1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

54

ἀμετάθετον· καὶ τῷ ἐν παντὶ ἀγαθῷ πάγιον τοῖς λογισμοῖς ἐμποιοῦντος. ιʹ. Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτὸς, ὡς κέδροι· φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου, καὶ οὗτος πλησίον μου θυγατέρες Ἱερουσαλήμ. {Γρηγορίου.} Μετὰ τοὺς κατὰ τὸ μέρος ἐπαίνους, καθάπερ κεφαλαιουμένη ὅλον τοῦ Νυμφίου τὸ κάλλος, ταῦτά φησι· δηλοῦσα, ὡς οἶμαι, ὅτι περὶ τὸ βλεπόμενον κάλλος τοῦ Νυμφίου ἐστὶν ὁ ἔπαινος· ἐκεῖνό φημι τὸ βλεπόμενον· ὃ διὰ τὸν καθ' ἕκαστον μελῶν τῶν συμπληρούντων τὴν Ἐκκλησίαν σωματοποιεῖ ὁ Ἀπόστολος. Ἓν γὰρ εἶδος αὑτοῦ, φησὶν εἶναι τὰς μυριάδας τῶν κέδρων, αἷς διείληπται πανταχόθεν ὁ Λίβανος· δηλοῦσα διὰ τῶν λεγομένων ὅτι οὐδὲν ταπεινὸν καὶ χαμαίζηλον συντελεῖ πρὸς τὴν εὐμορφίαν τοῦ σώματος, ἐὰν μή τι κατὰ τὴν κέδρον ὑψηλὸν ᾖ καὶ πρὸς τὰ ἄνω τῇ ἀρετῇ ἐπειγόμενον. Ὁ Λίβανος δὲ ὄρος ἐστὶ περιφανές τε καὶ λάσιον· καὶ ἐπειδὴ πολλάκις καὶ ὁ διάβολος Λίβανος ὀνομάζεται, καὶ κέδροι οἱ δαίμονες, ὡς τό· "Καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου·" νῦν ἡ Νύμφη τῷ ἐκλεκτῷ Λιβάνῳ τὸ εἶδος τοῦ Νυμφίου παρείκασεν, ἐπὶ τὸ κρεῖττον ἐκλαμβάνουσα τὴν ὀνομασίαν· ὡς ἐν τῷ, "∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται." ∆ιὰ τί δέ ποτε μὲν ἐπὶ καλοῦ λαμβάνεται ὁ Λίβανος ἅμα τοῖς κέδροις, ποτὲ δὲ ἐπὶ τοῦ ἐναντίου; Ἐπειδὴ πέφυκε παρυφίστασθαι τῇ ἀρετῇ ἡ κακία, καὶ ἐξομοιοῦσθαι αὐτῇ· ὅθεν καὶ, Ὡς Λίβανος ἐκλεκτὸς, φησίν· ἐκλογὴ δὲ πάντως διὰ τῆς τοῦ ἐναντίου παραθέσεως γίνεται· διὸ ὁμώνυμόν ἐστι τὸ ἀγαθὸν, ἐπί τε τοῦ ὄντως ὄντος τοιοῦτον, καὶ ἐπὶ τοῦ ὄντος μὲν, ὑποκρινομένου δὲ δι' ἀπάτης καὶ δοκοῦντος εἶναι ὃ οὐκ ἔστιν. Ὁ μὴ δια 1704 μαρτάνων τοίνυν τῆς τοῦ καλοῦ κρίσεως, τὸ ἐξειλεγμένον ἀγαθὸν, ἀντὶ τοῦ ἠπατημένου προσείλετο. Ἐπειδὴ τοίνυν τὸ σῶμα Χριστοῦ διὰ τῶν καθ' ἕκαστον πληροῦται μελῶν, καὶ τὰ πολλὰ μέλη ἓν σῶμα γίνεται κατὰ τὸν Ἀπόστολον, τούτου χάριν ὅλον τοῦ Νυμφίου τὸ κάλλος τὸν ἐκλεκτὸν