1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

15

ὅτι ὑπερέχει ὁ νοῦς μου τὰ ἀνθρώπινα· καὶ ἡ θεία γνῶσις καλύψει με. Καὶ γὰρ εἴρηται πάλιν· Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ. ∆είκνυσι τοίνυν, ὅτι ὁ αὐτὸς καὶ Νυμφίος καὶ τοξότης ἡμῶν ἐστι Νύμφη τε καὶ βέλος ἡ κεκαθαρμένη ψυχή· ὡς βέλος οὖν πρὸς τὸν ἀγαθὸν εὐθύνει σκοπόν· ὣς Νύμφην εἰς κοινωνίαν ἀναλαμβάνει τῆς ἀφθάρτου ἀϊδιότητος· μῆκος βίου καὶ ἔτη ζωῆς, διὰ τῆς δεξιᾶς χαριζόμενος· διὰ δὲ τῆς ἀριστερᾶς, τὸν τῶν αἰωνίων ἀγαθῶν πλοῦτον καὶ τὴν τοῦ Θεοῦ δόξαν, ἧς οἱ τὴν τοῦ κόσμου ζητοῦντες δόξαν ἀμέτοχοι γίνονται· διὰ τοῦτό φησιν, ὅτι, Εὐ 158 ώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, δι' ἧς εὐθύνεται ὑπὸ τὸν σκοπὸν τὸ βέλος. Ἡ δὲ δεξιὰ αὐτοῦ πρὸς ἑαυτόν με διαλαβοῦσα καὶ ἐφελκυσαμένη, κούφην με πρὸς τὴν ἄνω φορὰν ἀπεργάζεται· κἀκεῖ πεμπομένην, καὶ τοῦ τοξότου μὴ χωριζομένην, μᾶλλον ἐπαναπαύεσθαι· εἶτα πρὸς τὰς θυγατέρας τῆς ἄνω Ἱερουσαλὴμ τρέπει τὸν λόγον· ὁ δὲ λόγος παράκλησίς ἐστιν ἐν ὅρκῳ προσαγομένη, τοῦ πλεονάζειν καὶ ἐπαύξειν ἀεὶ τὴν ἀγάπην· ἕως ἂν ἐνεργὸν ἑαυτοῦ ποιήσῃ τὸ θέλημα, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ∆ιὰ μὲν τοῦ εὐωνύμου τὰ τοῦ παρόντος βίου αἰνίττεται, ὡς ἔοικε καλὰ, ὧν τὴν ἀπόλαυσιν ἤδη ἔχει· διὰ δὲ τῆς δεξιᾶς, τὴν τῶν μελλόντων ἐν ἐπαγγελίαις προσδοκίαν· ὧν τὴν χρῆσιν ἐν ἐπαγγελίαις ὡς λέλεκται καὶ ἐλπίσι προσκεῖσθαί φησιν, εὖ δὲ καὶ τὸ φάναι, τῇ μὲν δεξιᾷ περιλαμβάνεσθαι, τῇ δὲ ἀριστερᾷ τὴν κεφαλὴν ἐπαναπαύεσθαι· δεῖ γὰρ τὰ τοῦ παρόντος βίου κἂν πολὺ νομίζηται χρηστὰ καὶ περίβλεπτα, ὑποτετάχθαι τῇ κεφαλῇ τῆς τελείας ψυχῆς, μόνην τὴν ἀναγκαίαν χρείαν παρέχοντα τῷ σώματι, ὡς τὸ προσκεφάλαιον τῇ κεφαλῇ· τὰ δὲ τοῦ μέλλοντος αἰῶνος, ἐπειδὴ θεῖα ὄντα ἐπάνω τῆς ἀνθρωπίνης ἐφέστηκε φύσεως, διὰ τῆς περιλήψεως τὸ ὑπερέχον ᾐνίξατο· τάχα δὲ, ἐπειδήπερ αἱ χεῖρες πράξεών εἰσι σύμβολον, αἱ δὲ τῆς ἀριστερᾶς χειρὸς πράξεις, τὰ τοῦ σώματος σημαίνουσιν· αἱ δὲ τῆς δεξιᾶς τὰ τῆς