1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

23

διαῤῥυέντων, πρὸ τῆς βεβηκυίας καὶ ἑκτικῆς καταστάσεως· κενοδοξίᾳ γὰρ λυμαίνεσθαι πέφυκε τὸ τῶν ἀρετῶν ἄνθος· καὶ ἀλαζονεία τοῖς ἀρχομένοις τῆς θεοσεβείας ἐμπόδιον γίνεται προκοπῆς, τὰς βελτιώσεις τῇ οἰήσει ἀποτινάσσουσα, καὶ ἐν ἄνθει μαραινόμενον ἐμφανίζουσα τὸν καρπόν· συμβουλεύει τοίνυν ὁ λόγος, ἔτι μικρὰς πιάσαι ἀλώπεκας· τουτέστιν ἁπαλῶν ἔτι κρατῆσαι καὶ ἀσθενῶν τῶν παθῶν, πρὶν ἕξις δυσμετακίνητος τὸ ἔθος γένηται τοῦ κακοῦ· ἢ τοῦτο οὖν ἐστι τὸ λεγόμενον κατὰ τὴν εἰρημένην διαίρεσιν, ἢ διαιροῦντας ἀναγνῶναι, μικροὺς ἀφανίζον ἀμπελῶνας· εἴτουν κρατῆσαι καὶ πιάσαι τὰς ἀλώπεκας ἔτι μικρῶν οὐσῶν τῶν ἀμπελώνων· μεγάλους γὰρ ἀφανίζειν ἀμπελῶνας αἱ ἀλώπεκες οὐ δύνανται, ἐν ἕξει τοῦ ἀγαθοῦ γενομένους· καὶ γὰρ τῶν μικρῶν ἴδιον τὸ σκανδαλίζεσθαι· ὥσπερ δὲ ἐπιτείνων τὴν ἐκ τοῦ φόβου ἀπορίαν, φησί· καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν· οὐ μόνον γὰρ ἔοικε δεδοικέναι, ὅτι τρυφεροὶ καὶ νεοπαγεῖς εἰσιν οἱ ἀμπελῶνες μικροὶ τυγχάνοντες, ἀλλ' ὅτι καὶ πρὸς κυπρισμὸν εὐχείρωτοι ταῖς ἐκτινασσούσαις τὸ ἄνθος ἐν ταῖς ἀλώπεξιν· τοιοῦτον ἐκτιναγμὸν οἶδεν ἡ Γραφή· περὶ ὧν φησιν, "Οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων·" οὓς Παῦλος κλάδους ἐκκεκλασμένους ἐλαίας καλεῖ· ὁ δὲ ∆αβὶδ χόρτον δωμάτων· ὁ δὲ Κύριος, κλῆμα ἔξω τῆς ἀμπέλου βεβλημένον, τὸ ἄκαρπον καὶ ἀπόβλητον αὐτῶν αἰνιττόμενος. {Ὠριγένους.} Ταῦτα τοῖς φίλοις ὁ Νυμφίος, κ. τ.λ. ιʹ, ιζʹ. Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ, ὁ ποιμένων ἐν τοῖς κρίνοις, ἔως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. {Γρηγορίου.} Εἶδον γὰρ αὐτὸν, φησὶν, πρὸς πρόσωπον, τὸν ἀεὶ μὲν ὄντα, δι' ἐμὲ δὲ ἐκ τῆς ἀδελφῆς μου τῆς Συναγωγῆς ἀνθρωπικῶς ἀνατείλαντα· καὶ ἐν αὐτῷ ἀναπαύομαι καὶ γίνομαι αὐτῷ κατοικητήριον· ὃς οὐ χόρτον ποιεῖται τὴν τῶν ποιμνίων νομὴν, ἀλλὰ καθαροῖς κρίνοις τρέφει τὰ πρόβατα, τουτέστι θείοις λογίοις· ὅπως ἂν οἱ τῇ καθαρᾷ τε καὶ εὐπνοούσῃ ταύτῃ τροφῇ τὴν ψυχὴν πιαινόμενοι, πᾶσάν τε