1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

58

τῆς ἀκμῆς προσφερόμενον, οὔτε ἄωρόν ἐστιν, οὔτε ἐξέωρον· τῷ δὲ λεπύρῳ τῆς ῥόας τὸ μῆλον τῆς παρειᾶς ὡραΐζων, μεγάλην τινὰ προσμαρτυρεῖ τῇ Νύμφῃ τὴν ἐν τοῖς ἀγαθοῖς τελειότητα· σημαίνει γὰρ μὴ ἐν ἄλλῳ τινὶ τὸν θησαυρὸν αὐτῇ παρασκευάσθαι, ἀλλ' αὐτὴν εἶναι θησαυρὸν ἑαυτῆς, παντὸς ἀγαθοῦ παρασκευὴν ἐν ἑαυτῇ περιέχουσαν. Ὡς γὰρ τῷ λεπύρῳ περιέχεται τῆς ῥόας τὸ ἐδώδιμον, οὕτως ἐνδείκνυται τῷ φαινομένῳ κάλλει τοῦ βίου, τὸν ἔνδον αὐτῆς θησαυρὸν περιέχεσθαι. Οὗτος οὖν ἐστιν ὁ κρυπτὸς θησαυρὸς τῶν ἐλπίδων, ὁ ἴδιος καρπὸς τῆς ψυχῆς, τῷ ἐναρέτῳ βίῳ καθάπερ τινὶ ῥόας λεπύρῳ κρατούμενος· τὸ δὲ ἐκτὸς τῆς σιωπήσεώς σου τοιοῦτόν ἐστιν, ὅτι ὁ ἔπαινος οὐκ ἐκ τῶν φαινομένων τοσοῦτόν ἐστι ὅσα τῷ λόγῳ μηνύεται, ἀλλὰ μᾶλλον ὅσα τῇ σιωπῇ ἀποκρύπτεται, τὴν τοῦ λόγου διαφεύγοντα μήνυσιν· ὥσπερ γὰρ τὸ ἐκτὸς τοῦ λόγου σιωπὴ νοεῖται, οὕτω καὶ τὸ ἐκτὸς σιωπήσεως, τὸν λόγον νοήσεις. Ἐκεῖνο γὰρ σιωπῶμεν ὃ διὰ τῶν λόγων ἐξαγγέλλειν ἀδυνατοῦμεν· φησὶν οὖν ὅτι καλὰ μὲν καὶ μεγάλα τῷ λόγῳ φανῆναι δυνάμενα ὃ ἐκτός ἐστι τῆς σιωπήσεως· τὰ δὲ τοῦ λόγου ἐκτὸς τὰ τῇ σιωπῇ καλυπτόμενα, τὰ ἄῤῥητά τε καὶ ἀνεκφώνητα, μείζω πάντως καὶ θαυμασιώτερα τῶν ἐκφαινουμένων ἐστίν. 1716 ζʹ, ηʹ. Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς· ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν· εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσι· βασίλισσαι καὶ παλλακαὶ, καὶ αἰνέσουσιν αὐτήν. {Γρηγορίου.} ∆όγμα ἐστὶ τῶν ἀστειοτέρων ἐν τοῖς ῥητοῖς τούτοις, φιλοσοφίαν διὰ τῶν ἐπαίνων τῆς Νύμφης παρατίθεται· ὅτι οὐ μετὰ τῆς αὐτῆς τάξεως καὶ ἀκολουθίας κτίζεται τὰ ὄντα καὶ ἀνακτίζεται. Ὅτε μὲν γὰρ κατ' ἀρχὰς διὰ τῆς θείας δυνάμεως παρήχθη ἡ κτίσις, ἐφ' ἑκάστου τῶν ὄντων ἀδιαστάτως τῇ ἀρχῇ συναπηρτίσθη τὸ πέρας· πᾶσι τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγενομένοις, ὁμοῦ τῇ ἀρχῇ συνανισχούσης τῆς τελειότητος· ἓν δὲ τῶν κτισθέντων