1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

44

Νυμφίου· οὗτος δὲ οὐ καταβεβηκέναι, ἀλλ' εἰσεληλυθέναι λέγει· τὴν κατάβασιν τῷ τῆς ἰσοτιμίας σεμνύνων ὀνόματι, διὰ τὴν πρὸς αὐτὴν διάθεσιν καὶ ἀγάπην· καὶ κῆπον δὲ τοῦ παραδείσου ἑαυτῆς, ταπεινοφρονοῦσα καλεῖ· οὐ γὰρ ἂν εἶχε ἀκροδρύων, εἰ κῆπος ἐτύγχανεν ὤν· παραδείσου γὰρ καὶ κήπου τὰ ἀκρόδρυα· αὐτὸς δὲ αὐτὸν κῆπον λέγει εἰκότως Θεὸς ὤν· καὶ τὰ παρ' αὐτοῖς δοκοῦντα μεγάλα, ταπεινὰ κρίνων τῇ ἑαυτοῦ παραμετρήσει· εὖ δὲ τὸ οὐκ, εἰς κῆπόν σου, ἀλλ', εἰς κῆπόν μου, τὸν ἑαυτῆς παράδεισον αὐτοῦ κῆπον ποιεῖν· τὰ γὰρ ἀνθρώπινα πράγματα, εἰ καὶ αὐτὰ παραμετρούμενα λάμπει, ἀλλὰ τοῖς θείοις καὶ νοητοῖς παραβαλλόμενα, ἀμβλύνεται· διὰ δὲ τῆς σμύρνης καὶ τῶν ἀρωμάτων τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν ὑπογράφει· σμύρνα γὰρ ὁ θάνατος· ἀρώματα δὲ, ἡ τῆς θεότητος ἐνέργεια, ἡ τῆς ἀναστάσεως τὴν εὐωδίαν ἐνεργήσασα· τὸ δὲ, Ἔφαγον ἄρτον, καὶ τὰ ἑξῆς, τὴν ἡδονὴν τοῦ πάθους καὶ τὴν νηπιώδη ἐπιείκειαν, μεθ' ὧν τὰς μάστιγας καὶ τὴν χλεύην ἣν ἤνεγκε κωμῳδούμενος, δηλοῖ· Ἐπιθυμίᾳ γὰρ, φησὶν, ἐπεθύμησα φαγεῖν τὸ Πάσχα· διὰ τὸν σταυρὸν, τὸ, Ἔφαγον ἄρτου μετὰ μέλιτός μου, δηλοῖ· τὸ δὲ, ῥαπιζόμενον, ἐμπαιζόμενον, καλάμῳ τυπτόμενον ἐπιεικῶς φέρειν, ἔπιον οἶνον μετὰ γάλακτός μου· Φάγετε, οἱ πλησίον μου, καὶ τὰ ἑξῆς· τάχα τοὺς μαθητὰς λέγων, ὅτε αὐτοὺς ἐπὶ τὴν τῶν μυστηρίων ἐκάλει μετουσίαν, Φάγετε, λέγων, τὸ σῶμά μου, καὶ πίετε τὸ αἷμά μου. βʹ. Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. {Γρηγορίου.} Ἀκολούθως διαδέχεται τὴν μέθην ὁ ὕπνος, ὡς ἂν διὰ τῆς πέψεως ἀναδοθείη τοῖς δαι 1673 τυμόσιν εἰς εὐεξίαν ἡ δύναμις· διὰ τοῦτο μετὰ τὴν πανδαισίαν ἐκείνην, ἐν τῷ ὕπνῳ ἡ Νύμφη γίνεται· ξένος δέ τις ὁ ὕπνος, καὶ τῆς φυσικῆς συνηθείας ἀλλότριος· ἐφ' ὧν γὰρ ὁ νοῦς μόνῃ τῇ θεωρίᾳ τοῦ ὄντος εὐφραίνεται, οὐδενὶ τῶν αἰσθητηρίων παρενοχλούμενος, ὡς ὕπνῳ τινὶ πάρετος ἡ τοῦ σώματος γίνεται φύσις πάσης σαρκικῆς κατακοιμισθείσης κινήσεως· διττῆς γὰρ οὔσης ἡμῖν ἡδονῆς, τῆς μὲν ἐν ψυχῇ δι' ἀπαθείας, τῆς δὲ διὰ ἀπαθοῦς ἐν σώματι, ἥνπερ ἂν ἡ προαίρεσις ἕληται, αὕτη κατὰ τῆς ἑτέρας ἔχει τὸ κράτος· διὰ τοῦτο ἡ ψυχὴ, ὅταν μόνῃ τῇ θεωρίᾳ τοῦ ὄντως εὐφραίνηται, πρὸς οὐδὲν ἐγρήγορε τῶν ἐνεργουμένων καθ' ἡδονὴν δι' αἰσθήσεως· ἀλλὰ πᾶσαν σωματικὴν κατακοιμίσασα κίνησιν, γυμνῇ τε καὶ καθαρᾷ τῇ διανοίᾳ τῆς θείας ἐγρηγόρσεως, δέχεται τοῦ Θεοῦ τὴν ἐμφάνειαν. Τὸν ἐν τοῖς σωματικοῖς εἶναι πειρασμοῖς, καθεύδειν λέγει· ὡς γὰρ ὁ βαπτισθεὶς τῷ ὕπνῳ, ἀγρυπνοῦσαν ἔχειν τὴν καρδίαν οὐ δύναται, οὕτως ὁ ἐμβαθύνας ταῖς σωματικαῖς ἀσχολίαις, αἴσθησιν τῆς φωνῆς τοῦ Νυμφίου λαμβάνει. Εἰς γὰρ πολυμέριμνον ψυχὴν φωνὴ οὐ φθάνει Θεοῦ· αὕτη δὲ οὕτως ἐκάθευδεν ὡς αἰσθέσθαι τῆς τοῦ Νυμφίου φωνῆς· τὸ ἐπιπόλαιον γὰρ καὶ χρειῶδες τῆς σωματικῆς ἀσχολίας ἑαυτῇ ἐμφαίνει· μνήμη γὰρ Θεοῦ, νηφάλιον ποιεῖ· καὶ μετρία ἐστὶ τῶν ἀναγκαίων φροντίς· φωνεῖ δὲ ὁ λόγος, ὅταν ὥσπερ ἦχός τις ἀδιόρθωτος προσπέσῃ τῇ ψυχῇ νόημα· κρούει δὲ ἐπὶ τὴν θύραν, ὅταν ἡ ἐπαπόρησις τὴν λύσιν εὐαγγελίζεται· εἰσέρχεται δὲ ὅταν σαφῶς θεωρηθῇ τὸ ἀπορηθὲν, καὶ τρανὸν δέξηται τὸ νόημα τὸν τύπον. {Κυρίλλου καὶ Φίλωνος.} Ἐν τῷ σταυρῷ φησι τὸν ὑπὲρ ἀνθρώπων ἀναδεχόμενος θάνατον· ἀγρυπνεῖ δὲ ἡ καρδία, καθὸ ὡς Θεὸς τὸν ᾅδην ἐσκύλευσεν. Φωνὴ τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. {Γρηγορίου.} Ἡ μαρτυρηθεῖσα τοσαῦτα ὅσα ἐν τοῖς φθάσασιν ἐπῄνεσεν ὁ λόγος, καὶ γνοῦσα πολλάκις ἤδη τὸν Νυμφίον, ὡς νῦν αὐτῇ πρῶτον ἐμφανιζομένου διάκειται. Εἰ γὰρ καὶ ἔγνων ὅσον κατείληφεν, ἀλλ' ἀπειροπλάσιον τὸ μήπω κατειλημμένον· ὥσπερ γὰρ εἴ τις πλησίον γένοιτο πηγῆς, θαυμάσειε μὲν τὸ ἄπειρον ὕδωρ, οὐ μὴν εἴπῃ ὅλον ἑωρακέναι τὸ ὕδωρ· πῶς γὰρ τὸ ταῖς λαγόσι τῆς γῆς κρυπτόμενον; ὥστε κἂν ἐπὶ πολὺ παραμείνει τῷ βρύοντι, ἀεὶ ἐν ἀρχαῖς ἐστι τῆς θεωρίας τοῦ ὕδατος· οὐ γὰρ παύεται τὸ ὕδωρ ἀεί τε ῥέον καὶ ἀεὶ τοῦ βρύειν ἀρχόμενον. Οὕτως ὁ πρὸς τὸ θεῖον ἐκεῖνο καὶ ἀόριστον κάλλος βλέπων, ἐπειδὴ τὸ πάντοθεν εὑρισκόμενον, καινότερόν