1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

36

αὐτῶν κατεργάζονται· ὅταν τοίνυν τις βασιλέως μὲν πύργος ᾖ, ἐπὶ δὲ τῆς ὑψηλῆς πολιτείας βεβηκὼς τύχῃ, τότε πληροῦται τὸ παρὰ τοῦ Κυρίου λεγόμενον· "Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·" νόει δέ μοι τὸν πύργον ἀντὶ τῆς πόλεως. Εἰ μὲν τοῖς ὀπίσω ὁ τράχηλος τῆς Νύμφης, ὡς 164 ὁρμίσκος διὰ τὸ καμπύλον ἐλέγετο, νῦν δὲ ὡς πύργος ∆αβὶδ, διὰ τὸ ὄρθιον καὶ ἀνεστηκός· ἀλλὰ τῷ μὲν καμπύλῳ τὸ ὄρθιον ἐναντίον· ἡ δὲ ὡς ὁρμίσκος κατάστασις, τῇ ὡς πύργῳ διάφορος μὲν, οὐ μὴν ἐναντία· ὅτε μὲν γὰρ τὸ πρὸς τοὺς ἀσθενεστέρους συγκαταβατικὸν αὐτῆς, καὶ τὴν ἐπὶ ταῖς ἀρεταῖς ταπεινοφροσύνην βούλεται δηλοῦν ὁ λόγος, ὁρμίσκον τὸν τράχηλον αὐτῆς ὀνομάζει, τῷ μετρίῳ κεκαμμένην φρονήματι· ὅτε δὲ τὸ πρὸς τὰ πάθη καὶ τὰς ἀντικειμένας δυνάμεις ὑπερανέχον καὶ διανεστηκὸς, πύργον ∆αβὶδ ἀπρόσιτον δηλαδὴ τοῖς πολεμίοις· Χίλιοι δὲ θυρεοὶ κρέμανται ἐπ' αὐτὸν, καὶ πᾶσαι βολίδες τῶν δυνατῶν, αἱ τῶν πρὸς αὐτὴν ἀγωνιζομένων δυνάμεων· ἃς χειρωσαμένη καὶ ἐξόπλους ποιήσασα· τοῦ ἑαυτῆς ἐξήρτησε τραχήλου, σημεῖον τοῦ παρ' αὐτῆς νενικημένου πλήθους ἐσομένας· οὐδὲν ὑπολιπομένη τοῖς ἐχθροῖς βέλος, ᾧ πάλιν βαλεῖν δυνήσονται κατ' αὐτῆς· οὐ γὰρ ἀριθμὸν βολίδων, ἀλλὰ πάσας ἔχει λαβοῦσα παρ' ἑαυτῇ· οὕτω καὶ ὁ Νυμφίος αὐτῆς ἐκένωσε τοῦ ἐχθροῦ πολεμοῦντος τὴν δύναμιν· ἔστι δὲ θυρεοὺς καὶ τὰς περικοπὰς τῆς πίστεως εἰπεῖν· τὸ δὲ Θαλπιὼθ, ἐν ἐπάλξεσιν, ἑρμηνεύεται· ἐπάνω οὖν τῶν πειρασμῶν ᾠκοδομῆσθαι τὸν πύργον φησίν. {Ὠριγένους.} Ἀκύλας τὸ Θαλπιὼθ, ἐπάλξεις ἐκδέδωκεν, κ.τ.λ. εʹ, ʹ. ∆ύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις· ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. {Γρηγορίου.