1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

49

ἤπερ εὐφραινομένης εἶναι τὰ ῥήματα· οὐκ ἔστι δὲ, ἀλλ' ἢ μᾶλλον ἐγκαυχωμένης. Εἰ μὲν γὰρ κίνδυνοι ᾅδου εὗρον αὐτὴν, ἢ λῃσταῖς αὐτὴν εὑρῆσθαι λέγει, χαλεπὸν ἦν τὸ τῶν τοιούτων αὐτὴν εὕρεμα γίνεσθαι· εἰ δὲ οἱ φύλακες αὐτὴν εὕροσαν οἱ κυκλοῦντες ἐν τῇ πόλει, μακαριστή ἐστι τῆς εὑρέσεως· ἡ γὰρ ἀπὸ τῶν φυλάκων εὑρεθεῖσα ψυχὴ, ἅτινά ἐστι λειτουργικὰ πνεύματα, φρουροῦν 1688 τα τὴν πόλιν, ἥτις ἐστὶ ψυχὴ, τὸ τοῦ Θεοῦ οἰκητήριον, ὑπὸ λῃστῶν κλαπῆναι οὐ δύναται· ἡ δὲ θεία ῥάβδος ἡ διὰ τοῦ πατάσσειν ἐνεργοῦσα τὴν ἴασιν, τὸ πνεῦμά ἐστιν, οὗ καρπὸς καὶ ἡ παιδαγωγία τῆς ἐναρέτου πολιτείας ἐγκρατής. Ἐπεὶ δὲ ταῖς τοιαύταις πληγαῖς καὶ Παῦλος ἐγκαυχώμενος ἔλεγε· "Τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματί μου περιφέρω· δεικνὺς τὴν ἐν παντὶ κακῷ ἀσθένειαν· διὸ καὶ λέγειν εἶχεν· Ἡ γὰρ κατὰ Χριστὸν δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται, εἴτ' οὖν ἐν ἀρετῇ, διὰ τοῦ τοιούτου τραύματος, ἡ τοῦ θερίστρου γέγονεν αὐτῇ ἀφαίρεσις· ἥτις νοοῖτο ἂν πᾶσα διστάζουσά τε καὶ κραδαινομένη διάνοια, ὡς ἀνακαλυφθῆναι τῆς ψυχῆς τὸ κάλλος, μὴ ἐπισκοτοῦντος ἔτι τοῦ ἐπιβλήματος, ἀλλὰ καθαρῶς πρὸς τὴν ἀλήθειαν βλέπειν. Πόθεν δὲ τὸ θέριστρον τῇ ἀποβαλούσῃ τὸν παλαιὸν ἤδη χιτῶνα, πρὸς τῶν ἐπιτηρούντων τῆς ἀνθρωπίνης ψυχῆς τὰς διόδους; δῆλον ὡς ἀπὸ τῆς προκοπῆς. Καθήρθη γὰρ τοσοῦτον, ὡς πρὸ τούτου δοκεῖν, οὔπως ἀποδεδύσθαι τὸν παλαιὸν χιτῶνα· τοῦ γὰρ κατὰ Θεὸν ἀναβαίνοντος ἀεὶ πρὸ τοῦ παχύτερον. Τὸ δὲ θέριστρον, περιβόλαιον νυμφικὸν, συγκαλύπτον αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον· τουτὶ γὰρ καὶ περὶ Ῥεβέκκας ἱστόρηται· τὸ δὲ ἐκ τοῦ ἀφαιρεθῆναι αὐτῆς, ἔδειξε λέγων ὁ Παῦλος· Ὅταν δὲ ἐπιστραφῇ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Καλὸν δὲ καὶ ὑπὸ τοῦ καλοῦ ποιμένος πρόβατον· καὶ ἡ δραχμὴ ἐπὶ τοῦ λύχνου, ἐφ' ᾗ χαίρουσι πάντες οἱ φίλοι καὶ γείτονες. Εἴποις δ' ἂν καὶ οὕτως, ὡς ζητοῦσα ὃν οὐχ εὗρε καὶ καλοῦσα τὸν ἄῤῥητον, διδάσκεται διὰ τῶν φυλάκων, ὡς τοῦ ἀνεφίκτου ἐρᾷ· δι' ὧν πλήσσεται καὶ τραυματίζεται τῇ τοῦ ποθουμένου ἀνελπιστίᾳ. Ἀλλὰ περιαιρεῖται τῆς λύπης τὸ θέριστρον τῷ μαθεῖν ὅτι προκόπτει ἀεὶ διὰ τοῦ ζητεῖν· καὶ τὸ μηδέποτε τῆς ἀνόδου παύεσθαι, τοῦτό ἐστιν ἡ ἀληθὴς τοῦ ποθουμένου ἀπόλαυσις. Ὡς οὖν περιείλατο τῆς ἀνελπιστίας τὸ θέριστρον, καὶ εἶδε τὸ ἀόριστόν τε καὶ ἀπερίγραπτον τοῦ ἠγαπημένου κάλλος, ἐν πάσῃ τῇ ἀϊδιότητι τῶν ἀνθρώπων κρεῖττον ἀεὶ εὑρισκόμενον, σφοδροτέρῳ γίνεται πόθῳ καὶ μηνύει τῷ ἀγαπωμένῳ διὰ τῶν τῆς Ἱερουσαλὴμ θυγατέρων, τὴν τῆς καρδίας διάθεσιν, καί φησιν· ηʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγέλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι. {Γρηγορίου.} Ὅτι οὐχ ἕτερα παρὰ τὰ ἐν Εὐαγγελίοις εἰρημένα τὸ, "Μὴ ὀμόσαι ὅλως, ἀλλὰ τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ·" δῆλον ἂν γένοιτο ἐκ τούτων· ἐν ἑτέρᾳ γὰρ ἐκδόσει, "Ὥρκισα ὑμᾶς κατὰ τῶν δορκάδων καὶ τῶν ἐλάφων," εὑρέθη· καὶ διδασκόμεθα διὰ τούτων, ἐν τίσιν ἡ τοῦ κόσμου τούτου ἰσχύς τε καὶ δύναμις· ἃ πρὸς βεβαίωσιν τῆς ἀληθείας δι' ὅρκου παρείληπται· δύο τοίνυν ἡμᾶς οἰκειοῖ τῷ Θεῷ, πίστις ὀρθὴ καὶ τρόπος ζωῆς· δορκὰς μὲν γὰρ 168 ἀπλανῶς ὁρᾷ, ἔλαφος δὲ τῶν ἰοβόλων ἐστὶν ἀναιρετική· ὑποτίθεται τοίνυν ταῖς νεάνισιν ἡ Νύμφη κάθαρσιν καὶ ἀλήθειαν· οὕτω γὰρ τὸ ἀμετάθετον ἡμῖν βεβαιοῦται ὁ καὶ τὴν ἀλήθειαν πιστούμενος ὅρκος, ἐν ᾧ πᾶς ὁ ὀμνύων ἐπαινεῖται κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἀληθῶς γὰρ ὁ ἐν τοῖς δυσὶ τούτοις, τὸ ἀσφαλὲς ἐν ἑαυτῷ κατορθώσας, ἕν τε τῷ λόγῳ τῆς πίστεως, ὅταν ἀπλανῶς πρὸς τὴν ἀλήθειαν βλέπῃ, καὶ ἐν τῷ τρόπῳ τῆς ζωῆς, ὅταν παντὸς καθαρεύῃ τοῦ ἐκ πονηρίας μολύσματος· οὗτος ὄμνυσι τῷ Κυρίῳ μὴ ἀναβῆναι ἐπὶ κλίνης στρωμνῆς, μὴ δοῦναι ὕπνον τοῖς ὀφθαλμοῖς, ἕως οὗ εὕρῃ τόπον τῷ Κυρίῳ, σκηνώματα τῷ ἐν αὐτῷ οἰκοῦντι γενόμενος. Μάθωμεν οὖν καὶ ἡμεῖς ἐκ τῆς νύμφης, εἰ τέκνα τῆς Ἱερουσαλήμ ἐσμεν, ὅπως ἔστιν ἰδεῖν τὸν ποθούμενον· ἐὰν γὰρ ὅρκιον ἑαυτῆς ποιήσωμεν τόν τε πρακτικὸν καὶ θεωρητικὸν βίον, ὀψόμεθα καθαρῶς τὸν