1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

14

ἐπειδὴ ἀγαπηθεῖσα παρὰ τὴν πρώτην διὰ τῆς παρακοῆς, ἐν τοῖς ἐχθροῖς ἐλογίσθην· νῦν δὲ πάλιν εἰς τὴν αὐτὴν ἐπανῆλθον χάριν δι' ἀγάπης τῷ ∆εσπότῃ συναρμοσθεῖσα· κυρώσατέ μοι τὸ διὰ τῆς χάριτος τεταγμένον καὶ ἀμετάστατον, ὑμεῖς οἱ φίλοι τοῦ Νυμφίου, δι' ἐπιμελείας καὶ προσοχῆς ἐν τῷ παγίῳ συντηροῦντές μοι τὴν πρὸς τὸ κρεῖττον μονήν. εʹ. Στηρίσατέ με ἐν μύροισ. {Γρηγορίου.} Τουτέστι ταῖς ἀρεταῖς· καὶ οὐ μόνον τὸ βλέπειν τὸ ἀγαθὸν, καὶ ἐν μετουσίᾳ τοῦ κρείττονος γίνεσθαί ἐστιν ἀρετὴ, ἀλλὰ καὶ τὸ ἀμετάπτωτον ἐν τῷ καλῷ διασώσασθαι· ὁ τοίνυν στηριχθῆναι βουλόμενος ἐν τοῖς μύροις, τὸ βέβαιον ἐν ταῖς ἀρεταῖς αὐτῷ προσγενέσθαι ζητεῖ· ἀρετὴ γὰρ τὸ μύρον, διότι πάσης δυσωδίας ἁμαρτημάτων κεχώρισται· ἡ γὰρ ἁμαρτία δυσώδης. ∆ιὰ τοῦτο, Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις· ὅτι τετρωμένη ἀγάπης ἐγώ. {Νείλου.} Τάχα, ἢ ὡς ἀμοιβὴν τῶν κατορθωμένων ἀπαιτεῖ τὸ ἐν τούτοις γενέσθαι, ἢ ὡς ἐπιτετρωμένη τῷ πόθῳ, παραμυθίαν ὡς ἂν εἴποι τις καὶ ψυχαγωγίαν. Ἐπειδὴ γὰρ ὥσπερ ἐξελύετο ὑπὸ τῆς πρὸς τὸν ἀγαπώμενον μνήμης, στηριχθῆναι μὲν ἐν μύροις τῆς θεωρίας, στοιβασθῆναι δὲ ἐν μήλοις τῶν θαυμάτων τοῦ Νυμφίου καὶ τοῦ καρποῦ τῶν πράξεων ἐπιθυμεῖ· ἐπειδὴ ἡ μὲν θεωρία τῇ τῶν νοημάτων τέρπουσα γλαφυρότητι ὀσμὴ μύρων· ἡ δὲ πρᾶξις μετὰ τοῦ τροφίμου, καὶ τὸ εὐῶδες ἔχει. Ποιεῖ γὰρ καὶ τὰ τῆς ἀρετῆς ἕργα χαρὰν, τῇ τῶν ἀμοιβῶν ἐλπίδι τὴν συνείδησιν τοῦ ἐργαζομένου εὐφραίνοντα· τινὲς δὲ τὸ, Στοιβάσατέ με ἐν μήλοις, περὶ τοῦ θανάτου εἶπον· ὡς τῆς Νύμφης βουλομένης μετὰ τῶν ἁγίων ἀξιωθῆναι ταφῆς· πάντως ἐκείνους μῆλα νοήσαντες τοὺς εἰπόντας· "Χριστοῦ εὐωδία ἐσμέν." Στοιβάσατέ με ἐν μήλοισ. {Κυρίλλου.} Τοῖς εὐαγγελικοῖς με ἀσφαλίσατε λόγοις· οὗτοι γὰρ ἡμῖν εὐωδιάζουσι Χριστόν. Συνταχθείην δὲ, φησὶ, κἀγὼ μετὰ τῶν ἁγίων αὐτοῦ· ὡς γὰρ αὐτὸς μῆλον, οὕτως σύσσωμοι καὶ συμμέτοχοι αὐτοῦ μῆλα. {Προκοπίου.} Τοῖς κατὰ Θεὸν πλεονεκτήμασιν. {Γρηγορίου.