1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

68

μηδέπω τῆς πρὸς ἄνδρα συζυγίας ὥραν ἔχειν νομίζουσαι, ἀποροῦσι πρὸς τὸ πρακτέον· καὶ τοῦ μνηστῆρος τὴν σπουδὴν ἐπὶ τὸν γάμον ἐπείγοντος, ὁρῶσι καὶ τὴν τῆς Νύμφης ὡς ἐνόμιζον νηπιότητα· καὶ τοιαῦτα πρὸς ἀλλήλας λέγουσιν· Οὐδὲν ὧν λείπει τῇ Νύμφῃ, τῆς ἡμετέρας ἤρτηται σπουδῆς καὶ συνεργείας, προσθεῖναι δὲ αὐτὴν προκοπὴν ἡλικίας, τῶν οὐκ ἐφ' ἡμῖν. Εἰ μὲν γὰρ ἦν τεῖχος ἐπάλξεσι λειπόμενον, οὐδὲν ἐκώλυε τὸ χρειῶδες ὑπερβῆναι τῇ φιλοτιμίᾳ, καὶ ἀργυρᾶς ἐπάλξεις ἀντὶ λιθίνων ἐπιστῆσαι τῷ τείχει· ἡ γὰρ πολυτέλεια τῆς προθυμίας ἔλεγχος ἐγίνετο· καὶ ἡ κηδεμονία, τεκμήριον ἀναμφίλεκτον διὰ τῆς διαθέσεως· τελειότητα δὲ προσθεῖναι νηπιότητι, καὶ μασθοὺς διεγεῖραι πρὸς ὄγκον, οὓς ἡ φύσις οὐδέπω πρὸς τοῦτο ἐκίνησεν, μεῖζον ἀνθρωπίνης ἐστὶ δυνάμεως. Οὐ γὰρ ᾔδεισαν αὐτῆς τὴν ἐν τῷ κρυπτῷ τελειότητα, νεάνιδες οὖσαι καὶ φύσεως ἀκολουθίᾳ προσέχουσαι. Λανθάνει γὰρ πάντα ἀνθρώπινον ὀφθαλμὸν κατάστασις ψυχῆς, μάλιστα τοῖς κρύπτειν ἐπισταμένοις τὰ κατορθώματα. {Φίλωνος.} Τοῦτο πρὸς τοὺς πίστιν μὲν ἔχοντας, οὔπω δὲ γνῶσιν τῶν δύο διαθηκῶν· διὰ τὸ νεοπαγεῖς εἶναι, καὶ μὴ δύνασθαι καὶ ἑτέρους τρέφειν. {Ὠριγένους.} Ὅτι μικρὰ ἡ τοῦ ἀνθρώπου ψυχὴ, κ.τ.λ. θʹ. Τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ ᾗ ἂν λαληθῇ ἐν αὐτῇ; εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην. Ὅταν κυρωθῶσι τῆς μνηστείας οἱ λόγοι, βούλονται ποιῆσαι τῇ ἀδελφῇ τὰ λείποντα ταύτῃ πρὸς τελειότητα. Εἰ γὰρ τεῖχος, φασὶν, ἐστὶν ἡ Ἐκκλησία, ὤσπερ στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας, ἐπαναπληρώσωμεν αὐτῇ τὰς λογικὰς τελειότητας· ἃς καὶ ἐπάλξεις εἰρήκασι· θύρα δὲ βεβαιότητος διαγραφομένη, οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος· ὡς ἐπὶ θύρας δὲ καὶ σανίδα φασὶν, ἐσχηματισμένη πρὸς θύρας τελείωσιν· ἡ δὲ κεδρίνη τὴν ἄφθαρτον δηλοῖ τοῦ πνεύματος περιβολήν· αὕτη γὰρ σφίγγει τὴν ἀνθρωπίνην ἀσθένειαν. Ἐρωτῶσι τοίνυν οἱ ἅγιοι περὶ τῶν νεοφωτίστων, καὶ δέχονται ἀπόκρισιν. Εἰ στερεὰ πέτρα ἐγένετο καὶ πίστει ἑδραία, προθῶμεν τὰ θεῖα λόγια· εἰ δὲ θύρα ἐστὶν εὔστροφος, καὶ ἐκ τῆς συναγωγῆς ἐπίστευσεν, ὑπογράψωμεν αὐτῇ τὴν ἄση 1748 πτον τῶν πατριαρχῶν πολιτείαν, καὶ περισφίγξωμεν αὐτὴν ἐπάλξεις πύργων. ιʹ. Ἐγὼ τεῖχος· καὶ μασθοί μου ὡς πύργοι· ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην. Ὑμεῖς μὲν νομίζετε μή με μασθοὺς ἔχειν, καὶ τὰ ἑξῆς· ἐγὼ δὲ τῆς πολλῆς εἰς ἐμὲ χάριτος τοῦ Νυμφίου, καὶ τῆς ἐμῆς μνηστείας αἰσθανομένη πρὸς μέγεθος ἐδέησα περιποιουμένη καὶ ἄλλοις εἰς ἀσφάλειαν καὶ εἰς πλῆθος θεωρημάτων, ὡς διττοῖς ἀπεικάζεσθαι πύργοις· δηλούντων τὸν περὶ τῶν αἰσθητῶν λόγον, καὶ τὴν περὶ τῶν νοητῶν ἐπιστήμην. Καὶ ἐπεὶ ἐζήτησα τὴν εἰρημένην καὶ ἐδίωξα αὐτὴν, τοιαύτη τις ἤμην ἐν ὀφθαλμοῖς τοῦ Νυμφίου· μαθοῦσα καὶ τοῦτο ἀπὸ τοῦ Πνεύματος, ὅτι οἱ ὀρθῶς ζητήσαντες αὐτὸν, εὗρον εἰρήνην, ἥτις ἐστὶ Χριστός. Λύει τὴν ἀμφιβολίαν τοῦτο, οὐκ ἀνεχομένη νομισθῆναι ὡς ὑποπίπτουσαν λανθάνει, φησὶν, ὑμᾶς εἰκότως τὰ κατὰ τὴν ψυχὴν πλεονεκτήματα· ἐγὼ δὲ ἐν ὀφθαλμοῖς τοῦ Νυμφίου τετελείωμαι· εἰ γάρ εἰμι ἐν ὀφθαλμοῖς αὐτοῦ εὑρίσκουσα εἰρήνην, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρίσκουσιν εἰρήνην. Τεῖχός εἰμι δυσκαταμάχητον, δι' ἣν εἰρήνην οὐ δέδοικα πολέμου ἔφοδον· τεῖχος δὲ καὶ θύρα ἀκούσασα, τὸ μὲν κατεδέξατο· πρὸς δὲ τὸ κληθῆναι θύρα διὰ τῆς σιωπῆς ἀνένευσε· τὴν τοιαύτην προσηγορίαν τῷ Νυμφίῳ τηρήσασα· μόνος γὰρ οὗτος τῆς πατρικῆς γνώσεως εἴσοδος. ιαʹ. Ἀμπελὼν ἐγενήθη τῷ Σαλομὼν ἐν Βεελαμών· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν· ἀνὴρ οἴσει ἐν τῷ καρπῷ αὐτοῦ χιλίους ἀργυρίουσ. {Νείλου.} Ὁ ἀμπελὼν, καὶ ἐν κέρατι ἐγενήθη τῷ ἠγαπημένῳ, ὅ ἐστι Χριστός. Ἐν Βεελαμὼν δέ ἐστιν, ἐν πλήθεσιν, ἀμπελὼν δὲ ἐν πλήθεσιν ἡ τῆς Ἐκκλησίας πάμφορος ὁμήγυρις. Ἔδωκεν οὖν τὸν ἀμπελῶνα τοῦτον τοῖς τηροῦσι, τοῖς ἡγουμένοις τῆς Ἐκκλησίας, οὓς καὶ γεωργοὺς καὶ πανδοχέας ἐκάλεσεν. Ὃς ἂν οὖν ἀνὴρ ἐν τούτοις εὑρεθῇ, οἴσει καρπὸν αὐτῷ χιλίους ἀργυρίους,