} ∆ίδυμός ἐστιν ὁ ἄνθρωπος, ὅ τε ἔξωθεν καὶ φαινόμενος, καὶ ὁ ἔσωθεν καὶ κρυπτὸς, κατὰ ταυτὸν ἀλλήλοις συνεπιδημοῦντες τῷ βίῳ· οὔτε γὰρ προϋπάρχει τοῦ σώματος ἡ ψυχὴ, οὔτε προκατασκευάζεται τῆς ψυχῆς τὸ σῶμα· ἀλλ' ὁμοχρόνως ἐν τῇ ζωῇ γίνονται· τροφὴ δὲ τούτοις, κατὰ φύσιν μὲν ἡ καθαρότης καὶ ἡ εὐωδία, ὧν ἐφορῶσιν αἱ ἀρεταί· ἔστι δὲ ὅτε τὸ δηλητήριόν τισιν, ἀντὶ τοῦ τροφίμου σπουδάζεται, οἳ οὐχὶ τὰ ἄνθη τῶν ἀρετῶν ἐπιβόσκονται, ἀλλ' ἀκάνθαις καὶ τριβόλοις ἐπιτέρπονται. Ἐπεὶ τοίνυν διακριτικῶς χρεία ὀφθαλμῶν τῶν δυναμένων ἐν ἀκριβείᾳ διαγνῶναι τὸ κρίνον τε καὶ τὴν ἄκανθαν, καὶ τὸ μὲν σωτήριον προελέσθαι, τὸ δὲ φθοροποιὸν ἀποπέμψασθαι, διὰ τοῦτο τὸν καθ' ὁμοιότητα Παύλου μαζὸν τοῖς νηπίοις γινόμενον, καὶ γαλακτοτροφοῦντα τοὺς ἀρτιγενεῖς τῆς Ἐκκλησίας, διὰ δὲ μαζῶν ἀλλήλοις συγγενηθέντων, τῶν τοῖς νεβροῖς τῆς δορκάδος ὠνομασμένων ὁ λόγος ἀπείκασεν· διὰ πάντων μαρτυρῶν τῷ τοιούτῳ μέλει τῆς Ἐκκλησίας τὸ δόκιμον· ὅτι καθ' ἑκάτερον εὐοδοῦται πρὸς τὴν τῶν καθαρῶν κρίνων νομήν· ὀξὺ δεδορκὼς, καὶ διακρίνων τοῦ τροφίμου τὴν ἄκανθαν· καὶ ὅτι περὶ τὸ ἡγεμονικὸν ἀναστρέφεται· οὗ σύμβολον ἡ καρδία ἐστὶν, ἡ δι' ἑαυτῆς τοὺς μαζοὺς ὑποτρέφουσα· καὶ ἔτι πρὸς τούτοις, ὅτι οὐκ ἐν ἑαυτῷ κατακλείει τὴν χάριν, ἀλλ' ἐπιχεῖ τοῖς δεομένοις τοῦ λόγου τὴν θηλήν· ἕως, φησὶ, μηκέτι αἱ σκιαὶ κρατῶσι τῆς περὶ τὸν βίον 1652 σπουδαζομένης ἀπάτης· ἀλλ' ἤδη τοῦ φωτὸς πανταχῆ διαλάμψαντος, καταυγασθῇ τὰ πάντα τῆς ἡμέρας τῆς ὅπου θέλει διαπνεούσης, ἤγουν τοῦ παναγίου Πνεύματος τὸ φῶς. {Νείλου.} Τοὺς νηπίους ἐν Χριστῷ καὶ γαλακτοτροφουμένους ἔτι, ἔτι μαζοὺς ὀνομάζει νεβροῖς δορκάδων παραπλησίους· ἐπειδὴ καὶ οἱ ἀρχόμενοι τῆς θεοσεβείας διὰ τὴν τῆς πίστεως εὐγένειαν, τὸ τῶν δορκάδων ἔχοντες ὀξυδερκὲς, διορατικοὶ τυγχάνουσι, τῇ ἐλπίδι βλέποντες ὡς παρόντα τὰ μέλλοντα καὶ ἐν ἐπαγγελίαις κείμενα· καὶ ἐν κρίνοις δὲ νέμονται οἱ νεβροὶ, τῷ τῶν ἀκτημόνων τῆς Ἐκκλησίας καὶ ἀφροντίδων ἀνθηρῷ τρεφόμενοι· πρὸς γὰρ τὸν ὅμοιον ζῆλον φθᾶσαι ποθοῦντες, τρέφονται τῇ ἡδονῇ τοῦ ποθουμένου, ὡς ἐν λειμῶνι σκιρτῶντες τῇ τῶν ὠφελούντων πολιτείᾳ· τοῦτο δὲ ποιοῦσιν ἕως τὰ παρόντα σκιὰ εἰρημένα κινηθῇ· διαπνευσάσης καὶ ὑποφαίνειν ἀρξαμένης τῆς ἐκ τοῦ νοητοῦ ἡλίου γινομένης