} Ἵνα πάντοτε εἰς ὕψος ὁρῶσα, 1588 βλέπω πρὸς τὰ τῶν ἀγαθῶν ὑποδείγματα, ἐν τῷ Νυμφίῳ δεικνύμενα· ἐκεῖ γὰρ πραότης, ἐκεῖ τὸ ἀόργητον, ἐκεῖ τὸ πρὸς τοὺς ἐχθροὺς ἀμνησίκακον, καὶ τὸ πρὸς τοὺς λυποῦντας φιλάνθρωπον· ἐκεῖ τὸ ἐγκρατὲς καὶ μακρόθυμον, καὶ τὰ ὅμοια· ἃ κατὰ τάξιν ἐπισυναπτόμενα, χαριεστάτην θέαν ἐργάζεται, πρὸς ὕψος πολιτείας ἐπανάγοντα· μῆλον δὲ ὁ Χριστὸς, διὰ τὸ λευκὸν τῆς σαρκὸς καὶ τὸ ἐρυθρὸν τοῦ αἵματος, καὶ τὴν τοῦ κηρύγματος εὐωδίαν. {Ὠριγένους.} Ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν. κ.τ.λ. Ὅτι τετρωμένη ἀγάπης ἐγώ. {Γρηγορίου.} Ταῦτα εἰποῦσα, ἐπαινεῖ τὸν τοξότην τῆς εὐστοχίας ὡς καλῶς ἐπ' αὐτὴν τὸ τέλος ἰθύνοντα· Τετρωμένη γὰρ, φησὶν, ἀγάπης ἐγώ· δείκνυσι τῷ λόγῳ τὸ βέλος τὸ τῇ καρδίᾳ βάθους ἐγκείμενον· ὁ δὲ τοξότης τοῦ βέλους, ἡ ἀγάπη ἐστί· τὴν δὲ ἀγάπην τὸν Θεὸν εἶναι παρὰ τῆς Γραφῆς μεμαθήκαμεν, ὃς τὸ ἐκλεκτὸν βέλος τὸν μονογενῆ Υἱὸν ἐπὶ τοὺς σωζομένους ἐκπέμπει, τῷ πνεύματι τῆς ζωῆς· τὴν τριπλῆν τῆς ἀκίδος ἀκμὴν περιχρῶσαν· ἀκὶς δὲ ἡ πίστις ἐστίν· ἵνα ἐν ᾧ ἂν γένηται συνεισαγάγῃ μετὰ τοῦ βέλους καὶ τὸν τοξότην, ὥς φησιν ὁ Κύριος· "Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν." Ὁρᾷ τοίνυν ἡ διὰ τῶν θείων ἀναβάσεων ὑψωθεῖσα ψυχὴ τὸ γλυκὺ τῆς ἀγάπης βέλος ἐν ἑαυτῇ ᾧ ἐτρώθη· καὶ καύχημα ποιεῖται τὴν τοιαύτην πληγὴν λέγουσα· Ὅτι τετρωμένη ἀγάπης ἐγώ· οὐ μὴν ἀλλὰ καὶ αὐτὴ γίνεται βέλος ἐν ταῖς χερσὶ τοῦ τοξότου, τῆς μὲν εὐωνύμου τὴν κεφαλὴν πρὸς τὸν ἄνω σκοπὸν εὐθυνούσης, τῆς δεξιᾶς δὲ πρὸς ἑαυτὴν διαλαμβανούσης τὸ βέλος· φωνὴ οὖν· ʹ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. {Κυρίλλου.} Εὐώνυμος ὁ νόμος, δεξιὰ τὸ Εὐαγγέλιον· ἢ καὶ εὐώνυμος ὁ παρὼν βίος, δεξιὰ ὁ μέλλων· ἥ τις με περιλήψεται, ὅταν τοῖς ἐκ δεξιῶν εἴπῃ· "∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου." Λέγει δὲ καὶ ἑτέρωθι μῆκος βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ τῆς σοφίας· ἐν δὲ τῇ ἀριστερᾷ, πλοῦτος καὶ δόξα· δεξιὰ γοῦν αὐτῆς ἡ τῶν θείων ἐπιστήμη· ἐξ ἧς ἡ αἰώνιος ζωή· ἀριστερὰ δὲ ἡ τῶν ἀνθρωπίνων γνῶσις, ἐξ ὧν πλοῦτος καὶ δόξα· λέγει τοίνυν