1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

70

ἡγουμένων εὐχερῶς, ἐπὶ τῷ ἀξιώματι τῆς ἀρχῆς φυσωμένων· ὥστε μὴ σφετερίζεσθαι τύφῳ καὶ ἀπονοίᾳ τὰ τοῦ Θεοῦ πλεονεκτήματα, τὴν φυλακὴν τοῦ ἀμπελῶνος τῇ ἑαυτῶν σπουδῇ ἐπιγράφοντας. Ἐπειδὴ γὰρ, φησὶν, ἐνώπιόν μού ἐστιν ὁ ἀμπελὼν, καὶ οἱ ὀφθαλμοί μου διὰ παντὸς ἐπιβλέπουσιν ἐπ' αὐτὸν, διὰ τοῦτο καὶ ἡ σπουδὴ τῶν τηρούντων ἰσχύει· καὶ οἱ ἐπίβουλοι φεύγουσι τὸ ἐμὸν ὄνομα ἀτενῶς τῇ ἀμπέλῳ προσέχον φρίττοντες· διὰ δὲ τοῦ, διακόσιοι τοῖς τηροῦσι, τὸν ἀμπελῶνα οὐ συμμερίζεσθαί φησιν, ἀλλὰ μείζονας ὧν προσήνεγκαν τὰς ἀμοιβὰς δεχόμενοι. ιγʹ, ιδʹ. Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῆς φωνῆς σου· ἀκούτισόν με· φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων Καλοῦντός ἐστι φωνὴ, τὸ, Ὁ καθήμενος ἐν κήποις· καὶ σημαίνοντος τὴν ἀργίαν τῷ καθημένῳ. Τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν· Οὐχ ὁ καθήμενος ἐν κήποις, φησὶν, καὶ ἀσθενῶν, τροφῇ, λαχάνοις παραμένων, φυλάσσει τὸν ἀμπελῶνα· ἑταῖροι γάρ εἰσιν οἱ προσέχοντες τούτῳ, οἳ καὶ αὐτοὶ διὰ παντὸς ἑστῶτες συντόνῳ σπουδῇ, καὶ οὐ κήπους ἢ λάχανα, ἀλλὰ καρπὸν τέλειον ἀμπέλου φυλάττοντες. Τὸ μὲν γὰρ καθῆσθαι, τὴν τοῦ φυλάσσοντος ἀμέλειαν δηλοῖ· ὁ δὲ κῆπος σημαίνει τὴν τῶν φυλασσομένων ἀσθένειαν. Τάχα καὶ διὰ τὸ καθῆσθαι τὸν φύλακα, κῆπος οἱ φυλασσόμενοι γεγόνασι· τὸ δὲ, Τὴν φωνήν σου ἀκούτισόν με, παρὰ τοῦ Νυμφίου πρὸς τὴν Νύμφην λέγεται, βουλομένου ἐκ τῆς φωνῆς γνῶναι τὸ φρόνημα τῆς ψυχῆς, εἰ δύναται καὶ τὰ τῆς ἀναλήψεως εἰδέναι μυστήρια, προμαθοῦσα Γραφικαῖς προφητείαις αὐτά· διόπερ ἑτοίμως ἀποκρίνεται λέγουσα· Φύγε, καὶ τὰ ἑξῆς· ὡμοιώθης μὲν γὰρ πρῶτον τοῖς ζώοις τούτοις ἐπὶ ὄρη Βαιθὴλ, ἐνανθρωπήσας· πηδῶν ἐπὶ τὰ ὄρη τοῦ οἴκου τοῦ Θεοῦ. ∆εύτερον ὡμοιώθης αὐταῖς ταῖς ἐν ᾅδου ψυχαῖς, κατιὼν κηρύξαι τὴν ἐκεῖθεν ἐλευθερίαν· ἐπὶ ὄρη κοιλωμάτων νῦν, ἐπειδὴ καιρὸς ἐπαρθῆναι τὴν μεγαλοπρέπειάν σου ὑπεράνω τῶν