1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

22

τὸν Χριστὸν, καί φησι· ∆εῖξόν μοι τὴν ὄψιν σου· μηκέτι διὰ τῶν παλαιῶν αἰνιγμάτων διαλεγόμενος· ὡς δὲ ἰδεῖν δύναμαι, δεῖξόν μοι σαυτὸν ἐμφανῶς ὡς ἂν ἐντός σου γένωμαι τῆς εὐαγγελικῆς πέτρας, καταλιποῦσα τὸ τοῦ νόμου προτείχισμα· εἰ γὰρ ἡ διὰ τῶν θυρίδων φωνὴ οὕτως ἐστὶν ἐρασμία, πόσῳ μᾶλλον ἡ κατὰ πρόσωπον; {Νείλου.} Ἐν τοῖς πρὸ τούτων ἀναστήσας αὐτὴν, ἐπεὶ μὴ ἐσήμανε τόπον ἔνθα ἤκειν αὐτὴν ἐκέλευσε, νῦν πάλιν καλεῖ αὐτὴν καὶ τὸν τόπον δηλῶν· ἐπεὶ γὰρ ἦν ἐρωτήσασα τὸν Νυμφίον, Ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις, καὶ οὐκ ἀπεκρίνατο τότε, νῦν γνωρίζει τὸν τόπον αὐτῇ τῆς νομῆς· ἵνα ὅπερ ἐκείνη ἔλεγε γένηται ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων· Ἐλθὲ λέγων ἐπὶ σκέπῃ τῆς πέτρας τῆς σημαινούσης Χριστόν· ἐφ' ἧς ἴχνος κακίας ὁ ὄφις ποιῆσαι οὐ δύναται· ἵνα σκεπαζομένη ἐν τῇ σκέπῃ ταύτης τῆς πέτρας μηδὲν αὐτῇ δέξηται ἐν τῷ διανοητικῷ παρὰ τῶν ἀντικειμένων δυνάμεων ἴχνος πονηρίας· καὶ ἐχόμενα δὲ τοῦ προτειχίσματος αὐτὴν κα 160 λεῖ, ἐκεῖ βουλόμενος ἀκοῦσαι διὰ τῆς ἡδείας αὐτῆς φωνῆς, καὶ κατανοῆσαι τὸ ὡραῖον αὐτῆς πρόσωπον. Φωνὴ δὲ ἡδεῖά ἐστιν, ἠθικῶς μὲν, σεμνοὶ λόγοι καὶ χάριν διδόντες τοῖς ἀκούουσι· δογματικῶς δὲ, ἡ τοῦ ἐν σταυρῷ βοῶντος λῃστοῦ, "Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου." Ὅθεν πρὸς μὲν τὴν Ἐκκλησίαν φησὶν, Ἡ φωνή σου ἡδεῖα βοῶσα διὰ τῆς ἀπαρχῆς τοῦ λῃστοῦ τὸ, Μνήσθητι· πρὸς δὲ τὴν Συναγωγὴν τὴν λέγουσαν, Σταύρωσον, ἢν καὶ μισεῖ, φησὶ διὰ τοῦ προφήτου· ὀψὲ φωνὴν αὐτῆς ὠλόλυξε, "Καὶ ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν·" Ὄψις δέ ἐστιν ὠραία, ἡ ἐκ τῆς εἰρηνικῆς καταστάσεως γαληνιάζουσα· ∆εῖξόν μοι οὖν, φησὶν, τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου· καὶ ἤθει καὶ λόγῳ πρὸς ἐμὴν κοσμουμένη ἀρέσκειαν, καὶ κάλλος πράξεων καὶ ἐπιμέλειαν δογμάτων σύμφωνον ἐπιδεικνυμένη εἰ δέ τις εἴπῃ τεῖχος τὸν νόμον, προτείχισμα τὸν φυσικὸν ἐρεῖ νόμον, οὗ ἐχόμενά ἐστιν ἡ πέτρα· μᾶλλον γὰρ τοῦ ῥητοῦ νόμου ὁ φυσικὸς πλησιαίτερος ὢν, τυγχάνει Χριστοῦ· ἐν ᾧ πολιτευσάμενοι οἱ ἁγίοι εὐηρέστησαν τῷ Θεῷ· φυσικαῖς ὁρμαῖς γνῶντες τὸ δίκαιον· καὶ διδάσκαλοι τῶν καθηκόντων αὐτοὶ ἑαυτοῖς γενόμενοι· καὶ ὁ Παῦλος δέ φησι, "Νόμος δὲ παρεισῆλθε," τὴν ἀρχαίαν καὶ τὴν ὑστάτην μίαν οὖσαν μεσολαβήσας πολιτείαν. {Ὠριγένους.} Βούλεται τὴν ψυχὴν, κ.τ.λ. ιεʹ. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας· καὶ οἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. {Γρηγορίου.} Τὰ προγεγραμμένα τῆς Νύμφης εἰπούσης, καὶ τῆς εὐχῆς αὐτῆς πρὸς τὸν Νυμφίον κατευοδωθείσης. Μέλλων αὐτὸς ἑαυτὸν ἐμφανῆ καθιστᾷν, πρῶτον τοὺς θηρευτὰς παρορμᾷ, εἴτε ἀγγελικάς τινας δυνάμεις, εἴτε καὶ ἀποστόλους, πρὸς τὴν τῶν ἀλωπέκων ἄγραν, αἵ τινές εἰσιν ἀποστατικαὶ δυνάμεις, διὰ τὸ δολερὸν οὕτω κατονομασθεῖσαι· μικροὺς μὲν ὄντας ἤδη τῇ δυνάμει τῆς χάριτος τοῦ Χριστοῦ, ἀφανιστικοὺς δὲ τῶν ἀμπελώνων ὑπάρχοντας· ὡς μηκέτι τὸν ἀμπελῶνα τὴν ἀνθρωπίνην φύσιν δι' αὐτῶν πρὸς κυπρισμὸν καὶ βοτρύων φορὰν ἐμποδίζεσθαι, εἴτ' οὖν τὴν διαγωγὴν τῆς ἐναρέτου πολιτείας· τούτου γὰρ γενομένου, μεταχωρεῖ τὰ δύο εἰς ἄλληλα· ὅ τε γὰρ Θεὸς ἐν τῇ ψυχῇ γίνεται, καὶ πάλιν εἰς τὸν Θεὸν ἡ ψυχὴ μετοικίζεται· εἶδεν οὖν ἐν τῇ δυνάμει τοῦ κελεύσαντος ἑαυτὴν, τῆς ἐκ τῶν θηρίων λύμης τούτων κεκαθαρμένην, ἡ ὡς ἄμπελος εὐθύνουσα Νύμφη, καὶ εὐθὺς δίδωσιν ἑαυτὴν τῷ γεωργῷ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντι· οὐκ ἔτι γὰρ τῷ τοίχῳ τοῦ νόμου πρὸς τὴν συνάφειαν τοῦ ποθουμένου διατειχίζεται, ἀλλά φησι. Τοῖς τῆς Ἐκκλησίας τροφίμοις προτάσσει λοιπὸν τοῖς ἔτι τὸ ἄνθος ἐπιδεικνυμένοις τῆς ἀρετῆς, καὶ δυναμένοις εὐχερῶς ἀδικηθῆναι ὑπὸ τῶν παθῶν· οὐχ οὔτω γὰρ ἀνδρυνθεῖσα βλάπτεται ἡ ἄμπελος ὡς ἐν προοιμίοις ἐπιβουλευομένη· ὡς γὰρ ἡ ἀνθοῦ 1612 σα σταφυλὴ ἐὰν τιναχθῇ, ἀφίησι μὲν τὰς ῥάγας ἀσθενῶν ἐπὶ τῶν στεμφύλων ἐξηρτημένων, οὕτως ἄωρος ὑπὸ τῶν παθῶν κλονηθεῖσα ἡ ἀρετὴ, πρὸς ἀκμὴν τῆς τελειότητος οὐκ ἔρχεται· τῶν πεπανθῆναι ὀφειλόντων ἐπιτηδευμάτων