1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

12

∆ρυμὸν ὀνομάζει συνήθως ἡ ἁγία Γραφὴ τὸν ὑλώδη τῶν ἀνθρώπων βίον, τὸν τὰ ποικίλα τῶν παθημάτων εἴδη ὑλομανήσαντα, ἐν ᾧ τὰ φθαρτικὰ θηρία φωλεύει καὶ τοὺς ἀνθρώπους λυμαίνεται, ὧν ἡ φύσις ἐν φωτὶ καὶ ἡλίῳ ἀνενέργητος μένουσα, διὰ σκότους τὴν ἰσχὺν ἔχει. ∆ιὰ τοῦτο φύεται ἐν τῷ δρυμῷ τὸ μῆλον· καθὸ μὲν ξύλον τοῖς λοιποῖς ὁμοούσιον ὑπάρχον· "Ἐπειράσθη γὰρ καθ' ὁμοιότητα πάντων, χωρὶς ἁμαρτίας·" καθὸ δὲ γλυκαίνει τῷ καρπῷ τὰ τῆς ψυχῆς αἰσθητήρια, πλείονα τὴν πρὸς τὸν δρυμὸν ἔχει παραλλαγήν· ἢ ὅσον ἔχει πρὸς τὰς ἀκάνθας τὸ κρίνον, ὅπερ εὔπνουν ἐστὶ μόνον καὶ τέρπει τῇ θέᾳ· τὸ δὲ μῆλον ἡδὺ πρὸς ὀσμὴν τὴν καὶ γεῦσιν καὶ θέαν. Καλῶς οὖν εἶδεν ἡ νύμφη τὸ ἑαυτῆς πρὸς τὸν ∆εσπότην διάφορον· ὅτι ἐκεῖνος μὲν ἡμῶν καὶ ὀφθαλμῶν γίνεται χάρις, φῶς γινόμενος, καὶ μύρον ἐν τῇ ὀσφρήσει, καὶ ζωὴ τοῖς ἐσθίουσιν. Ἡ δὲ ἀνθρωπίνη φύσις δι' ἀρετῆς τελειωθεῖσα, ἄνθος γίνεται, μόνον οὐ τὸν γεωργὸν τρέφουσα, ἀλλὰ ἑαυτὴν καλλωπίζουσα· τροφὴν δὲ μὴ γεωργοῦσα τῷ χορηγῷ· Τῶν γὰρ ἀγαθῶν μου οὐ χρείαν ἔχεις, ὁ θεοπάτωρ φησίν· κρίνον μὲν οὖν ὡς ἔφημεν ἡ τελειουμένη ψυχὴ, ἑαυτὴν μόνον, ὡς ἔφημεν, καλλωπίζουσα· ὁ δὲ Κύριος ὡς μῆλον γέγονεν ἐν δρυμῷ· ὅτι τὴν ἀνθρωπίνην ἐνεκέντρισεν φύσιν, πρὸς τὸ ὡραῖόν τε καὶ εὐῶδες καὶ βρώσιμον· ἡμεῖς γὰρ τῶν ἐκείνου δεόμεθα· διὸ φησὶν ἡ Νύμφη, ὅτι Ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου· καρπὸς δὲ ἡ διδασκαλία, περὶ ἧς λέγει ∆αβίδ· "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου!" Υἱῶν δὲ λέγει οὐ φίλων τινῶν τοῦ Νυμφίου, ἀλλὰ τοῦ σκότους, οἳ καὶ τέκνα ὀργῆς τῇ κοινωνίᾳ τῶν ἔργων ὀνομάζονται. {Νείλου}. ∆είκνυσι τὴν ὑπεροχήν· πάντας γὰρ ἀνθρώπους εἶπε ξύλα δρυμοῦ ἡ Νύμφη ὡς ἄκαρπα· μῆλον δὲ εἶπεν ὡς ἔγκαρπον τὸν ἑαυτῆς Νυμφίον. Ἐκείνου γὰρ ἤδη φθάσαντος αὐτὴν τοῖς ἐπαίνοις καὶ κρίνῳ παρεικάσαντος, ὡς ἐν μέσῳ ἀκανθῶν τῶν λοιπῶν γυναικῶν, αὕτη πάλιν ἀνταμείβεται μῆλον αὐτὸν ἐν μέσῳ ξύλων δρυμοῦ προσαγορεύουσα, ὅτι αὐτὸς