καὶ ἀνθρωπίνη φύσις ἀπὸ τῆς πρώτης ὑπάρξεως συμπλασθεῖσα τῇ τελειότητι. Κατ' εἰκόνα γὰρ Θεοῦ ἐγένετο ὁ ἄνθρωπος καὶ ὁμοίωσιν· δεικνύντος τοῦ λόγου τὸ ἀκρότατον καὶ τελειότατον· τί γὰρ ὑπέρτερον τῆς πρὸς Θεὸν ὁμοιότητος; ἐπὶ μὲν οὖν τῆς πρώτης κτίσεως ἀδιαστάτως τῇ ἀρχῇ συνανεφάνη τὸ πέρας, καὶ ἀπὸ τῆς τελειότητος ἡ φύσις τοῦ εἶναι ἤρξατο, ἐπεὶ δὲ διὰ κακίας θανάτῳ παρεδόθη, οὐκ ἀθρόαν πάλιν ἐπαναλαμβάνει τὴν τελειότητα, ἀλλ' ὁδῷ τινὶ καὶ τάξει πρόεισιν ἐπὶ τὸ μεῖζον, κατ' ὀλίγον ἀποσκευαζομένη τὴν πρὸς τὰ ἐναντία προσπάθειαν, δι' ἀστειοτέρας διαγωγῆς περιξυομένη τὴν συμφυΐαν τοῦ χείρονος· ὅθεν καὶ πολλὰς μονὰς εἶναι παρὰ τῷ Πατρὶ μεμαθήκαμεν, κατὰ ἀναλογίαν τῆς ἑκάστῳ πρὸς τὸ καλὸν σχέσεως καὶ τῆς τοῦ χείρονος ἀποστάσεως, ἑτοιμαζομένης πᾶσι τῆς ἀντιδόσεως. Ὁ μὲν γάρ τις ἐν ἀρχῇ τῆς τοῦ βελτίονός ἐστι βιώσεως· ἄρτι καθάπερ ἐκ βυθοῦ τινος τοῦ κατὰ κακίαν βίου, πρὸς τὴν μετουσίαν τῆς ἀληθείας ἀνανηξάμενος· τῷ δέ τις γέγονεν ἤδη δι' ἐπιμελείας καὶ προσθήκη τοῦ κρείττονος· ἄλλος ἐπὶ πλεῖον διὰ τῆς ἐπιθυμίας τῶν ἀγαθῶν ἐπηυξήθη· ὁ δὲ μέσως ἔχει τῆς τῶν ὑψηλῶν ἀναβάσεως· ἕτερος καὶ τὸ μήπου παρέδραμεν. Εἰσὶ δέ τινες οἱ καὶ τούτων ὑπεράραντες· ἄλλοι κἀκείνους παρήλασαν· καὶ ὑπὲρ τούτους ἕτεροι πρὸς τὸν ἄνω δρόμον συντείνονται· καὶ ὅλως κατὰ τὴν ποικίλην τῶν προαιρέσεων διαφορὰν ἕκαστον ὁ Θεὸς ἐν τῷ ἰδίῳ προσδέχεται τάγματι, τὰς οἰκείας ἑκάστῳ ἀμοιβὰς ἀποδιδούς. Ταῦτα διὰ τῶν προκειμένων ῥητῶν φιλοσοφεῖν τὸν λόγον ὑπενοήσαμεν, τὴν διαφορὰν τῶν ψυχῶν, οἳ πρὸς τὸν Νυμφίον ὁρῶσιν, ἐν τοῖς εἰρημένοις ἡμῖν διαστείλαντα· οἱ μὲν γὰρ ἄρτι καθάπερ νηδύος τινὸς, τῆς ἐν βάθει κειμένης ἀπάτης ἔξω γινόμενοι, ἀρτιγενεῖς ὄντες, καὶ οὔπω διηρθρωμένον τὸν λόγον ἐν ἑαυτοῖς χωρήσαντα, τῇ ἀλογωτέρᾳ συγκαταθέσει τῆς πίστεως ἐν ἀπείρῳ θεωροῦντες πλήθει· σωτηρίον μὲν εἶναι πεπιστευκότες τοῦ μυστηρίου τὸν λόγον· οὐ μὴν ἐπιστήμῃ τινὶ καὶ τῇ διὰ τοῦ λόγου πληροφορίᾳ 1717 καθυδριμένην ἔχοντες ἐν