορίου.} Τὸ κατὰ φύσιν εὐκίνητον ἀπόλεσαν τὸ τῶν ἀνθρώπων γένος, τῷ τῆς εἰδωλολατρείας ἐπιπήγη κρυμῷ· τῷ χαλεπῷ δὲ τούτῳ χειμῶνι, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπανέτειλεν, ἵνα διαθερμάνῃ τὸν λιθωθέντα τῷ κρύει, καὶ γένηται πάλιν ὑποθαλφθεὶς τῇ ἀκτῖνι τοῦ λόγου, ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον· διὰ τοῦτο ἐμβοᾷ διὰ τῶν φωταγωγῶν θυρίδων, εἴτ' οὖν προφητικῶν λόγων τῇ Ἐκκλησίᾳ ὁ Νυμφίος ὁ λόγος ὁ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· Ἀνάστηθι δηλαδὴ ἐκ τοῦ πτώματος, ἡ συμποδισθεῖσα καὶ πεσοῦσα εἰς γῆν διὰ τοῦ ὄφεως· οὐκ ἀρκεῖ δέ σοι τὸ ἀνορθωθῆναι μόνον, ἀλλὰ καὶ πρόελθε διὰ τῆς τῶν ἀγαθῶν προκοπῆς, τὸν ἐν ἀρετῇ διανύουσα δρόμον. Ἡ δὲ ἅμα τοῦ δέξασθαι τοῦ Λόγου τὴν δύναμιν, ἀνίσταται καὶ παρίσταται τῷ φωτί· καὶ πλησιάζει καὶ καλὴ γίνεται, καὶ περιστερὰ ὀνομάζεται· καὶ πρὸς ὃ βλέπει καὶ σχηματίζεται· καὶ ὅλη γενομένη πνευματική· τῷ γὰρ φωτὶ προσεγγίσασα, φῶς γίνεται· τῷ δὲ φωτὶ τὸ καλὸν τῆς περιστερᾶς εἶδος ἐνεικονίζεται· ἐκείνης λέγω τῆς περιστερᾶς ἧς τὸ εἶδος τὴν τοῦ ἁγίου Πνεύματος παρουσίαν ἐγνώρισεν· οὕτω τοίνυν αὐτῇ προσφωνήσας ὁ Λόγος, καὶ ὀνομάσας αὐτὴν, καλὴν μὲν διὰ τὸ πλησίον, περιστερὰν δὲ διὰ τὸ κάλλος, καὶ τὰ ἐφεξῆς διέρχεται· οὐκ ἔτι λέγων κρατεῖν τοῦ χειμῶνος τῶν ψυχῶν τὴν κατήφειαν· Ἰδοὺ, γὰρ, φησὶν, ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθε καὶ ἐπορεύθη ἑαυτῷ. Πολυώνυμον δὲ ποιεῖ τὸ κακὸν, κατὰ τὰς τῶν ἐνεργημάτων διαφοράς· καὶ χειμὼν λέγεται μὲν διὰ τὴν πολυειδῆ τῶν κακῶν σημασίαν· πάντα γὰρ ἐν αὐτῷ μιμεῖται τὴν τοῦ θανάτου κατήφειαν· φυτά τε ξηραινόμενα, καὶ ζῶα τῆς ᾠδῆς ἀποπαυόμενα καὶ τῆς ἐνεργείας· ἀγριαίνεται δὲ καὶ ἡ θάλασσα· διὰ δὲ τοῦ, ἐπορεύθη, ἔμψυχόν πως καὶ προαιρετικὸν ἐμφαίνει τὸν ὑετόν· διὰ τούτων τοίνυν δείκνυσι, πῶς ἐτεθήλει κατ' ἀρχὰς ἡ ἀνθρωπίνη φύσις ἡ ἐν τῷ παραδείσῳ· τοῦ δὲ χειμῶνος τῆς παρακοῆς τῆς ἀθανασίας τὴν ῥίζαν, ἐξ οὗ τὴν φύσιν ὡραΐζων καρποῖς βεβλαστήκει ἀποξηράναντος, ἀπετινάχθη τὸ ἄνθος, καὶ εἰς γῆν ἀνελύθη· καὶ ἐγυμνώθη τοῦ κάλλους τῆς ἀφθαρσίας ὁ ἄνθρωπος· καὶ ἡ τῶν ἀρετῶν πόα κατεξηράνθη τῆς πρὸς Θεὸν ἀγάπης· ὅθεν τὰ ποικίλα παθήματα, ταῖς ἀντικειμέναις δυνάμεσιν ἐν ἡμῖν ἀπεκορυφώθη· δι' ὦν τὰ πονηρὰ ναυάγια τῆς