1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

43

δόκιμον ἡ Νύμφη, τῶν πειρασμῶν προσκαλεῖται τὰ πνεύματα· καὶ τὸν μὲν βοῤῥᾶν ἡττηθέντα ἀποπέμπεται· τὸν δὲ νότον ἀγωνισόμενον προσκαλεῖται· ἢ πάντας ἅμα καλεῖ θαῤῥοῦσα τῇ ἐκ γυμνασίας καὶ συνεργείας Θεοῦ προσ 166 ούσῃ αὐτῇ δυνάμει· οὐκ ἄλλως γὰρ τῶν ἀρετῶν τὸ δόκιμον φαίνεται, εἰ μὴ πλῆθος πειρασμῶν τῇ καρτερίᾳ προσβαλὼν, τὰ τῆς ὑπομονῆς κρουνηδὸν εἰς τοὐμφανὲς ἐξαγάγῃ, δίκην ῥεύματος, ἀρώματα, καὶ φανεροὺς αὐτοὺς πᾶσι δεῖξαι ἀοιδίμους αὐτοὺς ἀπεργάσηται· μετὰ τοῦτο οὖν εἰς τὸν κῆπον παρακαλεῖ καταβῆναι τὸν Νυμφίον· τῆς ὀσμῆς τῶν ἀρωμάτων ἀντιληψόμενον, καὶ βρωσόμενον καρπὸν ἀκροδρύων· βρῶσις γὰρ ἀληθὴς τοῦ Νυμφίου, ἀγάπη, χαρὰ, εἰρήνη, καὶ οἱ τοὺς πτωχοὺς δὲ τρέφοντες, βρῶσιν ἑτοιμάζουσι τῷ Χριστῷ· ὅσοι δὲ παρορῶσι πένητα, συκῆ εἰσιν ἄκαρπος καὶ ξηρά. {Ὠριγένους.} Ἔοικεν ἐπιτιμᾷν ἡ Νύμφη τῷ βοῤῥέᾳ, κ.τ.λ. ΚΕΦΑΛ. Εʹ. αʹ. Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. {Γρηγορίου.} Πεπαῤῥησιασμένῃ φωνῇ, πᾶσι τοῖς οὖσι τὴν ζωὴν ἐκ τῆς ἰδίας πηγῆς ἐπιῤῥέουσαν ἡ Νύμφη προστίθησι τράπεζαν, κῆπον διὰ τῶν ἐμψύχων δένδρων πεφυτευμένον· ἡμεῖς δὲ τὰ δένδρα· εἴπερ δὴ καὶ ἡμεῖς οἱ τροφὴν αὐτῷ προτεθέντες τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν· κατὰ τὸ, "Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου·" καρπὸς δὲ ἡμῶν ἡ προαίρεσις· ἐπειδὴ οὐκ ἔστιν ἡμᾶς ἄλλως ἀναληφθῆναι πρὸς τὸν Ὕψιστον, εἰ μὴ πρὸς τὸ χθαμαλώτερον ἐπικληθείη ὁ ἀναλαμβάνων πραεῖς Κύριος· εὐκτικῶς τὸ, καταβήτω, φησὶν, ἐπιδεικνυμένη τῷ Θεῷ τῶν τῆς ἀρετῆς ἀκροδρύων τὴν εὐφορίαν. Εἰσῆλθον εἰς κῆπον, ἀδελφή μου Νύμφη· ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων μου· ἔφαγον ἄρτον μου· ἔπιον οἶνόν μου μετὰ γάλακτός μου· φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθυσθήσεσθε, ἀδελφιδοί μου. {Γρηγορίου.