1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

9

νῦν δὲ ὅτε τὸ ἴδιον αὐτῆς ἀνεφάνη κάλλος, ἡ τῶν ὀφθαλμῶν χάρις ἐγκωμιάζεται· ὁ δὲ τῶν ὀφθαλμῶν ἔπαινος, τὸ περιστερᾶς εἶναι τὰ ὄμματα· ἐπειδὴ πρὸς ὃ ἄν τις ἐνατενίσῃ, τούτου δέχεται ἐν ἑαυτῷ τὸ ὁμοίωμα· καὶ γάρ φασιν οἱ τὰ τοιαῦτα φυσιολόγων ἐπιστήμονες, ὡς τὰς τῶν εἰδώλων ἐμπτώσεις δεχόμενος ὁ ὀφθαλμὸς, αἳ τῶν ὁρατῶν ἀποῤῥέουσιν, οὕτως ἐνεργεῖ τὴν ὄψιν· ἢ μηκέτι αἶμα καὶ σάρκα, τουτέστι τὸν σωματικὸν βίον, βλέπουσα νύμφη, ἀλλὰ τῆς σωματικῆς προσπαθείας ἀπηλλαγμένη, εἰκότως τὸ τῆς περιστερᾶς εἶδος ἐν τοῖς ὄμμασιν ἔχειν λέγεται· τουτέστιν τὸν χαρακτῆρα τῆς πνευματικῆς ζωῆς, τῷ διορατικῷ τῆς ψυχῆς ἐναυγάσασα· καὶ ἐπείπερ ὁ καθαρὸς αὐτῆς ὀφθαλμὸς, δεκτικὸς τοῦ τῆς περιστερᾶς χαρακτῆρος γέγονεν, ἤγουν τοῦ ἁγίου Πνεύματος, διὰ τοῦτο χωρεῖ καὶ τὸ τοῦ νυμφίου κάλλος θεάσασθαι· "Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ." 1572 {Νείλου.} ∆ὶς τὸ καλὴ λέγει· διὸ τὴν ἐν ἀμφοτέροις τοῖς ἀνθρώποις αὐτοῖς τῷ τε ἕσω καὶ τῷ ἕξω καθαρότητα· περιστερᾶς δὲ τοὺς ὀφθαλμοὺς αὐτῆς εἰκότως προσαγορεύει· ἐπειδὴ πάντων τῇ διαφορᾷ τῶν περὶ αὐτὸν οἰκονομηθέντων συμμεταβαλλόντων τὴν γνώμην· καὶ ἄλλα μὲν πρὸ τοῦ πάθους, ἄλλα δὲ ἐν τῷ πάθει περὶ αὐτοῦ ὑπολαβόντων· καὶ ἑτεροδόξοις ταῖς κατ' ἐναντιότητα φαντασίαις τὸ ἰσχυρὸν τῆς προαιρέσεως κλονησάντων, πνευματικῶς ἐνόει τὰ τελούμενα· οὐδὲν συμβαινόντων κατὰ τὴν τῶν πολλῶν ὑπόληψιν κρίνουσα· τὸν δὲ ἐξ ἀρχῆς περὶ αὐτοῦ ὡς Θεοῦ δόξαν ἐν ἑκατέρου φυλάξασα τοῖς καιροῖς· πλησίον δὲ αὐτὴν λέγει διὰ τὴν ἐνανθρώπησιν, ἐπειδὴ τὸ ἐκείνης ἀνέλαβε σῶμα· καλεῖ δὲ αὐτὴν καὶ ἀδελφὴν, διὰ τὸ τῆς συναφείας ἁγνόν· καὶ νύμφην, διὰ τὸ ἀδιάφθορον· ἀεὶ γὰρ οὖσα νύμφη, ἀκμάζοντα καὶ νεαρὸν ἔχει τὸν πόθον, ἀγαπῶσα καὶ ἀγαπωμένη. {Κυρίλλου.