καὶ σκιοειδῆ φαντασίαν τῶν κατὰ τὸν βίον τοῦτον σπουδαζομένων ἑαυτῶν ἀποστήσαντες, ἃς σκιὰς ὁ λόγος ὠνόμασε, ταῖς τοῦ Θεοῦ Πνεύματος ἀκτῖσι, πρὸς τὴν ἀληθεινὴν τῶν πραγμάτων ὑπόστασιν διαβλέψωσιν, υἱοὶ φωτὸς καὶ ἡμέρας γενόμενοι· ταῦτα φθέγγεται ἡ ψυχὴ, ἢν ποιμαίνει ὁ λόγος, οὐκ ἐν ἀκάνθαις τισὶν ἢ χόρτοις, ἀλλ' ἐν τῇ εὐοσμίᾳ τῶν κρίνων τῆς καθαρᾶς πολιτείας, καὶ κατεπείγει τὸν λόγον διὰ τάχους εἰς ἔργον προάγειν τῶν ἀγαθῶν τὴν ἐλπίδα. {Νείλου.} Μόνῳ ἑαυτὴν ἀνατίθησι τῷ Νυμ 1613 φίῳ, καὶ τὸν Νυμφίον πάλιν μόνης ἑαυτῆς λέγει, διὰ τὴν ἐκ τῶν κατορθωμάτων οἰκειότητα. Ἐπειδὴ γὰρ τὸ σῶμα ἑαυτῆς οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ δέδωκε, διὰ τοῦτο καὶ ὁ Κύριος τῷ ἐκείνης σώματι ἐνανθρωπήσας γεγένηται· ποιμαίνοντα δὲ αὐτὸν ἐν τοῖς κρίνοις, τὰς ἀμερίμνους λέγει ψυχὰς ὑπ' αὐτοῦ ποιμαίνεσθαι σημαίνουσα, ὡς τῶν περισπωμένων ὑπὸ τῆς σωματικῆς ἀσχολίας ἔξω τῆς τούτου ποιμαντικῆς ὄντων. Ποιμαίνει δὲ ἐν κρίνοις οὐ διὰ παντὸς, ἀλλ' ἕως τοῦ διαπνεῦσαι τὴν μέλλουσαν ἡμέραν, καὶ κινηθῆναι τὰς σκιὰς τῶν παρόντων πραγμάτων. Ὁ δὲ Σύμμαχος, πεποιηκὼς ὁ ποιμαίνων τὰ ἄνθη ἔδειξεν, ὅτι οὐκ ἐν τόπῳ κρίνων, ἀλλ' αὐτὰ τὰ κρίνα ποιμαίνει τὰς ἀμερίμνους ψυχὰς, καὶ τῶν γηΐνων οὐ φροντιζούσας, καθὼς ἀποδέδοται. Ἔφαμεν δὲ ἀνωτέρω ἄνθη λέγεσθαι, τοὺς ἐν τῷ Χριστιανισμῷ ἀνθήσαντας ἁγίους· καὶ ἐνταῦθα οὗν ταῦτα ποιμαίνει τὰ ἄνθη· καὶ τὸ κινηθῶσι δὲ αἱ σκιαὶ, τὴν τῶν νομικῶν ἔργων περιαίρεσιν σημαίνει, σκιὰς ὑπὸ τοῦ Παύλου πολλάκις εἰρημένας. {Ὠριγένους.} Ἡ Νύμφη πρὸς τοὺς ἑταίρους τοῦ Νυμφίου φησίν, κ.τ.λ. Ἀπόστρεψον, ὁμοιώθητι, σὺ ἀδελφιδέ μου, τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων. {Γρηγορίου.} Ἀπόστρεψον τῶν κακῶν τὴν φοράν· ἴδε ὡς δορκὰς ὁ τὰς ἐνθυμήσεις τῶν ἀνθρωπίνων βλέπων· ἀφάνισον τὴν γονὴν τῆς κακίας ὡς νεβρὸς ἐλάφων ἐξαναλίσκων τὸ γένος τοῦ ὄφεως· ὁρᾷς γὰρ τὰ κοῖλα τοῦ ἀνθρωπείου βίου· πᾶν γὰρ τὸ κατὰ τῆς ἀληθείας ὑψούμενον βάραθρόν ἐστι καὶ οὐκ ὄρος, κοίλωμα, καὶ οὐκ ἀνάστημα· ἐὰν οὖν ἐπιδράμῃς ἐπὶ ταῦτα, φησὶν, πᾶσα