μὲν ἔγκαρπόν ἐστι φυτὸν, τὰ δὲ ξύλα τοῦ δρυμοῦ ἄκαρπα· καὶ τῷ ἀφ' οὗ ποτίζονται ὕδατι, τὴν πρὸς αὐτὰ διαφορὰν σαφῶς ἐνδεικνύμενος· περὶ μὲν γὰρ τούτων ὁ Ἐκκλησιαστής· "Ἐποιησάμην κολυμβήθρας, φησὶν, ὑδάτων, τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶν καὶ τὰ ξύλα·" περὶ δὲ τούτου ∆αβίδ φησι· "Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ 1581 τὰς διεξόδους τῶν ὑδάτων·" οὐχ ὅμοιον δὲ ἀεννάοις περιῤῥεόμενον ὕδασι ποτίζεσθαι, καὶ ἐπινοίαις ἀνθρωπίναις ἐν κολυμβήθρᾳ συναχθεῖσιν ἀρδεύεσθαι ὕδασι· τὸ μὲν γὰρ τὸν οὐράνιον σημαίνει λόγον, τὸ δὲ τὴν ἀνθρωπίνην διδασκαλίαν· ἔπειθ' ὥσπερ τὸ μῆλον ἐμπεριεχομένην τῷ δέρματι φυλάττων τὴν εὐωδίαν, καὶ ἐπὶ τὸ ἔξω αὐτὴν διαδίδωσιν, οὕτω καὶ ἡ θεότης ἐνεκρύπτετο τῷ σώματι· ὅμως τὴν ἐνέργειαν διεδίδου, καὶ ἐπὶ τοῦ ἔξω φαινομένου σαρκίου· σκιὰ δὲ ἐν ᾗ ἐπεθύμησεν καθίσαι ἡ Νύμφη, ἐπειδὴ μᾶλλον ἐκ τῶν φύλλων ἡ σκιὰ πέφυκεν ὡς ἐπὶ τὸ πλεῖστον γίνεσθαι, τῷ συγκραιφνεῖ τῆς τῶν πετάλων ἑνώσεως, τὴν ἡλιακὴν ἀκτῖνα ἀποτειχείζουσα· ὅσα οὖν κατὰ φύσιν τῆς ἀνθρωπότητος ἐπετέλει ὁ Κυριακὸς ἅνθρωπος ἐσθίων καὶ πίνων, καὶ ὅσα φύσεως ἦν ἔργα· ἐπειδὴ μετά τινος ὠφελείας ἐποίει καὶ ταῦτα μέτρον, αὐτοῦ τῆς ὀρέξεως τὸ ἄπληστον, ἀλλὰ τῆς χρείας γινώσκων τὸ αὔταρκες· καρπὸς γὰρ τοῦ μήλου αἱ κατ' ἀρετὴν πράξεις, ὃς καὶ γλυκὺς γεγένηται ἐν τῷ λάρυγγι αὐτῆς· τὴν τῆς ψυχῆς αἴσθησιν εὐφράνας τῇ χρηστῇ ποιότητι τῆς γεύσεως· ἔχει δὲ πρὸς τῇ ἠθικῇ ταύτῃ θεωρίᾳ, καὶ δογματικὴν τὸ ῥητόν. Εἰ γὰρ σκιὰν ἔχει ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καὶ ἔστι τινὰ τῶν μελλόντων· τὸ δὲ σῶμα Χριστοῦ, ἀφ' οὗ καὶ ἡ σκιὰ παρυφίσταται, ἐν τῇ σκιᾷ τοῦ νόμου, καὶ ὡς ἐκάθισεν ἡ Νύμφη· οὐκ αὐτὸν τὸν νόμον ποιοῦσα σωματικῶς, ἀλλὰ τὰ ἐξ αὐτοῦ σημαινόμενα· ἀργοῦσα μὲν τῶν τυπικῶν παραγγελμάτων· ἀργίαν γὰρ ἡ κάθισις σημαίνει, τοῦ καρποῦ δὲ ἀπολαύουσα πλουσίως καὶ τούτῳ ἐνευωχουμένη, καὶ ὀσφρήσει, καὶ γεύσει, καὶ τέρψει καὶ ἀπολαύσει· ἐπειδὴ τροφῆς μὲν ἡ γεῦσις ὄργανον, τέρψεως ἡ ὄσφρησις.