1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

11

κοιλάδων κρίνον ὅ ἐστι νεκρός. {Γρηγορίου.} Ταῦτα ἡ νύμφη περὶ ἑαυτῆς διεξέρχεται λέγουσα· Ἐγὼ μετὰ τὸ γενέσθαι ἐν τῇ κλίνῃ ἡμῶν τὸν νυμφίον συσκιασθέντα τῷ σώματι, ὃς ᾠκοδόμησεν ἐν ἑαυτῷ τὸν οἶκον ἐμὲ, ταῖς τῶν ἀρετῶν κέδροις ὠρόφωσε, γέγονε, φησὶν, ἄνθος εὔοσμόν τε καὶ καθαρὸν καὶ λαμπρὸν, ἐκ τῆς ἐν τῷ πλάτει ἀνθρωπίνης φύσεως τοῦ πεδίου, εὐχροίας τε καὶ εὐωδίας, τῶν λοιπῶν ἀνθέων διαφέρον, ὃ λέγεται κρίνον, τὴν τῆς σωφροσύνης ἀπαστράπτον μαρμαρυγήν· τὸ πεδίον τοῦτο συγκρίσει τῆς οὐρανίας ἁψῖδος κοιλὰς ὀνομάζεται· ἐν ᾧ ἡ γεωργηθεῖσα καλῶς ἐκ τοῦ κοίλου πρὸς τὸ ὕψος ἐκδίδοται, ὡς καὶ τοῦ κρίνου ἡ φύσις· ὡς ἂν ἐν μετεώρῳ καθαρὸν αὐτῇ διαμένῃ τὸ κάλλος τῇ πρὸς τὴν γῆν ἐπιμιξίᾳ μὴ μολυνόμενον, μηδὲ συμπνιγόμενον ταῖς ἀκάνθαις τοῦ βίου, ταῖς πονηραῖς δυνάμεσιν· ἃς τοῦ διαβόλου θυγατέρας κατὰ τὸ σιωπόμενον ᾐνίξατο. {Νείλου.} Κρίνον ἑαυτὴν, φησὶν, ἢ διὰ τὸ ἐμπρέπειν ταῖς διὰ ταπεινότητα πράξεων ἢ νοημάτων κοίλαις ὀνομαζομέναις, φαιδρῶς ἐν ἑκατέροις κε 1577 κοσμημένη καὶ λάμπουσα· ἢ ὅτι κρίνειν μέλλει τὰς τοιαύτας ψυχὰς ἐν τῷ μέλλοντι ἐκ συγκρίσεως τῶν ἰδίων κατορθωμάτων, οὐδὲν ἔχουσα ἐν τῇ φύσει πλέον ἐκείνων ὡς Νινευῖται, καὶ βασίλισσα Νότου κατακρινεῖ τὴν ἄπιστον γενεάν· ἄνθος δὲ τοῦ πεδίου εἶναι λέγεται, τάχα μὲν τῶν κοιλάδων σημαινουσῶν, καὶ διὰ τὸ ταπεινὸν καὶ ἀγεώργητον, καὶ διὰ τὸ πληθυντικῶς ὀνομάζεσθαι τὰ ἐκ βάθους ἀσεβείας εἰς ἐπίγνωσιν ἐλθόντα ἔθνη· τοῦ δὲ πεδίου τοῦ Ἰσραὴλ διὰ τὸ ἐξομαλεῖσθαι πρὸς ἐπιτηδειότητα γεωργίας, τοῖς προφητικοῖς καὶ νομικοῖς παιδεύμασιν· καλῶς δὲ καὶ τούτων οὐχὶ καρπὸς ἀλλ' ἄνθος εἶναι λέγεται· οὔπω γὰρ τὸ τοῦ σταυροῦ τὴν γῆν ἀνατέμνει ἄροτρον, ὅπερ ἐπέθηκε τοῖς ἀποστόλοις ὡς βουσὶν ὁ Κύριος, ζυγάδην ἐπὶ τὴν γεωργίαν ἀποστείλας αὐτοὺς, οὐδέπω αἵματι πεπότιστο ∆εσποτικῷ· διὸ ἄκαρπος ἦν καὶ στείρα. {Ὠριγένους.} Ἄνθος λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπὸς, κ.τ.λ. βʹ. Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτω ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων. {Γρηγορίου.} Ὅσην ὁρῶμεν τῆς εἰς τὸ ὕψος ἀνόδου τὴν προκοπὴν ἐπὶ τῆς ψυχῆς γινομένην. Πρώτη ἄνοδος, τὸ πρὸς τὴν καθαιρετικὴν τῆς ἐναντίας δυνάμεως ἵππον ὁμοιωθῆναι. ∆ευτέρα ἄνοδος, τὸ πλησίον αὐτὴν γενέσθαι, καὶ περιστερᾶς ποιῆσαι τὰ ὄμματα. Τρίτη τοίνυν ἄνοδος τὸ μηκέτι πλησίον, ἀλλ' ἀδελφὴν τοῦ ∆εσπότου ὀνομασθῆναι. "Ὃς ἂν ποιήσῃ, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος ὁ ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ ἐστίν." Ἐπεὶ οὖν γέγονεν ἄνθος, μηδὲν ὑπὸ τῶν ἀκανθηφόρων πειρασμῶν πρὸς τὸ γενέσθαι κρίνον παραβλαβεῖσα, ἐπιλαθομένη δὲ τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, πρὸς τὸν ἀληθινὸν εἶδε Πατέρα, διὸ καὶ ἀδελφὴ τοῦ Υἱοῦ ὀνομάζεται, τῷ τῆς υἱοθεσίας πνεύματι πρὸς τὴν συγγένειαν ταύτην μεταποιηθεῖσα, καὶ τῆς πρὸς τὰς θυγατέρας τοῦ ψευδωνύμου πατρὸς κοινωνίας ἀπαλλαγεῖσα, πάλιν γίνεται ἑαυτῆς ὑψηλοτέρα, καὶ βλέπει τὸ μυστήριον, διὰ τῶν τῆς περιστερᾶς ὀφθαλμῶν· λέγω δὲ τῷ πνεύματι τῆς προφητείας. Αὕτη τοῦ Νυμφίου ἐστὶν ἡ φωνὴ, μαρτυροῦσα τῇ Νύμφῃ πλέον ὧν ἑαυτῇ προσεμαρτύρησεν· ἐπειδὴ γὰρ ἑαυτὴν εἶπε κρίνον, τὰς δὲ λοιπὰς ψυχὰς κοιλάδας, ἢ μετριοφρονοῦσα, ἢ καὶ ἀγνοήσασα· οὐ πᾶν στοχαζομένη τῆς ἀληθείας τὴν σύγκρισιν ἐποιήσατο αὐτὸς ὁ μᾶλλον εἰδὼς τῶν γινομένων καταστάσεων τὰς ἰδιότητας· καὶ κρίνῳ μὲν ταύτην παρεικάζει, διὰ τὸ μηδόλως τὴν ἀπὸ τῶν σωματικῶν μέριμναν ἀναδέχεσθαι, ἀφροντίστως δὲ τοῖς παρατυχοῦσι, τὴν τοῦ σώματος ἐκπληροῦν χρείαν, ἀταλαίπωρον καὶ αὐτοσχέδιον τὴν διαγωγὴν ἑλομένην διὰ τὴν περὶ 1580 τῆς βασιλείας τῶν οὐρανῶν φροντίδα, ὡς ἐν Εὐαγγελίοις δείκνυται· ἀκάνθαις δὲ τὰς λοιπὰς ὁμοιῶν, διὰ τὸ πᾶσαν τὴν μέριμναν περὶ τὰ βιωτικὰ ἐσχηκέναι· καὶ μηκέτι ἐν ταῖς φροντίσι γενέσθαι ἀκάνθας, ἀλλ' αὐτὰς ἐκείνης τῷ ἐκ πολλῆς τῆς περὶ τὰς μερίμνας σπουδῆς πεποιῆσθαι κατὰ ταύτας. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν. {Γρηγορίου.} Τί οὖν ἐστιν ὃ τεθέαται;