} Ἥρμοσε καὶ νῦν τὸ, "Ἔτι σοῦ λαλοῦντος, ἰδοὺ πάρειμι·" γεγονὼς γὰρ εὐθὺς ἐν τῷ κήπῳ τῶν τῆς ἀρετῆς ἀκροδρύων ἐνεφορήθη· καὶ διήγημα τὴν εὐωχίαν ποιεῖται· εἴ τι δὲ καλὸν παρ' ἑαυτοῦ, καὶ τοὺς μακαρίους κήπους, τοιαῦτα φέρειν παρασκευάζει φυτά· τῷ μὲν γὰρ τῆς εὐωδίας τρυφῶντι σμύρνα γίνεται μετὰ ἀρωμάτων, διὰ τῆς τῶν ἐπιγείων μελῶν νεκρότητος, τὸν καθαρὸν καὶ εὐώδη μυρεψοῦντι βίον, τὸν ἐκ ποικίλων τε καὶ διαφόρων τῶν τῆς ἀρετῆς ἀρωμάτων συγκεραννύμενον· τῷ δὲ τὴν τελειοτέραν ἐπιζητοῦντι τροφὴν, ἄρτος γίνεται, οὐκ ἔτι ἐπὶ πικρίδων ἐσθιόμενος, ἀλλ' ὄψον ἑαυτοῦ τὸ μέλι ποιούμενος· ὅταν ἐν τῷ ἰδίῳ καιρῷ ὁ καρπὸς τῆς ἀρετῆς καταγλυκαίνει τὰ τῆς ψυχῆς αἰσθητήρια· τῷ διψῶντι δὲ κρατὴρ γίνηται πλήρης οἴνου καὶ γάλακτος· πάντως δὲ οὐκ ἀγνοοῦμεν πῶς δένδρον ἦν σμυρνηφόρον ὁ Παῦλος· νεκρῶν ὁσημέραι τὰ μέλη, καὶ δι' ἀπαθείας ἀρωματίζων ὀσμὴν τοῖς σωζομένοις ζωῆς· πῶς δὲ σιτοποιεῖ τῷ Θεῷ τὰ ἔμψυχα τοῦ κή 1672 που φυτά; κατὰ τὸ, "Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·" ἄρτος δὲ εὐφροσύνης ἐστὶν ἡ εὐποιία, τῷ μέλιτι τῆς ἐντολῆς γλυκαινόμενος· πῶς δὲ πάλιν οἰνοχοεῖ τὰ εὐέρνη τοῦ κήπου φυτά; πρὸς τοῦτο φησὶν, ὅτι "Ἐδίψησα, καὶ ἐποτίσατέ με," γάλακτι τὸν τὸν οἶνον κεράσαντες, τῇ τῆς ἀνθρωπίνης φύσεως τροφῇ, ἥτις καθαρὰ καὶ ἁπλῆ καὶ νηπιώδης ὄντως καὶ ἄδολος καὶ πάσης πονηρᾶς αἰτίας κεκαθαρμένη· καπήλων δὲ ἡ πρὸς τὸν οἶνον μίξις τοῦ ὕδατος· ὅπερ δὲ ἐνταῦθα λόγῳ τοῖς φίλοις παρεκελεύσατο, τοῦτο ἐν τοῖς Εὐαγγελίοις διὰ τῶν ἔργων ἐποίησεν, διὰ τῆς θείας ἐκείνης βρώσεώς τε καὶ πόσεως. Φησὶν οὖν τοῖς δι' ἀρετὴν γεγονόσι πλησίον, τὰ τοῦ Εὐαγγελίου μυστήρια παρατιθέμενος· "Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε," λέγων, ἐκ τῆς τοιαύτης βρώσεώς τε καὶ πόσεως, δι' ἧς μέθης αὐτὸς ἑαυτοῦ τις ἐξίσταται πρὸς τὰ θειότερα· ἀδελφοὺς δὲ καλεῖ, ὅτι ὁ ποιῶν τὸ θέλημα αὐτοῦ, ἀδελφὸς καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ὠνόμασται. {Νείλου.} Ἤκουσεν ὁ Νυμφίος τῆς παρακλήσεως· τοιαύτη γὰρ ἦν ἡ παρακαλέσασα, ὡς μὴ παρακουσθῆναι, καί φησιν· Εἰσῆλθον εἰς κῆπόν μου, καὶ τὰ ἑξῆς· ἐκείνη μὲν γὰρ καταβῆναι παρεκάλεσεν, ἢ μετριοφρονοῦσα, ἢ μᾶλλον πρὸς τὴν ἀξίαν ὁρῶσα καὶ τὸ ὕψος τοῦ