οὐρανῶν, καὶ καθίσαι ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Φύγε καὶ ὁμοιώθητι αὐτοῖς πάλιν ἐπὶ τὰ ὄρη τῶν ἀρωμάτων· ὄρη τῶν ἀρωμάτων, τοὺς ἐν τῇ ἄνω Ἱερουσαλὴμ ὄντας ἁγίους λέγει· τοὺς βεβαίαν διὰ τὸ ἐν ἀσφαλείᾳ εἶναι ἔχοντας τὴν τῶν 1753 κατορθωμάτων εὐωδίαν, ἣν ἐκτήσαντο ἐν τῇ ζωῇ ταύτῃ τοῖς πάθεσι μαχόμενοι, καὶ ὑπὲρ τῆς ἄνω κλήσεως ἀγωνιζόμενοι. Ἐν τρισὶ δὲ χωρίοις γενόμενος, τῷ περιγείῳ, τῷ καταχθονίῳ, τῷ ἐπουρανίῳ, δορκάδι δὲ καὶ νεβρῷ ὁμοιοῦται, ὄρεσιν ἐπιδιατρίβων τοῖς καθ' ἕκαστον χωρίον ἁγίοις, ἵνα πᾶν γόνυ κάμψῃ αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. {Φίλωνος.} Ἐπικάθηται γὰρ ταῖς Ἐκκλησίαις ἐφορῶν ταῦτα ὁ Κύριος· οἱ δὲ ὑποτεταγμένοι τῷ ἀρχιερεῖ λειτουργοὶ, προσέχουσι τὴν Ἐκκλησίαν παιδεύοντες· εἶτά φησιν ὁ Κύριος καὶ ἡ Ἐκκλησία πρὸς πάντα πιστόν· Φύγε, ἀδελφιδέ μου· ὁ γὰρ κατὰ Θεὸν ἄνθρωπος, ὀξέως τε ὁρᾷ καὶ φεύγει τὴν ἁμαρτίαν· ὄρη δὲ ἀρωμάτων, ὁ ὑψωθεὶς τυχὸν Ἰωσὴφ ἐν σωφροσύνῃ, καὶ ∆αβὶδ, πρὸς οὓς ἔστι φευκτέον. Φύγε οὖν ἀπὸ τῶν γηΐνων καὶ κοσμικῶν πρὸς τοὺς ἐναρέτους ἄνδρας· ὑπὸ τούτων ὁδηγούμενος, μέτοχος γενήσῃ τῆς βασιλείας τῶν οὐρανῶν. {Κυρίλλου.} Ὁ μὲν καθήμενος ἐν κήποις τὰς Ἐκκλησίας ἐπισκοπεῖ, οἱ ἑταῖροι δὲ προσέχουσιν οὐδὲ κρίνουσιν, ἀλλὰ τὴν κρίσιν πᾶσαν ὁ Υἱὸς ποιεῖ. Ἐπιθυμεῖ δὲ ἡ Νύμφη ἀκοῦσαι, "Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου·" ἀξιοῖ δὲ αὐτὸν καὶ τοὺς πονηροὺς ἐκβαλεῖν, Φύγε, λέγουσα ἐπὶ τοὺς ἁγίους ἐλθεῖν. {Ὠριγένους.} Εἶδεν ἡ Νύμφη τὸν Νυμφίον, κ. τ.λ. Τῇ φωνῇ καὶ αὐτὸν αὐτῇ παρορμῶντα παρασκευάσαι τὰ τῆς ἀκοῆς ἄξια τῆς αὐτοῦ, τὰ δὲ τελευταῖα παρὰ τῆς Νύμφης, τὸ Φύγε, ὡς ἂν ἕπεσθαι, καὶ τῇ αὐτῇ διὰ τὸ τέλειον δυναμένῃ. Τὸ δὲ, φύγε, τὴν αἰφνίδιον ἔδειξεν ἄνοδον, καὶ τὴν εἰς ἀπέραντον ἀναχώρησιν ὄρη λέγουσα· εἰς ἅπερ ἂν φεύγουσιν ἔλαφοι καὶ δορκάδες, ταῖς τῶν διωκόντων ὄψεσιν ἄληπτοι γίνονται, τῶν ἀρωμάτων δηλούντων τὸ εὐῶδες τῶν οὐρανίων καὶ καθαρόν.