} Καλὴν αὐτήν φησιν, οὐχ ὡς πρότερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ' ἤδη καὶ ὡς πλησίον αὐτοῦ ἀναδιπλασιάζει τῆς νύμφης ὁ νυμφίος τὸν ἔπαινον· τό τε θεωρητικὸν αὐτῆς ἐπαινῶν, καὶ τὸ πρακτικόν· ὀφθαλμοὺς δὲ τοὺς εἰς νοῦν καὶ καρδίαν φησίν· περιστερᾶς, τὸ διορατικοὺς, καθὸ καὶ εἰς Πνεῦμα λαμβάνεται· λέγει οὖν ὡς ἐδέξατο νοῦν ἡ νύμφη, μόνον ὁρῶντα Θεόν· ὀφθαλμοὶ δὲ καὶ οἱ ἄκακοι καὶ ὀξυδερκεῖς τῆς Ἐκκλησίας διδάσκαλοι. ιεʹ, ιʹ. Ἰδοὺ εἶ καλὸς, ἀδελφός μου, καί γε ὡραῖος· κλίνη ἡμῶν σύσκιος· δοκοὶ ἡμῶν κέδροι· φατνώματα ἡμῶν κυπάρισσοι. {Φίλωνος.} Ἤγουν καλὸς ἐν νόμῳ, ὡραῖος ἐν προφήταις, ὡραῖος ἐν ἀποστόλοις, καλὸς ἐν ἀγαθοῖς τοῦ παρόντος αἰῶνος, ὡραῖος ἐν τοῖς τοῦ μέλλοντος. Προσκλίνη δὲ ἡμῶν σύσκιος, σὺ δὲ ἡμᾶς καὶ ἐν θανάτῳ σκέπεις. "Ἐὰν γὰρ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ·" ἐγκαλλωπιζομένη δὲ ἡ νύμφη τῷ οἰκοδομηθέντι αὐτῇ παρὰ τοῦ νυμφίου οἴκῳ, ταῦτά φησιν· δοκοὺς μὲν λέγουσα τοὺς ἁγίους προφήτας· δίκαιος γὰρ ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἢ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται· φατνώματα γὰρ ἡ τῶν σανίδων εὐαρμοστία πρὸς γλυφὴν τεκτόνων ἐπιτηδεία. {Γρηγορίου.} Πάντα γὰρ ὅσα μοι πρότερον ἐν καλοῖς ἐνομίζετο, φησὶν, οἷον δόξα ἢ κάλλος ἢ δυναστεία ἤ τι τοιοῦτον, ἀπεστράφην, καὶ οὐκ ἔτι μοι πεπλάνηται ἡ τοῦ καλοῦ κρίσις, ὥστε παρὰ σὲ, ἀλλ' ὅτι καλὸν οἵεσθαι· σὺ γὰρ ὁ ἀληθὴς καλός· οὐ καλὸς δὲ μόνον, ἀλλ' αὐτὴ τοῦ καλοῦ ἡ οὐσία, ὁ τῆς ἀϊδιότητι τῆς ζωῆς συμπαρατείνων τὴν ὥραν, ᾧ ὄνομα ἡ φιλανθρωπία ἐγένετο· ὡς δὲ ἐξ Ἰούδα ἀνατείλας ἡμῖν· ἀδελφὸς γὰρ ὁ ἐξ Ἰουδαίων λαὸς τοῦ ἐξ ἐθνῶν σοι προσιόντος, καλῶς διὰ τὴν ἐν σαρκὶ γεγενημένην τῆς θεότητός σου φανέρωσιν, ἀδελφιδὸς τῆς ποθούσης κατωνομάσθης. Εἶτα ἐπήγαγε· Προσκλίνη ἡμῶν σύσκιος· τουτέστιν, ἔγνων σου, ἤτοι γνώσεται 1573 ἡ ἀνθρωπεία φύσις σύσκιον τῇ οἰκονομίᾳ γενόμενον· ἦλθες γὰρ σὺ, φησὶν, ὁ καλὸς ἀδελφιδὸς, ὡραῖος πρὸς τῇ κλίνῃ ἡμῶν σύσκιος γενόμενος· ὡραῖος, ἀλλ' ὡς χωροῦμεν δέξασθαι· καὶ γὰρ ἡ πρὸς τὴν ἀνθρωπότητα ἐπανάπαυσίς σου, συνεσκίασε τῇ σαρκὶ τὴν θεότητα· ἐπεὶ τίς ἂν ὑπέστησε τὴν ἐμφάνειαν; Κλίνην δὲ ὀνομάζει, ὡς νύμφη, τῇ