1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

6

Ὁρμίσκοι γὰρ, ἡ καθαρὰ πίστις, ἡ ἀμόλυντος σωφροσύνη, ὁ καθαρὸς βίος· ἤγουν αὐτὸ χρῆμα κόσμος ἐστὶν, ἀλλ' οὐ κόσμιον περικείμενος. {Κυρίλλου.} Λέγει τράχηλον τὸ ὑποτακτικὸν τῆς ψυχῆς· πῶς γὰρ κόσμος καλὸς, αὐχὴν μελετήσας φέρειν τοῦ Χριστοῦ τὸν ζυγόν; ιʹ, ιαʹ. Ὁμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου· ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ. {Ὠριγένους.} Τοῦτο δὲ, οὐ πολὺς ἦν οὐδὲ κεχυμένος ὁ ἄργυρος, κ.τ.λ. {Γρηγορίου.} Ἄξιον δὲ τοῦτο μὴ παραδραμεῖν ἀθεώρητον· τί δήποτε οὐκ αὐτὸ τὸ χρυσίον εἰς κόσμον παραλαμβάνεται, ἀλλὰ τοῦ χρυσίου τὰ ὁμοιώματα· καὶ οὐκ αὐτὸς ὁ ἄργυρος, ἀλλὰ τὰ ἐκ τῆς ὕλης ταύτης, τῷ ὁμοιώματι τοῦ ἀργυρίου συγκροτούμενα στίγματα· τὸ τοίνυν διὰ τοῦτο δηλούμενον τοιοῦτόν ἐστιν, ὅτι ἡ θεία φύσις πάσης ὑπέρκειται καταληπτικῆς διανοίας. Τὸ δὲ περὶ αὐτῆς ἡμῖν ἐγγινόμενον νόημα, ὁμοιώματά ἐστι τοῦ ζητουμένου· οὐ γὰρ αὐτὸ δείκνυσιν ἐκείνου τὸ εἶδος, ὃ οὔτε τις οἶδεν, οὔτε ἰδεῖν δύναται, ἀλλὰ δι' ἐσόπτρου καὶ δι' αἰνίγματος ἔμφασίν τινα σκιαγραφεῖ τοῦ ζητουμένου, ἔκ τινος εἰκασμοῦ ταῖς ψυχαῖς γινόμενον· πᾶς δὲ λόγος τῶν τοιούτων νοημάτων σημαντικὸς, στιγμῆς τινος ἀμεροῦς δύναμιν ἔχει, μὴ δυνάμενος ἐμφῆναι ὅπερ ἡ διάνοια βούλεται· ὡς εἶναι πᾶσαν μὲν διάνοιαν κατωτέραν τῆς ἀληθείας κατανοήσεως· πάντα δὲ λόγον ἑρμηνευτικὸν στιγμὴν βραχεῖαν δοκεῖν, μὴ δυνάμενον τῷ πλάτει τῆς διανοίας ἐπεκτείνεσθαι· τὴν οὖν διὰ τῶν τοιούτων ῥημάτων χειραγωγουμένην ψυχὴν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν, διὰ μόνης πίστεως εἰσοικίζειν ἐν ἑαυτῇ λέγει δεῖν τὴν πάντα νοῦν ὑπερέχουσαν φύσιν· καὶ τοῦτό ἐστι τὸ παρὰ τῶν φίλων λεγόμενον, ὅτι Σοὶ ποιήσωμεν, ὦ ψυχὴ, τῇ καλῶς πρὸς τὸν ἵππον ἀπεικασθείσῃ, ἰνδάλματά τινα τῆς ἀληθείας καὶ ὁμοιώματα· τοιαύτη γὰρ καὶ τοῦ τῶν λόγων ἀργυρίου ἡ δύναμις 1564 ὡς ἐναυγάσματα σπινθηροειδῆ δοκεῖν εἶναι τὰ ῥήματα, μὴ δυνάμενα δι' ἀκριβείας ἐμφῆναι