ὠνόμασε Λίβανον, τὴν πρὸς τὸν ἀπόβλητον διαφορὰν τῷ ἐκλεκτῷ διαστείλασα· ἐπειδὴ δὲ κηρία μέλιτος οἱ καλοί εἰσι λόγοι, ἡ δὲ τῆς φωνῆς γέννησις ἐκ τοῦ φάρυγγος, ἐν ᾧ τὸ πνεῦμα προσπῖπτον ἐκ τῆς ἀρτηρίας ἠχεῖ· ἔοικε δὲ διὰ ταύτης τοὺς ὑπηρέτας τοῦ λόγου δηλοῦν, ἐν οἷς λαλεῖ ὁ Θεὸς, τὸ μέλι, τὸ λεῖον διὰ τοῦ φάρυγγος τοῦ ἰδίου πηγάζοντας· χαρακτηρίσασα δὲ δι' ὧν ἠδύνατο τὸν ποθούμενον, τότε δεικτικῶς, Οὗτός ἐστι, φησὶν, ὃς διὰ τοῦ ἀδελφὸς γενέσθαι ἐξ Ἰούδα ἡμῖν ἀνατείλας πλησίον ἐγένετο. ιζʹ. Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. {Γρηγορίου.} Πρῶτον μὲν περὶ τοῦ, τί ἐστιν, ἐποιήσαντο τὸν λόγον αἱ παρθένοι ψυχαὶ, ὅπερ ἐδιδάχθησαν δι' ὧν αὐτὸν ὑπέγραψε. ∆ιὸ ἀρτίως περὶ τοῦ ποῦ πυνθάνονται, ἵνα ὅπου μέν ἐστι μαθοῦσαι, προσκυνήσωσιν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ· ὅπου δὲ ἀπέβλεψεν, οὕτως ἑαυτὰς στήσωσιν, ὥστε καὶ αὐταῖς ἐποφθῆναι τὴν δόξαν αὐτοῦ, οὗ ἡ ἐπιφάνεια σωτηρία τῶν ἐποφθέντων γίνεται· καθηγεῖται τοίνυν αὐτῶν πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· καθάπερ Φίλιππός ποτε τῷ Ναθαναὴλ, "Ἔρχου καὶ ἴδε·" ἀντὶ τοῦ, Ἴδε, τὸν τόπον ὑποδεικνύουσα ἐν ᾧ ἐστιν ὁ ζητούμενος, καὶ ὅπου βλέπει. {Νείλου.} Ἔπεισεν αὐτὰς ἐξηγουμένη τὸ κάλλος τοῦ Νυμφίου, καὶ διέθηκεν ὡς ἐβούλετο· ὅθεν καὶ τῷ λόγῳ συνεψηφίσαντο τῷ τῆς Νύμφης ἔρωτι, καὶ τοῖς ἔργοις βεβαιοῦσι τὸν πόθον· καὶ τῇ ἐρώσῃ συμπάσχουσαι, καὶ ἐρωτικὸν παθοῦσαί τι πρὸς αὐτὸν ἐκ τῆς διηγήσεως. Τοιαῦτα γὰρ τὰ ὄντως καλὰ, καὶ ὁρώμενα χειροῦται πρὸς πόθον, καὶ ἀκουόμενα ἐφέλκεται πρὸς διάθεσιν· διὸ καὶ ζητεῖν αὐτὸν μετ' αὐτῆς λοιπὸν σπουδάζουσιν. {Ἀπολλιναρίου.} Πανταχῆ μὲν πάρεστιν ὁ Νυμφίος Λόγος· πρὸς δὲ τὸ ἐπιτήδειον ποιεῖται τὰς ἐνεργείας, ὡς ἐν τῷ Ἰσραὴλ πρότερον, καὶ νῦν ἐν τῇ Ἐκκλησίᾳ τὸ ὅλον τοῦ Σωτῆρος ἡ παρουσία, ἐξαιρέτως δὲ ἐν τοῖς ἁγίοις· ἐνταῦθα τοίνυν διὰ τῶν συμβόλων δείκνυσιν αὐτὸν διατρίβοντα· τὸν καιρὸν αἰνιξαμένη καθ' ὃν ἔφη πατάσσεσθαι, καὶ τραυματίζεσθαι, καὶ τὴν περιβολὴν ἀφαιρεῖσθαι. ΚΕΦΑΛ. ʹ.