1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

29

ἁγίων ψυχὰς τὰς διὰ τὸ δεδιδάχθαι τὸν πόλεμον τὸν κατὰ τοῦ ἐχθροῦ οὕτως ὠνομασμένας, οὐχ ἁμάρτῃ τοῦ προσήκοντος· οἵ τινες ῥομφαίαν ἐπὶ τοῦ μηροῦ κατέχουσιν· οἱ γὰρ καὶ τὸ πρακτικὸν λόγῳ κοσμήσαντες, καὶ τὸ παθητικὸν λόγῳ νεκρώσαντες, εὐλόγως κυκλοῦσι τὸν βασιλέα. Τῷ ἑξήκοντα δὲ προσαγορεύονται ἀριθμῷ, τέλειοι κατὰ πάντα γεγενημένοι, καὶ βεβηκότες ἑδραίως καὶ παγίως· κύβος γὰρ καὶ τετράγωνος ἀριθμὸς, ὁ ἑξήκοντα, ἴσος πᾶσι τοῖς ἑαυτοῦ πάντοθεν μέρεσι· καὶ ἀσάλευτος, ἐκ τεσσάρων πέντε καὶ δεκάδων, καὶ ἓξ καὶ δεκάδων, καὶ πεντάδων δὲ καὶ δύο, καὶ τριάδων εἴκοσι συνεστὼς, καὶ τούτων ἔχων τὸ εἰρημένον πάγιον. ∆ιὰ τοῦτο γὰρ ὄντες τοιοῦτοι καὶ ἀπὸ δυνατῶν Ἰσραὴλ ἐξελέγησαν ὡς δυνατῶν δυνατώτεροι· τάχα δὲ καὶ οἱ νῦν προασπίζοντες τῆς Ἐκκλησίας, καὶ λόγῳ καὶ πράξεσιν 162 ὑπερμαχοῦντες τοῦ σώματος Χριστοῦ, κύκλῳ εἰσὶ τῆς κλίνης τοῦ Σαλομών· διὰ μὲν τοῦ ἀνθίστασθαι τῷ λόγῳ τοῖς αἱρετικοῖς, ἐν τῇ χειρὶ κατέχοντες ῥομφαίαν· διὰ δὲ τοῦ σωφρόνως καὶ ἐγκρατῶς βιοῦν, ἐπὶ μηροῦ τὴν ῥομφαίαν φοροῦντες διὰ τοὺς νυκτερινοὺς φόβους· Ἀνὴρ γὰρ, φησὶ, ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν· οὐ μόνον γὰρ τοὺς φανεροὺς ἐχθροὺς ἔβαλλον τοῖς τῆς ἀληθείας ἐλέγχοις, ἀλλὰ καὶ τὰς λαθραίους δεδοικότες ἐπηρείας, διὰ τοὺς ἐν σκοτομήνῃ τοξεύοντας, καὶ ἐν νυκτὶ ἔμενον ὁπλοφοροῦντες, τὰς ἐφεδρείας τῶν ἐπιβούλων ὑφορώμενοι. θʹ, ιʹ. Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλομὼν, ἀπὸ ξύλων τοῦ Λιβάνου· στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, καὶ ἀνάκλιτον αὐτοῦ χρυσίον· ἐπίβασις αὐτοῦ πορφύρα, ἐντὸς αὐτοῦ λιθόστρωτον· ἀγάπην ἀπὸ θυγατέρων Ἱερουσαλήμ. {Θεοφίλου.} Ξύλον τοῦ Λιβάνου, Ῥοὺθ ἡ Μωαβῖτις, ἐξ οὗ Ἰεσσαί· φορεῖον τοίνυν ἐστὶ τὸ σῶμα τὸ Κυριακόν. {Γρηγορίου.