ψυχῆς· δεξιὰ ὄντα τὸν ἀμείνω κλῆρον εἴληχε, περιέχονται τὰς σωματικὰς ἀνάγκας· ὡς γὰρ ἡ περιλαμβάνουσα χεὶρ, καὶ ἐπάνω ἐστὶ καὶ ἐντὸς ἀγκάλην ἔχει τὸ περιληφθὲν, οὕτως αἱ πρὸς τὸν σκοπὸν τῆς μελλούσης ζωῆς ἀποτεταγμέναι πράξεις, πᾶν κίνημα τοῦ σώματος ἄλογον περισφίγγουσαι, εὔτακτον καὶ συνδεδομένην φυλάττουσι τὴν ζωήν· οὐδ' ἑνὸς ἐπιβουλεύειν δυναμένου, τῇ περιληφθείσῃ ὑπὸ τοῦ Νυμφίου ψυχῇ. ζʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ. {Φίλωνος.} Τὰς τῶν ἁγίων ὁρκίζει ψυχὰς κατὰ τῶν θεοσημειῶν ἃς ἔδειξεν ἐν βίῳ Χριστὸς, πρεσβείαις ἐξεγείρειν τὸν πόθον αὐτοῦ πρὸς αὐτήν. Ἀκύλας δὲ φησὶ καὶ Σύμμαχος, καὶ ἡ πέμπτη ἔκδοσις· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ ἐν δορκάσιν, ἢ ἐν ἐλάφοις τῆς χώρας ἐκδιδόασιν· καὶ ἴσως οἱ μὲν διορατικοὶ δορκάδες, ἀπὸ τοῦ δέρκειν καὶ βλέπειν· οἱ δὲ γενναῖοι κατὰ τῆς κακίας ἀγωνισταὶ, καὶ ἀβλαβῶς ἀναιροῦντες αὐτῆς τὰ γεννήματα, ἔλαφοι, ἐπεὶ καὶ τὸ ζῶον ὄφεών ἐστιν ἀναιρετικὸν, πρὸς τοῦ τούτων ἰοῦ μὴ βλαπτόμενον· καθ' ὧν ἀρκεῖ τὴν ἀγάπην ἐξεγεῖραι μέχρι θελήσει χρηματίσαι ταύταις ἡ τοῦ Νυμφίου φωνή. 152 {Γρηγορίου.} Ἡ πρὸς τὸ ὕψος ἀναδραμοῦσα ψυχὴ ταῖς μαθητευομέναις ψυχαῖς, τὴν πρὸς τὸ τέλειον πρόοδον ὑφηγουμένη διὰ τοῦ ὁρκισμοῦ πρὸς τὸν κατ' ἀρετὴν χειραγωγεῖ βίον φάσκουσα· ὅτι ἐὰν αἱ μαθητευόμεναι ψυχαὶ προκόπτητε ταῖς ἀρεταῖς μέχρις ἂν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ὅπερ ἐστὶν ὑψουμένης τε καὶ ἀεὶ διὰ προσθήκης πρὸς τὸ μεῖζον ἐπαυξουμένης, καὶ εἰς πέρας ἔλθῃ τὸ ἀγαθὸν αὐτοῦ θέλημα, ὥστε ἐν σαρκὶ ζῶσαν, μηκέτι κατὰ σάρκα ζῇν, καὶ ἐν τῷ ἀγρῷ τοῦ κόσμου διάγουσαν, πρὸς τὰς δυνάμεις βλέπειν τὰς ἀγγελικάς· μιμουμένας δι' ἀπαθείας τὴν ἀγγελικὴν καθαρότητα· δυνάμεις γὰρ τοῦ ἀγροῦ ἤτοι τοῦ κόσμου, ἀγγελικαὶ δυνάμεις· πιστούμεναι ἡμᾶς ἀγγελικὴν ἕξιν ἐν τῇ παλιγγενεσίᾳ κατάστασιν· ἰσχὺς δὲ καὶ δύναμις εἰ μὲν ἑνικῶς λέγεται, πρὸς τὸ Θεῖον ἀναπέμπεται ἡ διάνοια τῆς τοιαύτης φωνῆς· εἰ δὲ πληθυντικῶς, τὴν ἀγγελικὴν φύσιν παρίστησι·