1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

41

τῆς Νύμφης ἔχειν παράδεισον· ἵνα μὴ τῶν νηπίων ἐχόντων γάλα, καὶ τῶν τελείων ἄρτῳ καὶ οἴνῳ τρεφομένων, καὶ τῶν ἐντρυφώντων τοῖς λόγοις μέλιτι γλυκαινόντων, τὸν τῶν θείων νοημάτων αἰσθόμενον λάρυγγα μόνοι οἱ ἀσθενοῦντες ἀποστερῶνται τῆς καταλλήλου τρυφῆς· κεκλεισμένος δέ ἐστιν οὗτος διὰ τοὺς παραπορευομένους καὶ διὰ τὸν λυμαινόμενον τὰ ἀπερίφρακτα ὗν ἐκ δρυμοῦ· καὶ πηγὴ δέ ἐστιν ἐσφραγισμένη, ἵνα μὴ πρόχειρος ᾖ τοῖς ἀναξίοις ἀντλεῖν ἐπιχειροῦσιν· αἱρετικῶν γὰρ ὀφθαλμοῖς καὶ δυνάμεων ἀντικειμένων ἄψαυστον εἶναι θέλων τὴν Νύμφην, πηγὴν αὐτὴν καλεῖ ἐσφραγισμένην, τῇ σφραγῖδι τὸ ἀνεπιβούλευτον σημαίνων. {Ὠριγένους.} ∆εύτερον τὸ, κῆπος κεκλεισμένος, κ.τ.λ. ιγʹιεʹ. Ἀποστολαὶ παραδείσου ῥοῶν μετὰ καρποῦ ἀκροδρύων· κύπροι μετὰ νάρδων· νάρδος, καὶ κρόκος, καὶ κάλαμος, καὶ κινάμωμον, μετὰ πάντων ξύλων τοῦ Λιβάνου· σμύρνα, ἀλόη, μετὰ πάντων πρώτων μύρων· πηγὴ κήπων φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ Λιβάνου. {Γρηγορίου.} Ὅρα τὴν ἄνοδον· εἰς τοσοῦτον γὰρ ὑψώθη τῆς ἐπὶ τὸ μεῖζον αὐξήσεως, ὡς ἐκ στόματος αὐτῆς βλαστάνειν παράδεισον· οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἀντὶ τοῦ, Ἀποστολαί σου, ἐκ στόματός σου, παράδεισος ῥοῶν, ἔχει· φησὶν οὖν, ὅτι Ὁ λόγος σου ὁ διὰ τοῦ στόματός σου ἀποστελλόμενος παράδεισός ἐστι ῥοῶν· αἱ δὲ ῥοαὶ, παγκαρπίαν τινὰ τῶν ἀκροδρύων ἐκφύουσι, τὰ ἀκρόδρυα, κύπρος καὶ νάρδος καὶ τὰ ἑξῆς· τίς δὲ ὁ λόγος, ἢ ὁ τῆς πίστεως; ὃς ἐν τοῖς ὑποδεχομένοις παράδεισος γίνεται διὰ τῆς ἀκοῆς ταῖς καρδίαις ἐμφυτευόμενος; ῥοῶν δὲ πλήρη φησὶν, ἐπειδήπερ ὁ δίκαιος ἐν ταῖς πικραῖς τοῦ βίου περιστάσεσιν, μάλιστα καρποφορεῖ, καὶ ἐν αὐταῖς ἔχει τὸ γλυκὺ καὶ τρόφιμον, ὥσπερ ἡ ῥόα, ἔνδον τοῦ στρυφνοῦ τὸ ἐδώδιμον· διὰ τοῦτο τοίνυν δίκην ῥοῶν παραδείσου ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ὁ ἀποστελλόμενος παρὰ τῆς Νύμφης λόγος ἐργάζεται· ἵνα μάθωμεν διὰ τῶν λεγομένων, μὴ διά τινος ἐκλύσεως καὶ τρυφῆς κατὰ τὴν παροῦσαν ζωὴν μαλακίζεσθαι, ἀλλὰ τὸν κατεσκληκότα διὰ τῆς ἐγκρατείας αἱρεῖσθαι βίον· οὕτω γὰρ ἂν ἀπρόσιτος γένοιτο τοῖς κλέπταις ὁ τῆς ἀρετῆς καρπὸς, τῇ στυφῇ τῆς ἐγκρατείας περιβολῇ πεφραγμένος· χρὴ δὲ καὶ πᾶσαν εὐωδίαν τὸν τῆς ψυχῆς φέρειν παράδεισον, διὰ τῆς πολυειδοῦς τῶν ἀρωμάτων φύσεως, ἐν τοῖς ἀκροδρύοις εὑρισκομένοις· καὶ πρῶτον μὲν, κύπροι μετὰ νάρδων, τὸ θερμὸν καὶ εὐῶδες ἔχοντες, ἵνα γένηται 1665 τῷ ἁγίῳ Πνεύματι ζέων· ἔπειτα δὲ κρόκος, ὃς παρηγορεῖ τὰς ὀδύνας, μέσως τε ψύξεως ἔχων καὶ θερμότητος· οὔτω γὰρ αἱ ἀρεταὶ μέσως ἔχουσιν ὑπερβολῆς τε καὶ ἐλλείψεως· ἢ τὸν τῆς πίστεως λόγον διὰ τούτου παρεμφαίνει, τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν, διὰ τὴν τριπλόην τὴν εὑρισκομένην ἐν τοῖς ἄνθεσι τούτοις· καὶ ἓν τὰ τρία ὑπάρχοντα κατά τε εὔχροιαν καὶ εὔπνοιαν· εἶτα κάλαμος καὶ κινάμωμον, τὰ ἀκρόδρυα τὰ ἐκ τῶν ῥοῶν τοῦ παραδείσου καρποφορούμενα· ἀλλὰ κάλαμος μὲν τοσοῦτον εὔπνοιαν ὑπερέχει, ὡς πρὸς τὸ ἱερατικὸν θυμίαμα ὑπὸ τοῦ νόμου παραλαμβάνεσθαι· τὸ δὲ κινάμωμον ποικίλην ἐνέργειαν διά τινος φυσικῆς δυνάμεως ἐπαγγέλλεται· καὶ γὰρ ἐν τοῖς θερμοῖς ἐκβαλλόμενον ἀποψύχει· δεικνύντος τοῦ λόγου, ὅτι ὅταν τις δι' ἐπιθυμίαν ζέων ᾖ ἢ τῷ θυμῷ πυρακτούμενος, τῷ λογισμῷ χρὴ κατασβεννύειν τὰ πάθη· ἔστι δὲ καὶ ἄλλως καὶ αὐτὸ μέρος τοῦ ἐλαίου τοῦ χρίσματος· ὁ πρὸς τοῦτο δὲ φθάσας τοῦ βίου τὸ μέτρον, διὰ πάντων ἐν ἑαυτῷ τοὺς θείους δείκνυσι χαρακτῆρας· ὅπερ ἐμφαίνει τὸ, ἀπὸ πάντων ξύλων τοῦ Λιβάνου· οὐ γὰρ μονοειδὲς τὸ ξύλον τοῦ Λιβάνου ὅθεν λιβανωτὸς ἀποῤῥεῖ, ἀλλ' ἔστι τις ἐν τοῖς ξύλοις διαφορὰ τὸ τοῦ ἀρώματος σχῆμα, τῷ εἴδει τοῦ ξύλου συνεξαλλάσσουσα· ὁ τοίνυν ἐπισημαίνων ἐν οἷς πράττει τῶν τοῦ Λιβάνου ξύλων τὸ κάλλος, οὗτος ἐν ᾧ τὸ θεῖον εἶδος χαρακτηρίζεται· οὐδεὶς δὲ τῆς θείας δόξης κοινωνὸς γίνεται, μὴ σύμμορφος πρότερον τῷ ὁμοιώματι τοῦ θανάτου γενόμενος· διὸ ἐπάγεται σμύρνα καὶ ἀλόη, τὴν ταφὴν ἐνδεικνύμενα· πρῶτον δὲ μῦρόν φησιν τὸ ἀμιγὲς ἁπάσης καπηλείας