} Ὅτι μὲν οὖν ἐν πολλοῖς Σαλομὼν, εἰς τύπον τοῦ ἀληθινοῦ βασιλέως παραλαμβάνεται, δῆλον καὶ τὸ περὶ τοῦ Κυρίου μυστήριον ἐν ἐκείνῳ τῷ προσώπῳ διαγράφεται· διὰ τῆς τοῦ φορείου τοίνυν κατασκευῆς, ἡ περὶ ἡμῶν οἰκονομία τοῦ Κυρίου διασημαίνεται· πολυτρόπως γὰρ ὁ Θεὸς ἐν τοῖς ἀξίοις ἑαυτοῦ γίνεται· καθὼς ἂν ἕκαστος ἔχῃ δυνάμεώς τε καὶ ἀξίας, οὕτως ἐν ἑκάστῳ γινόμενος· ἢ ἵππος εὐήνιος δεχόμενος ἐφ' ἑαυτοῦ τὸν ἀγαθὸν ἀναβάτην· οὔτως οὖν καὶ ὁ τὸν Θεὸν ἑαυτῷ φέρων, φορεῖον ἂν εἰκότως τοῦ εἰρηνικοῦ βασιλέως ὀνομάζοιτο· Πολλαχοῦ δὲ πάλιν ὁ Λίβανος ἐν τῇ Γραφῇ τὴν ἀντικειμένην ἐνδείκνυται δύναμιν· ὡς ἐν τῷ, Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς, καὶ τὰ ἑξῆς. ∆ηλοῦντος τοῦ λόγου, ὄτι οὐ μόνον τὰ ἐκφυέντα παρὰ τῆς ἀντικειμένης δυνάμεως κακὰ, ἀλλὰ καὶ αὐτὸ τὸ ὄρος, ἡ πρώτη τοῦ κακοῦ ῥίζα, τὸ ὑποτρέφον τῶν τοιούτων κέδρων τὴν ὕλην εἰς τὸ μὴ ὂν περιστήσεται. Οὐκοῦν ἡμεῖς ἦμέν ποτε τοῦ Λιβάνου ξύλα, ἕως ἂν ἐκείνῳ ἦμεν ἐριζωμένοι, διά τε τοῦ πονηροῦ βίου καὶ τῆς τῶν εἰδώλων ἀπάτης· ἀλλ' ἐπειδὴ ἐκεῖθεν ὑπὸ τῆς λογικῆς ἀξίνης ἐτμήθημεν, καὶ ἐν ταῖς τοῦ τεχνίτου χερσὶν ἐγενόμεθα, φορεῖον ἡμᾶς ἑαυτοῦ ἐποίησε, μεταστοιχειώσας τοῦ ξύλου τὴν φύσιν, διὰ τῆς παλιγγενεσίας εἰς ἀργύριον καὶ χρυσίον, καὶ εἰς εὐανθῆ πορφύραν, καὶ εἰς τὰς τῶν χαρισμάτων διανομάς· Ὧ μὲν γὰρ δίδοται, κατὰ τὸν Ἀπόστολον, λόγος σοφίας, ἄλλῳ χαρίσματα προφητείας, ἄλλῳ δὲ ἄλλο τι τῶν ἐνεργημάτων, πρὸς ὃ πέφυκέ τε καὶ δύναται ἕκαστος τὴν χάριν δέξασθαι· ἢ ὀφθαλμὸς τοῦ σώματος τῆς Ἐκκλησίας γενόμενος, ἢ εἰς χεῖρας τασσόμενος, ἢ ἀντὶ ποδὸς ὑποστηρίζων· οὕτω καὶ ἐν τῇ τοῦ φορείου κατασκευῇ, ὁ μέν τις στύλος, ὁ δὲ ἐπίβασις γίνεται, ἕτερος τὸ πρὸς τῇ κεφαλῇ μέρος, ὃ ἀνάκλιτον φησίν. Εἰσὶ τοίνυν ἀργύριον μὲν, οἱ στύλοι τοῦ φορείου· αἱ δὲ τούτων βάσεις, πορφύρα· ἐκ χρυσίου δὲ τὸ ἀνάκλιτον, 1632 ἐν ᾧ τὴν κεφαλὴν αὐτοῦ κλίνει ὁ Νυμφίος· τοῖς δὲ τιμίοις λίθοις τὸ ἔνδον ἅπαν καταπεποίκιλται. Οὐκοῦν στύλους μὲν νοητέον, τῆς Ἐκκλησίας τοὺς στύλους· οἷς ἀκριβῶς ἀργύριον καθαρὸν καὶ πεπυρωμένον ὁ λόγος ἐστὶν ὁ τῆς βασιλείας, ἐν τῷ ὑψηλῷ τῆς πολιτείας ἐπιβεβηκώς. Ἐξαίρετον γὰρ γνώρισμα τῆς βασιλείας ἡ