τὸ ἐγκείμενον νόημα· σὺ δὲ ταῦτα δεξαμένη, ὑποζύγιόν τε καὶ οἰκητήριον γενήσῃ διὰ πίστεως, τοῦ ἐν σοὶ ἀνακλίνεσθαι μέλλοντος διὰ τῆς ἐν σοὶ κατοικήσεως· τοῦ γὰρ αὐτοῦ καὶ θρόνος ἔσῃ καὶ οἶκος γενήσῃ· ταῦτα τῶν φίλων τοῦ νυμφίου τῇ καθαρᾷ καὶ παρθένῳ χαρισαμένων ψυχῇ, εἶεν δ' ἂν οὗτοι τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. {Φίλωνος.} Καὶ ὁμοιώματα χρυσίου οἱ μάρτυρες, ὡς χρυσὸς ἐν πυρὶ δοκιμασθέντες· φέροντες ἐπὶ τοῦ σώματος τὰ στίγματα τοῦ Χριστοῦ καὶ ἐν καιρῷ δὲ εἰρήνης οὐ μόνον ἐν διωγμοῖς· διὰ τὸ ἑλέσθαι τῇ παλιγγενεσίᾳ παραγένηται. {Κυρίλλου.} Ἤγουν ἀργύριον μὲν ἐν τῇ Γραφῇ συνήθως, ἡ θεία διδασκαλία· χρυσίον δὲ τὰ θεῖα χαρίσματα· πάντα δὲ πρὸ τῆς ἐπιδημίας Χριστοῦ, ὁμοιώματα ἦν καὶ σκιὰ τῶν μελλόντων, κατὰ τὸν Ἀπόστολον, ἀγαθῶν· ἀναστὰς δὲ Χριστὸς τὰ τέλεια τοῖς ἀνθρώποις δεδώρηται· πρὸ δὲ τῆς ἀναστάσεως ὁμοιώματα εἴχομεν, παρὰ τῶν ἐπαίνων αὐτοῦ, τοῦ τε νόμου καὶ τῶν προφητῶν. Νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ. {Προκοπίου.} Εὐωδίαν φησὶν ἐκ ποικίλων ἀρετῶν καθάπερ ἐξ ἀνθέων συναγομένην τῇ νύμφῃ· ἐν ἑαυτῇ γὰρ ὀσφραίνεται τῆς εὐωδίας Χριστοῦ· καὶ εἰ τὸ πάθος εἶπεν αὐτοῦ, ἐφ' ᾧ καὶ τὸ ἀλάβαστρον τοῦ μύρου χυθὲν διέδωκε πανταχοῦ τὴν ὀσμήν. {Ὠριγένους.} Τὴν γὰρ τοῦ νυμφίου φησὶν ὀσμὴν, κ.τ.λ. {Γρηγορίου.} Ὡς γὰρ ὑμεῖς, φησὶ, τὰ λειτουργικὰ πνεύματα, οὐκ αὐτὸ τὸ ἀκήρατον τῆς θεότητος χρυσίον, ἀλλ' ὁμοιώματα διὰ τῶν χωρητικῶν ἡμῖν νοημάτων τοῦ χρυσίου χαρίζεσθε· οὐ τηλαυγεῖ τῷ λόγῳ τὰ κατ' αὐτὸν ἐκκαλύπτοντες, ἀλλὰ διὰ τῆς βραχύτητος τῶν τοῦ λογικοῦ ἀργυρίου στιγμάτων ἐμφάσεις τινὰς παρασχόμενοι τοῦ ζητουμένου, οὕτω κἀγὼ διὰ τῆς ἐπιπνοίας τοῦ ἐμοῦ μύρου, τὴν αὐτοῦ ἐκείνου εὐωδίαν τῇ αἰσθήσει παρεδεξάμην· τοιοῦτον δὲ, μοὶ δοκεῖ, νοῦν ἔχει· Ὥσπερ ἐκ διαφόρων ἀρωμάτων, ἄλλου κατ' ἄλλην ἰδιότητα εὐπνοούντων, τεχνική τις καὶ ἔμμετρος μίξις τὸ τοιοῦτον ἀπεργάζεται μύρον μιᾶς τινος πόας εὐώδους ἐκ τῶν συνεμβαλλομένων, ᾗ ὄνομα νάρδος ἐστὶν,