1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

24

φάραγξ πληρωθήσεται, καὶ πᾶν τὸ τοιοῦτον ὄρος ταπεινωθήσεται. {Νείλου.} Πῶς ἤδη εἰποῦσα ὅτι Ὅμοιός ἐστιν ὁ ἀδελφιδός μου τῷ δόρκωνι, καὶ τὰ ἑξῆς, νῦν πάλιν φησὶν, Ἀπόστρεψον οὐκ ἐπὶ ὄρη Βαιθὴλ, ἀλλ' ἐπὶ ὄρη κοιλωμάτων. Τὸ μὲν ὡς ἤδη γενόμενον εἰποῦσα, τὸ δὲ προστακτικῶς ἀναλαβεῖν αὐτὸν παρακελευομένη· ἀλλὰ μήποτε ἡ διαφορὰ τῆς τῶν ὀρῶν ὀνομασίας ἐν οἷς γίνεται λύει τὸ ἀπορούμενον; ἐκεῖ γὰρ εἶπεν ἐπὶ τὰ ὄρη Βαιθὴλ, ἐνταῦθα δὲ, ἐπὶ τὰ ὄρη κοιλωμάτων· τάχα οὖν, τὸ μὲν σημαίνει τὸν περίγειον τόπον, τὸ δὲ τὸν ᾅδην, ἀπὸ τῆς κοιλότητος· ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον. Ἤδη μὲν φύσει ὡμοιώθης, ὦ Νυμφίε, τῷ δόρκωνι καὶ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθὴλ, εὐεργετήσας τοὺς τῇδε, καὶ τὰς ἐναντίας δυνάμεις ὑποτάξας· λείπεται δὲ καὶ τοὺς ἐν καταχθονίῳ τόπῳ κατεχομένους διὰ τὸν ἐπὶ πάντας βασιλεύσαντα θάνατον ἀπολαῦσαι τῆς σῆς εὐεργεσίας, ἔτι δὲ καὶ τὰς ἐκεῖ κρατούσας δυνάμεις τῇ ὀσφρήσει καθάπερ ἔλαφος ἀνιμησάμενος κατάργησον. {Ὠριγένους.} Τὰ πρότερα πρὸς τὰς νεάνιδας εἶπεν ἡ Νύμφη, κ.τ.λ. {Φίλωνος.} Ἢ καὶ ἀπόστρεψον ἀπὸ τῶν Ἰου 1616 δαίων εἰς τὰ ἔθνη. Ὄρη δὲ τοὺς δικαίους ἔφη διὰ τὸ ὑψηλόν· κοιλωμάτων δὲ διὰ τὴν ταπεινοφροσύνην. {Κυρίλλου.} Αἰτεῖ τὸν Νυμφίον, τὴν ἄκαρπον ἀπολεῖψαι συναγωγὴν, καὶ ἐλθεῖν ἐπὶ τοὺς τῆς κοίλης καὶ τεταπεινωμένης πάλαι καὶ εἰδωλολατρούσης ψυχῆς ἐπὶ οὐράνιον ὕψος ἀναβάντας ΚΕΦΑΛ. Γʹ. αʹ.δʹ. Ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐξεζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου· ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις· καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου· εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει· Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν, καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με. {Γρηγορίου.} Τὸ τῆς Νύμφης διήγημα, φιλοσοφίας ἐστί· δι' ὧν τὰ περὶ αὐτὴν διεξέρχεται· ὅπως δεῖ περὶ τὸ Θεῖον ἔχειν τοὺς ἐραστὰς τοῦ ὑπερκειμένου κάλλους δογματιζούσης. ∆ιχῆ γὰρ τέτρηται κατὰ τὴν ἀνωτάτω διαίρεσιν ἡ τῶν ὄντων φύσις· τὸ μὲν γάρ ἐστιν αἰσθητὸν καὶ ὑλῶδες, τὸ δὲ νοητὸν καὶ ἄϋλον. Πάλιν δὲ τῆς νοητῆς φύσεως διχῆ διῃρημένης, ἡ μὲν ἄκτιστός ἐστι καὶ ποιητικὴ, πάντοτε ὡσαύτως ἔχουσα· ἡ δὲ κτιστὴ, καὶ τῇ μετουσίᾳ τοῦ ὑπερέχοντος ἐν τῷ ἀγαθῷ διὰ παντὸς συντηρεῖται· καὶ πρὸς αὐτὸ αὔξεται καὶ πρὸς τὸ μεῖζον ἀλλοιοῦται· ἀεὶ πρὸς τὸ κρεῖττον ἐπεκτεινομένη, καὶ μηδέποτε τῆς ἐφέσεως λήγουσα· ἐπεὶ οὖν καὶ ἡ Νύμφη τοσαύταις ἀνόδοις ὑψωθεῖσα, καὶ ἐκ δυνάμεως εἰς δύναμιν πορευομένη, τοῦ ἀκροτάτου τῶν ἀγαθῶν ἐλπίδος τετυχηκέναι ἐδόκει, ἐνδεᾶ δὲ ἑαυτὴν τοῦ ἀγαθοῦ καθεώρα, εἰκότως ἀποδύρεται· καὶ ὡς μήπω σχοῦσα τὸ τῆς προθυμίας προκείμενον ἀμηχανεῖται καὶ δυσχεραίνεται καὶ τὴν τοιαύτην ἀμηχανίαν δημοσιεύει τῷ διηγήματι· καὶ ὅπως εὗρε τὸν ζητούμενον ὑπογράφει τῷ λόγῳ· τὴν μὲν οὖν τελειοτέραν τοῦ ἀγαθοῦ μετουσίαν, κοίτην ὀνομάζει καὶ νύκτα λέγει τὸν τῆς κοίτης καιρόν· διὰ δὲ τοῦ ὀνόματος τῆς νυκτὸς, ἐνδείκνυται τῶν ἀοράτων τὴν θεωρίαν, κατὰ τὸν ἐν τῷ γνόφῳ Μωσέα, ἐν ᾧ ἦν ὁ Θεὸς ὃς, "Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ," κατὰ τὸν Προφήτην, "Κύκλῳ αὐτοῦ·" ἐν ᾧ καταστᾶσα τότε διδάσκεται τοσοῦτον ἀπέχουσα τοῦ ἐπιβῆναι τῆς τελειότητος, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ἐγχειρήσαντες· ἤδη γάρ φησιν ὡς τῶν τελείων ἀξιωθεῖσα, καθάπερ ἐπὶ κοίτης τινὸς τῆς τῶν ἐγνωσμένων καταλήψεως ἐμαυτὴν ἀναπαύουσα· ὅτε τῶν ἀοράτων ἐντὸς ἐγενόμην καταλιποῦσα τὰ αἰσθητήρια· ὅτε περιεσχέθην τῇ θείᾳ νυκτὶ, τὸν γνόφῳ κεκρυμμένον ἀναζητοῦσα, τότε μὲν τὴν ἀγάπην πρὸς τὸ ποθούμενον ἔσχον· αὐτὸ δὲ τὸ ἀγαπώμενον, διέπη τῶν λογισμῶν τὴν 1617 συλλαβήν. ἐζήτουν γὰρ αὐτὸν ἐπὶ τὴν κοίτην μου, ὥστε γνῶναι τίς ἐν νυξὶν ἡ οὐσία, ποθεν ἔρχεται, εἰς τί καταλήγει, ἐν