1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

62

ἐβελτιώθη ὀξέως, τὸ τάχος θέλουσα δεῖξαι τῆς μεταβολῆς· Οὐκ ἔγνω, φησὶν, ἡ ψυχή μου, πῶς ἐγενόμην ἅρματα Ἀμιναδὰβ, τοῦ ἑρμηνευομένου ἄρχων λαοῦ μου. Λελυθότος γὰρ ἡ μὲν νηπιώδης ὑπέῤῥευσε παρελθοῦσα κατάστασις· ὄχημα δὲ γέγονε τοῦ ἄρχοντος τοῦ λαοῦ μου, ὅς ἐστι Χριστός· ἁμαξήλατον λοιπὸν τρέχουσα καὶ ἱππήλατον τὴν τῆς ἀληθείας ὁδόν· ταῖς ἁρματοτροχίαις ἐνσημαινομένη τῆς ἀγαθῆς πολιτείας τὰ σύμβολα, καὶ ἴχνη καταλιμπάνουσα τοῖς ὁδεύουσι τὸν βίον, πρεπούσης θεοσεβεῖν ἐθέλουσα ζωῆς. {Φίλωνος.} Τὴν Συναγωγὴν κῆπον καρύας παρὰ τοῦ Νυμφίου λελέχθαι φησίν· ἔνθα ἡ ῥάβδος Ἀαρὼν ἡ καρυΐνη· καὶ τὸ κατέβην ἐν τὸ καιρῷ τοῦ πάθους, εἰ ἤνθησεν ἡ ἄμπελος ἡ τῶν Ἰουδαίων, εἰ ἤνθησαν οἱ ῥόαι, αἱ διαφόρως ἐπ' αὐτῆς ἐπενεχθεῖσαι παιδεῖαι· διὰ τὴν ἔξωθεν στύψιν, καὶ τὸν ἔνδον εἰρηνικὸν καὶ τεταγμένον καρπόν. {Τοῦ αὐτοῦ.} Εἶτά φησιν ἡ Νύμφη, Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· τὰς δύο ∆ιαθήκας τετελεσμένας ἐν ἔργῳ καὶ λόγῳ προσοίσω σοι· Οὐκ ἔγνω ἡ ψυχή μου· ἐν ἀγνοίᾳ, φησὶν, ἤμην τὸ πρότερον, ἕως οὗ ἔθετό με ἅρματα ἡ τοῦ Πατρὸς εὐδοκία. οὕτω γὰρ Ἀμιναδὰβ ἑρμηνεύεται· λέγει γὰρ Ἀββακούμ· "Ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου σωτηρία." ιβʹ. Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαβίτις· ἐπίστρεφε, ἐπίστρεφε· καὶ ὀψόμεθα ἐν σοί. 1728 ΚΕΦΑΛ. Ζʹ. αʹ. Τί ὄψεσθε ἐν τῇ Σουλαβίτιδι; Ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν· ἀνέβη γὰρ ἐκ τοῦ λουτροῦ, ὡς τὰ ἀγγελικὰ τάγματα. {Φίλωνος.} Ἑτέρα γραφὴ Ὀδολομίτις ἔχει, τουτέστιν ἡ οὐρανία· καὶ ὀψόμεθα Χριστὸν τὸν λέγοντα, "Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω." {Ὠριγένους.} Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, κ.τ.λ. Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ Ἀμιναδάβ; Τῆς Νύμφης τὰς προκοπὰς ἀποδέχεται, ἅς φησι διαβήματα· ὑποδήμασι δὲ, τοῖς βασιλικοῖς λέγει θεσπίσμασι· καθόδους δὲ ἔφη τὰ διαβήματα, ὡς καὶ ὁ Ἀπόστολος, ἀντιλήψεις, κυβερνήσεις· συγκατιὼν δὲ τοῖς ὑποδεεστέροις, ὑποδεδέσθαι λέγει τὰ διαβήματα, σωματικώτερον αὐτοῖς φαινόμενος· Ἀμιναδὰβ δὲ ἄρχων, ἤγουν ἡγεμὼν ἢ ἑκουσιαζόμενος ἑρμηνεύεται· οὗ θυγάτηρ ἡ Νύμφη· εἴη δ' ἂν ἄρχων, ὁ λέγων, ἄκουσον, θύγατερ· ὁ δὲ αὐτὸς ἑκουσιαζόμενος· ἑκούσια γὰρ πάντα Θεῷ. {Νείλου.} Ὑπομιμνήσκουσιν αὐτὴν τοῦ κέρδους τοῦ γενομένου ἐκ τοῦ πρὸς τοὺς χρῄζοντας αὐτῆς συγκαταβάσεως· ἅμα καὶ τὸν ὄκνον παρεμφαίνοντες ὅτε ἔλεγεν, Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολύνω αὐτούς; οὐκ ἂν ὡραιώθησαν διαβήματα αὐτῆς ἐν ὑποδήμασιν, εἰ μὴ τὸν ἄκαιρον ἐκεῖνον ὄκνον λύσασα, ὃν ἐπὶ λογισμῷ συμφέροντι, καὶ ἔξω γενομένη τῆς οἰκείας καταστάσεως διὰ τὴν τῶν δεομένων ὠφέλειαν. Τὸ γὰρ πρὸς αὐτὴν λεγόμενον τοιοῦτόν ἐστιν· Ἐπειδὴ, φησὶν, ἑστῶσα ἐν τόπῳ ἁγίῳ, καὶ ὑπολυσαμένη τὸ ὑπόδημα διὰ τὴν τῶν χρῃζόντων σου βοήθειαν, πάλιν ἐφόρεσα τοῦτο, μολῦναι τοὺς καθαροὺς καταδεξαμένη πόδας· ἐπανέρχῃ δὲ νῦν συγκύπτειν δοκοῦσα τοῖς προκόπτουσι· διὰ τοῦτο ὡραιώθη διαβήματά σου· ὡς τοῦ τῶν εὐαγγελιζομένων εἰρήνην ἡγουμένου. βεʹ. Ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον χειρῶν τεχνίτου· ὀμφαλός σου, κρατὴρ τορνευτὸς, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου, θημωνία σίτου πεφραγμένη ἐν κρίνοις· δύο μαστοί σου, ὡς δίδυμοι δύο νεβροὶ δορκάδος· τράχηλός σου ὡς πύργος ἐλεφάντινος· ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἰεσεβὼν, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον ∆αμασκοῦ· κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖσ. {Φίλωνος.} Ῥυθμοὺς μηρῶν λέγει τὴν εὔτακτον μὴν τῶν προκοπτόντων κίνησιν· ὅμοιοι δέ εἰσιν ὁρμίσκοις, ἔργον χειρῶν τεχνίτου· οὐ γὰρ ἐπηρμένην φρονήματι συνῆν τοῖς προκόπτουσιν, ἀλλὰ ταπεινῷ καὶ συγκεκραμμένῳ δίκην ὁρμίσκου· 172 διὰ δὲ τὸ ἐπιστημόνως τοῦτο ποιεῖν ἔργου χειρῶν τεχνίτου εἶναι λέγεται· καὶ τὸ διανοητικὸν δὲ, τὸ πάντοτε πεπληρωμένον νοημάτων τελείων κεκραμμένων, πρὸς τὴν τῶν μανθανόντων ἐπιτηδειότητα· πᾶσαν δὲ τετορευμένην ἔννοιαν αἰσχρὰν, ὀμφαλός